§12.6.1ἥ τε δὴ Τάττα ἐστί, καὶ τὰ περὶ Ὀρκαόρκους καὶ Πιτνισσὸν καὶ τὰ τῶν Λυκαόνων ὀροπέδια ψυχρὰ καὶ ψιλὰ καὶ ὀναγρόβοτα, ὑδάτων δὲ σπάνις πολλή·
まさにタッタ湖があり、またオルカオルコイやピトニッソスの周辺地域、およびリュカオニア人の高地平原は、寒冷で不毛であり、野ロバの牧草地であって、水の欠乏が著しい。
ὅπου δὲ καὶ εὑρεῖν δυνατόν, βαθύτατα φρέατα τῶν πάντων, καθάπερ ἐν Σοάτροις, ὅπου καὶ πιπράσκεται τὸ ὕδωρ (ἔστι δὲ κωμόπολις Γαρσαούρων πλησίον)·
水を見出すことができる場所でも、それはあらゆる井戸の中で最も深く、たとえばソアトラにおけるようであり、そこでは水が販売さえされている(そこはガルサウラに近い、町の規模の村である)。
ὅμως δὲ καίπερ ἄνυδρος οὖσα ἡ χώρα πρόβατα ἐκτρέφει θαυμαστῶς, τραχείας δὲ ἐρέας, καί τινες ἐξ αὐτῶν τούτων μεγίστους πλούτους ἐκτήσαντο·
しかしながら、この地域は水がないにもかかわらず、驚くべきことに羊を育てており、それらは粗い毛を持っている。 そして一部の人々はこれら自体から多大の富を築いた。
Ἀμύντας δʼ ὑπὲρ τριακοσίας ἔσχε ποίμνας ἐν τοῖς τόποις τούτοις.
アミュンタスはこれらの地に300を超える羊の群れを所有していた。
εἰσὶ δὲ καὶ λίμναι, Κάραλις μὲν ἡ μείζων ἡ δʼ ἐλάττων Τρωγῖτις.
また、湖もあり、大きい方はカラリス、小さい方はトロギティスである。
ἐνταῦθα δέ που καὶ τὸ Ἰκόνιον ἔστι, πολίχνιον εὖ συνῳκισμένον καὶ χώραν εὐτυχεστέραν ἔχον τῆς λεχθείσης ὀναγροβότου·
このあたりのどこかにイコニオンもある。 ここはよく組織された小都市であり、前述の野ロバの牧草地よりも肥沃な土地を持っている。
τοῦτο δʼ εἶχε Πολέμων.
ここはポレモンが支配していた。
πλησιάζει δʼ ἤδη τούτοις τοῖς τόποις ὁ Ταῦρος ὁ τὴν Καππαδοκίαν ὁρίζων καὶ τὴν Λυκαονίαν πρὸς τοὺς ὑπερκειμένους Κίλικας τοὺς Τραχειώτας.
カッパドキアおよびリュカオニアを、その上方に位置する「荒々しいキリキア」の居住者に対して区画しているタウロス山脈が、今やこれらの場所に近づいている。
Λυκαόνων τε καὶ Καππαδόκων ὅριόν ἐστι τὸ μεταξὺ Κοροπασσοῦ κώμης Λυκαόνων, καὶ Γαρσαούρων πολιχνίου Καππαδόκων·
リュカオニア人とカッパドキア人の境界は、リュカオニア人の村コロパッソスとカッパドキア人の小都市ガルサウラの間に位置する領域である。
ἔστι δὲ τὸ μεταξὺ διάστημα τῶν φρουρίων τούτων ἑκατὸν εἴκοσί που στάδιοι.
これらの砦の間の距離はおよそ120スタディオンである。
§12.6.2τῆς δὲ Λυκαονίας ἐστὶ καὶ ἡ Ἰσαυρικὴ πρὸς αὐτῷ τῷ Ταύρῳ ἡ τὰ Ἴσαυρα ἔχουσα κώμας δύο ὁμωνύμους, τὴν μὲν παλαιὰν καλουμένην, εὐερκῆ·
リュカオニアの一部には、タウロス山脈のまさに麓に位置し、同名の二つの村、イサウラを擁するイサウリカ地方もある。 一方は「旧(イサウラ)」と呼ばれ、よく防備されている。
ὑπήκοοι δʼ ἦσαν ταύταις καὶ ἄλλαι κῶμαι συχναί, λῃστῶν δʼ ἅπασαι κατοικίαι.
これらには他の多くの村々も服属していたが、それらはすべて盗賊たちの居住地であった。
παρέσχον δὲ καὶ Ῥωμαίοις πράγματα καὶ τῷ Ἰσαυρικῷ προσαγορευθέντι Πουβλίῳ Σερβιλίῳ, ὃν ἡμεῖς εἴδομεν, ὃς καὶ ταῦτα ὑπέταξε Ῥωμαίοις καὶ τὰ πολλὰ τῶν πειρατῶν ἐρύματα ἐξεῖλε τὰ ἐπὶ τῇ θαλάττῃ.
彼らはローマ人にも、また「イサウリクス」と呼ばれたプブリウス・ セルウィリウスにも厄介事をもたらした。 私たちは彼に会ったことがあるが、彼はこれらの場所をもローマ人に服属させ、海沿いにあった海賊たちの砦の大部分を破壊した。
§12.6.3τῆς δʼ Ἰσαυρικῆς ἔστιν ἐν πλευραῖς ἡ Δέρβη, μάλιστα τῇ Καππαδοκίᾳ ἐπιπεφυκὸς τοῦ Ἀντιπάτρου τυραννεῖον τοῦ Δερβήτου·
イサウリカ地方の側方にはデルベがあり、これはカッパドキアに最も近接しており、デルベの僭主アンティパトロスの支配地であった。
τοῦ δʼ ἦν καὶ τὰ Λάρανδα·
ラランダも彼の所有であった。
ἐφʼ ἡμῶν δὲ καὶ τὰ Ἴσαυρα καὶ τὴν Δέρβην Ἀμύντας εἶχεν, ἐπιθέμενος τῷ Δερβήτῃ καὶ ἀνελὼν αὐτόν, τὰ δʼ Ἴσαυρα παρὰ τῶν Ῥωμαίων λαβών·
私たちの時代には、アミュンタスがイサウラとデルベの両方を領有していた。 彼はデルベの僭主に攻撃を仕掛けて彼を殺害し、イサウラはローマ人から受け取ったのである。
καὶ δὴ βασίλειον ἑαυτῷ κατεσκεύαζεν ἐνταῦθα, τὴν παλαιὰν Ἴσαυραν ἀνατρέψας.
そして実際、彼は古い方のイサウラを破壊して、ここに自分のための宮殿を建設していた。
ἐν δὲ τῷ αὐτῷ χωρίῳ καινὸν τεῖχος οἰκοδομῶν οὐκ ἔφθη συντελέσας, ἀλλὰ διέφθειραν αὐτὸν οἱ Κίλικες ἐμβαλόντα εἰς τοὺς Ὁμοναδεῖς καὶ ἐξ ἐνέδρας ληφθέντα.
彼は同じ場所に新しい城壁を築いていたが、完成させるには至らなかった。 というのも、キリキア人が、彼がホモナデイス人の地に侵入して伏兵に捕らえられた際に、彼を殺害したからである。
§12.6.4τὴν γὰρ Ἀντιόχειαν ἔχων τὴν πρὸς τῇ Πισιδίᾳ μέχρι Ἀπολλωνιάδος τῆς πρὸς Ἀπαμείᾳ τῇ Κιβωτῷ καὶ τῆς Παρωρείου τινὰ καὶ τὴν Λυκαονίαν ἐπειρᾶτο τοὺς ἐκ τοῦ Ταύρου κατατρέχοντας Κίλικας καὶ Πισίδας τὴν χώραν ταύτην Φρυγῶν οὖσαν ἐξαιρεῖν, καὶ πολλὰ χωρία ἐξεῖλεν ἀπόρθητα πρότερον ὄντα, ὧν καὶ Κρῆμνα·
なぜなら、彼はピシディア近辺のアンティオキアから、キボトスと呼ばれるアパメイアの近くにあるアポロニアに至る地域、およびパロレイオス地方の一部、そしてリュカオニアを領有していたので、タウロス山脈から襲撃してくるキリキア人やピシディア人を、かつてプリュギア人のものであったこの土地から一掃しようと試み、それまで攻略されたことのなかった多くの地を占領した。 その中にはクレムナも含まれていた。
τὸ δὲ Σανδάλιον οὐδʼ ἐνεχείρησε βίᾳ προσάγεσθαι, μεταξὺ κείμενον τῆς τε Κρήμνης καὶ Σαγαλασσοῦ.
しかしサンダリオンについては、クレムナとサガラッソスの間に位置していたため、武力によって服属させることすら試みなかった。
§12.6.5τὴν μὲν οὖν Κρῆμναν ἄποικοι Ῥωμαίων ἔχουσιν, ἡ Σαγαλασσὸς δʼ ἐστὶν ὑπὸ τῷ αὐτῷ ἡγεμόνι τῶν Ῥωμαίων ὑφʼ ᾧ καὶ ἡ Ἀμύντου βασιλεία πᾶσα·
クレムナは現在ローマの植民者たちが領有しており、サガラッソスは、アミュンタスの全王国がそうであったように、ローマの同じ総督の配下にある。
διέχει δʼ Ἀπαμείας ἡμέρας ὁδόν, κατάβασιν ἔχουσα σχεδόν τι καὶ τριάκοντα σταδίων ἀπὸ τοῦ ἐρύματος·
それはアパメイアから一日の道のりにあり、その砦からの下り坂はおよそ30スタディオンである。
καλοῦσι δʼ αὐτὴν καὶ Σελγησσόν· ταύτην δὲ τὴν πόλιν καὶ Ἀλέξανδρος εἷλεν.
彼らはこの都市をセルゲッソスとも呼んでおり、アレクサンドロスもこの都市を占領した。
ὁ δʼ οὖν Ἀμύντας τὴν μὲν Κρῆμναν εἷλεν, εἰς δὲ τοὺς Ὁμοναδέας παρελθών, οἳ ἐνομίζοντο ἀληπτότατοι, καὶ καταστὰς ἤδη κύριος τῶν πλείστων χωρίων ἀνελὼν καὶ τὸν τύραννον αὐτῶν ἐξ ἀπάτης ἐλήφθη διὰ τῆς τοῦ τυράννου γυναικός.
さて、アミュンタスはクレムナを占領したが、ホモナデイス人の地に進攻した。 彼らは最も攻略困難であると考えられていた。 彼はすでにその大部分の地域を支配下におき、彼らの僭主をも殺害していたが、僭主の妻による策略によって捕らえられた。
καὶ τοῦτον μὲν ἐκεῖνοι διέφθειραν, ἐκείνους δὲ Κυρίνιος ἐξεπόρθησε λιμῷ καὶ τετρακισχιλίους ἄνδρας ἐζώγρησε καὶ συνῴκισεν εἰς τὰς ἐγγὺς πόλεις, τὴν δὲ χώραν ἀπέλιπεν ἔρημον τῶν ἐν ἀκμῇ.
そして彼らはこのアミュンタスを殺害したが、キリニオスが飢餓によって彼らを攻め滅ぼし、4000人の男たちを生け捕りにして近くの都市群に移住させ、その地を若者たちがいない荒廃した状態にした。
ἔστι δὲ ἐν ὑψηλοῖς τοῦ Ταύρου μέρεσι, κρημνοῖς ἀποτόμοις σφόδρα καὶ τὸ πλέον ἀβάτοις, ἐν μέσῳ κοῖλον καὶ εὔγεων πεδίον εἰς αὐλῶνας πλείους διῃρημένον·
そこはタウロス山脈の高い部分にあり、非常に切り立った断崖絶壁に囲まれ、大部分は近づき難いが、その中央にはいくつかの谷に分かれた窪んだ肥沃な平原がある。
τοῦτο δὲ γεωργοῦντες ᾤκουν ἐν ταῖς ὑπερκειμέναις ὀφρύσιν ἢ σπηλαίοις, τὰ πολλὰ δʼ ἔνοπλοι ἦσαν καὶ κατέτρεχον τὴν ἀλλοτρίαν ἔχοντες ὄρη τειχίζοντα τὴν χώραν αὐτῶν.
彼らはここを耕作しながら、その上方の崖や洞窟に住んでいた。 彼らは大部分が武装しており、自らの地域を囲む防壁となる山々を背にして、他人の土地を襲撃していた。