Humanitext Reader

ストラボン · 地理誌 §12.7.1-12.7.3

ピシディアの諸都市とセルゲ人の歴史と風土

397 / 577 箇所 · ギリシア語

要旨

ピシディア地方の主要な部族であるセルゲ人や周辺部族の配置について述べ、セルゲの建国伝説、豊かな自然環境、特産品であるスチラックス(エゴノキ)の生態、および堅固な地勢による歴史的な独立と現在のローマへの服属を説明する。

§12.7.1συναφεῖς δʼ εἰσὶ τούτοις οἵ τε ἄλλοι Πισίδαι καὶ οἱ Σελγεῖς, οἵπερ εἰσὶν ἀξιολογώτατοι τῶν Πισιδῶν.
これらに隣接して、他のピシディア人や、ピシディア人の中で最も著名なセルゲ人が居住している。
τὸ μὲν οὖν πλέον αὐτῶν μέρος τὰς ἀκρωρείας τοῦ Ταύρου κατέχει, τινὲς δὲ καὶ ὑπὲρ Σίδης καὶ Ἀσπένδου Παμφυλικῶν πόλεων κατέχουσι γεώλοφα χωρία ἐλαιόφυτα πάντα, τὰ δʼ ὑπὲρ τούτων ἤδη ὀρεινά, Κατεννεῖς ὅμοροι Σελγεῦσι καὶ Ὁμοναδεῦσι, Σαγαλασσεῖς δʼ ἐπὶ τὰ ἐντὸς τὰ πρὸς τῇ Μιλυάδι.
さて、彼らの大部分はタウロス山脈の峰々を占めているが、一部の者はパンフュリアの都市であるシデやアスペンドスの上方に、すべてオリーブの植えられた丘陵地帯を占めており、これらの上方にあたるすでに山岳地帯となっている場所は、セルゲ人やホモナデイス人に隣接するカテンネイス人が占め、サガラッソス人はミリュアス地方に面した内陸部を占めている。
§12.7.2φησὶ δʼ Ἀρτεμίδωρος τῶν Πισιδῶν πόλεις εἶναι Σέλγην Σαγαλασσὸν Πετνηλισσὸν Ἄδαδα Τυμβριάδα Κρῆμναν Πιτυασσὸν Ἄμβλαδα Ἀνάβουρα Σίνδα Ἀαρασσὸν Ταρβασσὸν Τερμησσόν·
アルテミドロスは、ピシディア人の都市として、セルゲ、サガラッソス、ペトネリッソス、アダダ、テュンブリアス、クレムナ、ピテュアッソス、アンブラダ、アナブラ、シンダ、アアラッソス、タルバッソス、テルメッソスがあると言っている。
τούτων δʼ οἱ μέν εἰσι τελέως ὀρεινοί, οἱ δὲ καὶ μέχρι τῶν ὑπωρειῶν καθήκοντες ἐφʼ ἑκάτερα, ἐπί τε τὴν Παμφυλίαν καὶ τὴν Μιλυάδα, Φρυξὶ καὶ Λυδοῖς καὶ Καρσὶν ὅμοροι, πᾶσιν εἰρηνικοῖς ἔθνεσι καίπερ προσβόρροις οὖσιν.
これらの住民のうち、ある者は完全に山岳民族であり、他の者は山麓の、パンフュリアとミリュアスの双方に及ぶ両斜面にまで下りてきており、北方に位置しているにもかかわらず、すべて平和的な諸民族であるプリュギア人、リュディア人、カリア人に隣接している。
οἱ δὲ Πάμφυλοι πολὺ τοῦ Κιλικίου φύλου μετέχοντες οὐ τελέως ἀφεῖνται τῶν λῃστρικῶν ἔργων, οὐδὲ τοὺς ὁμόρους ἐῶσι καθʼ ἡσυχίαν ζῆν καίπερ τὰ νότια μέρη τῆς ὑπωρείας τοῦ Ταύρου κατέχοντες.
他方、パンフュリア人はキリキアの血統を多く引いているため、海賊行為から完全には手を引いておらず、タウロス山脈の山麓の南斜面を占めているものの、隣人たちを平穏に暮らさせてはおかない。
εἰσὶ δὲ τοῖς Φρυξὶν ὅμοροι καὶ τῇ Καρίᾳ Τάβαι καὶ Σίνδα καὶ Ἄμβλαδα, ὅθεν καὶ ὁ Ἀμβλαδεὺς οἶνος ἐκφέρεται πρὸς διαίτας ἰατρικὰς ἐπιτήδειος.
また、プリュギアやカリアに隣接して、タバイ、シンダ、アンブラダがあり、そこからは、医療用の食事に適したアンブラダ・ワインがもたらされている。
§12.7.3τῶν δʼ οὖν ὀρεινῶν οὓς εἶπον Πισιδῶν οἱ μὲν ἄλλοι κατὰ τυραννίδας μεμερισμένοι, καθάπερ οἱ Κίλικες, λῃστρικῶς ἤσκηνται·
さて、私が言及した山がちのピシディア人のうち、他の者たちは、キリキア人のように、いくつかの僭主支配に分かれ、盗賊のように訓練されている。
φασὶ δʼ αὐτοῖς τῶν Λελέγων συγκαταμιχθῆναι τινὰς τὸ παλαιόν, πλάνητας ἀνθρώπους, καὶ συμμεῖναι διὰ τὴν ὁμοιοτροπίαν αὐτόθι.
彼らには古代、放浪の民であったレレゲス人の一部が混ざり合い、同じような生活様式のためにその場に留まり続けたと言われている。
Σέλγη δὲ ἐξ ἀρχῆς μὲν ὑπὸ Λακεδαιμονίων ἐκτίσθη πόλις, καὶ ἔτι πρότερον ὑπὸ Κάλχαντος·
セルゲは当初、ラケダイモン人によって都市として建設され、それより以前にはカルカスによって建設された。
ὕστερον δὲ καθʼ αὑτὴν ἔμεινεν αὐξηθεῖσα ἐκ τοῦ πολιτεύεσθαι νομίμως, ὥστε καὶ δισμυρίανδρός ποτε εἶναι.
その後、法にかなった国制によって統治されたことで発展し、独立を保った。 そのため、かつては武器を執る男子が2万人に達したほどであった。
θαυμαστὴ δʼ ἐστὶν ἡ φύσις τῶν τόπων·
その土地の自然は驚くべきものである。
ἐν γὰρ ταῖς ἀκρωρείαις τοῦ Ταύρου χώρα μυριάδας τρέφειν δυναμένη σφόδρα εὔκαρπός ἐστιν, ὥστε καὶ ἐλαιόφυτα εἶναι πολλὰ χωρία καὶ εὐάμπελα, νομάς τε ἀφθόνους ἀνεῖσθαι παντοδαποῖς βοσκήμασι·
というのも、タウロス山脈の峰々にあって、数万人を養うことができるこの地は非常に肥沃であり、多くの場所がオリーブで覆われ、葡萄作りにも適し、あらゆる種類の家畜に豊かな牧草地が提供されているからである。
κύκλῳ δʼ ὑπέρκεινται δρυμοὶ ποικίλης ὕλης.
その周囲には、多様な樹木からなる森がそびえている。
πλεῖστος δʼ ὁ στύραξ φύεται παρʼ αὐτοῖς, δένδρον οὐ μέγα ὀρθηλόν, ἀφʼ οὗ καὶ τὰ στυράκινα ἀκοντίσματα, ἐοικότα τοῖς κρανεΐνοις·
彼らの地にはスチラックスが最も多く自生している。 これはまっすぐに立つ大きくない木であり、これからはサンシュユの木に似たスチラックス製の投げ槍が作られる。
ἐγγίνεται δʼ ἐν τοῖς στελέχεσι ξυλοφάγου τι σκώληκος εἶδος, ὃ μέχρι τῆς ἐπιφανείας διαφαγὸν τὸ ξύλον τὸ μὲν πρῶτον πιτύροις ἢ πρίσμασιν ἐοικός τι ψῆγμα προχεῖ, καὶ σωρὸς συνίσταται πρὸς τῇ ῥίζῃ, μετὰ δὲ ταῦτα ἀπολείβεταί τις ὑγρασία δεχομένη πῆξιν ῥᾳδίαν παραπλησίαν τῇ κόμμει·
その幹には木を食べるある種の芋虫が発生し、表面まで木を食い進んで、最初は糠や鋸屑に似た木屑を放出し、それが根元に堆積する。 その後、ゴムに似て容易に固まるある種の液汁が滴り落ちる。
ταύτης δὲ τὸ μὲν ἐπὶ τὸ ψῆγμα πρὸς τῇ ῥίζῃ κατενεχθὲν ἀναμίγνυται τούτῳ τε καὶ τῇ γῇ, πλὴν ὅσον ἐπιπολῆς συστὰν διαμένει καθαρόν, τὸ δʼ ἐν τῇ ἐπιφανείᾳ τοῦ στελέχους καθʼ ἣν ῥεῖ πήττεται, καὶ τοῦτο καθαρόν·
この液汁のうち、根元の木屑の上に流れ落ちたものは、これや土と混ざり合うが、表面で固まって純粋なまま残る部分を除く。 他方、幹の表面を流れるところに固まるものは、これもまた純粋である。
ποιοῦσι δὲ καὶ ἐκ τοῦ μὴ καθαροῦ μῖγμα ξυλομιγές τι καὶ γεωμιγές, εὐωδέστερον τοῦ καθαροῦ, τῇ δʼ ἄλλῃ δυνάμει λειπόμενον (λανθάνει δὲ τοὺς πολλούς), ᾧ πλείστῳ χρῶνται θυμιάματι οἱ δεισιδαίμονες.
また彼らは、純粋でないものから木や土の混ざった混合物を作るが、これは純粋なものよりも芳香があるものの、他の効能においては劣っている(このことは多くの人には知られていない)。 迷信深い人々は、これを香として最も多く用いる。
ἐπαινεῖται δὲ καὶ ἡ Σελγικὴ ἶρις καὶ τὸ ἀπʼ αὐτῆς ἄλειμμα.
またセルゲ産のアイリスと、それから作られる香油も称賛されている。
ἔχει δʼ ὀλίγας προσβάσεις περὶ τὴν πόλιν καὶ τὴν χώραν τὴν Σελγέων, ὀρεινὴν κρημνῶν καὶ χαραδρῶν οὖσαν πλήρη, ἃς ποιοῦσιν ἄλλοι τε ποταμοὶ καὶ ὁ Εὐρυμέδων καὶ ὁ Κέστρος ἀπὸ τῶν Σελγικῶν ὀρῶν εἰς τὴν Παμφυλίαν ἐκπίπτοντες θάλατταν·
セルゲ人の都市および彼らの領地へのアプローチはわずかしかない。 そこは山がちで崖や割れ目に満ちており、それらは他の川や、セルゲの山々からパンフュリアの海へと流れ落ちるエウリュメドン川やケストロス川によって作られている。
γέφυραι δʼ ἐπίκεινται ταῖς ὁδοῖς.
そして道路には橋が架けられている。
διὰ δὲ τὴν ἐρυμνότητα οὔτε πρότερον οὔθʼ ὕστερον οὐδʼ ἅπαξ οἱ Σελγεῖς ἐπʼ ἄλλοις ἐγένοντο, ἀλλὰ τὴν μὲν ἄλλην χώραν ἀδεῶς ἐκαρποῦντο, ὑπὲρ δὲ τῆς κάτω τῆς τε ἐν τῇ Παμφυλίᾳ καὶ τῆς ἐντὸς τοῦ Ταύρου διεμάχοντο πρὸς τοὺς βασιλέας ἀεί·
その要害堅固さのために、以前にも以後にも、セルゲ人は一度として他者の支配下に入ることはなかった。 彼らは他の土地から何ら恐れることなく収穫を得ていたし、タウロス山脈のパンフュリア側および内陸側の下方の土地をめぐっては、常に王たちと争っていた。
πρὸς δὲ τοὺς Ῥωμαίους ἐπὶ τακτοῖς τισι κατεῖχον τὴν χώραν·
ローマ人に対しては、特定の条件のもとでその領地を保持していた。
πρὸς Ἀλέξανδρον δὲ πρεσβευσάμενοι δέχεσθαι τὰ προστάγματα εἶπον κατὰ φιλίαν·
アレクサンドロスに対しては、使節を送って、友好関係のもとで命令を受け入れると伝えた。
νῦν δὲ ὑπήκοοι τελέως γεγόνασι, καί εἰσιν ἐν τῇ ὑπὸ Ἀμύντᾳ τεταγμένῃ πρότερον.
しかし現在では、完全に服属しており、かつてアミュンタスに配属されていた領域に属している。

語釈・文法注

  1. 12.7.1τούτοις — 与格指示代名詞 `τούτοις`(これらに)は、前章(12.6.5)の最後で言及されたホモナデイス人、あるいはそれまでの章で説明されたピシディア周辺の諸部族を指す。
  2. 12.7.2προσβόρροις οὖσιν — 与格の分詞句 `προσβόρροις οὖσιν`(北方に位置しているものの)は、先行する `ἔθνεσι`(諸民族)を修飾する譲歩的用法。北方に住む好戦的な他の山岳部族と対比され、平和的であることを際立たせている。
  3. 12.7.3συγκαταμιχθῆναι — 不定詞 `συγκαταμιχθῆναι`(混ざり合ったこと)は `φασί`(彼らは言う/言われている)に導かれる対格不定詞構文(間接話法)の一部で、その意味上の主語は対格の `τινάς`(一部の人々)である。
  4. 12.7.3ἐπʼ ἄλλοις ἐγένοντο — 前置詞 `ἐπί` と与格(`ἄλλοις`)に動詞 `γίγνομαι`(`ἐγένοντο`)が組み合わさることで、「他者の支配下に置かれる」「他者に服従する」という意味の慣用表現を構成している。

この箇所を引用する

ストラボン, 地理誌 §12.7.1-12.7.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:12.7.1-12.7.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。