§12.7.1συναφεῖς δʼ εἰσὶ τούτοις οἵ τε ἄλλοι Πισίδαι καὶ οἱ Σελγεῖς, οἵπερ εἰσὶν ἀξιολογώτατοι τῶν Πισιδῶν.
Bordering on these are the other Pisidians and the Selgians, who indeed are the most noteworthy of the Pisidians.
τὸ μὲν οὖν πλέον αὐτῶν μέρος τὰς ἀκρωρείας τοῦ Ταύρου κατέχει, τινὲς δὲ καὶ ὑπὲρ Σίδης καὶ Ἀσπένδου Παμφυλικῶν πόλεων κατέχουσι γεώλοφα χωρία ἐλαιόφυτα πάντα, τὰ δʼ ὑπὲρ τούτων ἤδη ὀρεινά, Κατεννεῖς ὅμοροι Σελγεῦσι καὶ Ὁμοναδεῦσι, Σαγαλασσεῖς δʼ ἐπὶ τὰ ἐντὸς τὰ πρὸς τῇ Μιλυάδι.
Now the greater part of them occupies the summits of the Taurus, but some also occupy hilly districts, entirely planted with olives, above the Pamphylian cities Side and Aspendus; and the parts above these, which are already mountainous, are held by the Catenneis, who border on the Selgians and the Homonadeis, and the Sagalasseans hold the parts towards the interior near Milyas.
§12.7.2φησὶ δʼ Ἀρτεμίδωρος τῶν Πισιδῶν πόλεις εἶναι Σέλγην Σαγαλασσὸν Πετνηλισσὸν Ἄδαδα Τυμβριάδα Κρῆμναν Πιτυασσὸν Ἄμβλαδα Ἀνάβουρα Σίνδα Ἀαρασσὸν Ταρβασσὸν Τερμησσόν· τούτων δʼ οἱ μέν εἰσι τελέως ὀρεινοί, οἱ δὲ καὶ μέχρι τῶν ὑπωρειῶν καθήκοντες ἐφʼ ἑκάτερα, ἐπί τε τὴν Παμφυλίαν καὶ τὴν Μιλυάδα, Φρυξὶ καὶ Λυδοῖς καὶ Καρσὶν ὅμοροι, πᾶσιν εἰρηνικοῖς ἔθνεσι καίπερ προσβόρροις οὖσιν.
Artemidorus says that the cities of the Pisidians are Selge, Sagalassus, Petnelissus, Adada, Tymbriada, Cremna, Pityassus, Amblada, Anaboura, Sinda, Aarassus, Tarbassus, and Termessus; and of these, some are entirely mountainous, while others descend as far as the foothills on either side, both towards Pamphylia and Milyas, bordering on the Phrygians, Lydians, and Carians, who are all peaceful nations although they lie to the north.
οἱ δὲ Πάμφυλοι πολὺ τοῦ Κιλικίου φύλου μετέχοντες οὐ τελέως ἀφεῖνται τῶν λῃστρικῶν ἔργων, οὐδὲ τοὺς ὁμόρους ἐῶσι καθʼ ἡσυχίαν ζῆν καίπερ τὰ νότια μέρη τῆς ὑπωρείας τοῦ Ταύρου κατέχοντες.
But the Pamphylians, having a large share of the Cilician race, are not entirely free from piratical practices, nor do they allow their neighbors to live in peace, although they occupy the southern parts of the foothills of the Taurus.
εἰσὶ δὲ τοῖς Φρυξὶν ὅμοροι καὶ τῇ Καρίᾳ Τάβαι καὶ Σίνδα καὶ Ἄμβλαδα, ὅθεν καὶ ὁ Ἀμβλαδεὺς οἶνος ἐκφέρεται πρὸς διαίτας ἰατρικὰς ἐπιτήδειος.
Bordering on the Phrygians and Caria are Tabae, Sinda, and Amblada, whence is also exported the Ambladian wine, which is suitable for medical diets.
§12.7.3τῶν δʼ οὖν ὀρεινῶν οὓς εἶπον Πισιδῶν οἱ μὲν ἄλλοι κατὰ τυραννίδας μεμερισμένοι, καθάπερ οἱ Κίλικες, λῃστρικῶς ἤσκηνται· φασὶ δʼ αὐτοῖς τῶν Λελέγων συγκαταμιχθῆναι τινὰς τὸ παλαιόν, πλάνητας ἀνθρώπους, καὶ συμμεῖναι διὰ τὴν ὁμοιοτροπίαν αὐτόθι.
Now of the mountainous Pisidians whom I have mentioned, the others, divided under tyrannies, like the Cilicians, are trained in robbery; and they say that some of the Leleges, a wandering people, mingled with them in ancient times and remained there because of their similarity of character.
Σέλγη δὲ ἐξ ἀρχῆς μὲν ὑπὸ Λακεδαιμονίων ἐκτίσθη πόλις, καὶ ἔτι πρότερον ὑπὸ Κάλχαντος· ὕστερον δὲ καθʼ αὑτὴν ἔμεινεν αὐξηθεῖσα ἐκ τοῦ πολιτεύεσθαι νομίμως, ὥστε καὶ δισμυρίανδρός ποτε εἶναι.
Selge was from the beginning founded as a city by the Lacedaemonians, and even earlier by Calchas; but later it remained independent, having grown because of its law-abiding constitution, so that it once had an army of twenty thousand men.
θαυμαστὴ δʼ ἐστὶν ἡ φύσις τῶν τόπων· ἐν γὰρ ταῖς ἀκρωρείαις τοῦ Ταύρου χώρα μυριάδας τρέφειν δυναμένη σφόδρα εὔκαρπός ἐστιν, ὥστε καὶ ἐλαιόφυτα εἶναι πολλὰ χωρία καὶ εὐάμπελα, νομάς τε ἀφθόνους ἀνεῖσθαι παντοδαποῖς βοσκήμασι· κύκλῳ δʼ ὑπέρκεινται δρυμοὶ ποικίλης ὕλης.
The nature of the places is wonderful; for on the summits of the Taurus, the territory, which is capable of supporting tens of thousands, is extremely fertile, so that many places are planted with olives and are rich in vines, and abundant pastures are left for all kinds of herds; and all around there lie forests of varied timber.
πλεῖστος δʼ ὁ στύραξ φύεται παρʼ αὐτοῖς, δένδρον οὐ μέγα ὀρθηλόν, ἀφʼ οὗ καὶ τὰ στυράκινα ἀκοντίσματα, ἐοικότα τοῖς κρανεΐνοις· ἐγγίνεται δʼ ἐν τοῖς στελέχεσι ξυλοφάγου τι σκώληκος εἶδος, ὃ μέχρι τῆς ἐπιφανείας διαφαγὸν τὸ ξύλον τὸ μὲν πρῶτον πιτύροις ἢ πρίσμασιν ἐοικός τι ψῆγμα προχεῖ, καὶ σωρὸς συνίσταται πρὸς τῇ ῥίζῃ, μετὰ δὲ ταῦτα ἀπολείβεταί τις ὑγρασία δεχομένη πῆξιν ῥᾳδίαν παραπλησίαν τῇ κόμμει· ταύτης δὲ τὸ μὲν ἐπὶ τὸ ψῆγμα πρὸς τῇ ῥίζῃ κατενεχθὲν ἀναμίγνυται τούτῳ τε καὶ τῇ γῇ, πλὴν ὅσον ἐπιπολῆς συστὰν διαμένει καθαρόν, τὸ δʼ ἐν τῇ ἐπιφανείᾳ τοῦ στελέχους καθʼ ἣν ῥεῖ πήττεται, καὶ τοῦτο καθαρόν· ποιοῦσι δὲ καὶ ἐκ τοῦ μὴ καθαροῦ μῖγμα ξυλομιγές τι καὶ γεωμιγές, εὐωδέστερον τοῦ καθαροῦ, τῇ δʼ ἄλλῃ δυνάμει λειπόμενον (λανθάνει δὲ τοὺς πολλούς), ᾧ πλείστῳ χρῶνται θυμιάματι οἱ δεισιδαίμονες.
The styrax grows in greatest abundance among them, a tree of no great size but straight, from which are also made the styrax javelins, similar to those of cornel-wood; and there grows in the trunks a kind of wood-eating worm, which, having eaten through the wood to the surface, first pours out a dust similar to bran or sawdust, and a heap is formed at the root; and after this, a certain moisture distills which easily undergoes coagulation similar to gum; of this, that which falls upon the dust at the root is mixed with it and with the earth, except so much as, solidifying on the surface, remains pure, while that which solidifies on the surface of the trunk where it flows is also pure; they also make from the impure part a mixture of wood and earth, which is more fragrant than the pure but inferior in its other qualities (though this is unknown to most people), which superstitious people use most as incense.
ἐπαινεῖται δὲ καὶ ἡ Σελγικὴ ἶρις καὶ τὸ ἀπʼ αὐτῆς ἄλειμμα.
The Selgian iris is also praised, and the ointment made from it.
ἔχει δʼ ὀλίγας προσβάσεις περὶ τὴν πόλιν καὶ τὴν χώραν τὴν Σελγέων, ὀρεινὴν κρημνῶν καὶ χαραδρῶν οὖσαν πλήρη, ἃς ποιοῦσιν ἄλλοι τε ποταμοὶ καὶ ὁ Εὐρυμέδων καὶ ὁ Κέστρος ἀπὸ τῶν Σελγικῶν ὀρῶν εἰς τὴν Παμφυλίαν ἐκπίπτοντες θάλατταν· γέφυραι δʼ ἐπίκεινται ταῖς ὁδοῖς.
There are few approaches to the city and the territory of the Selgians, which is mountainous and full of cliffs and ravines, which are made by other rivers and by the Eurymedon and the Cestrus, which empty from the Selgian mountains into the Pamphylian Sea; and bridges are placed over the roads.
διὰ δὲ τὴν ἐρυμνότητα οὔτε πρότερον οὔθʼ ὕστερον οὐδʼ ἅπαξ οἱ Σελγεῖς ἐπʼ ἄλλοις ἐγένοντο, ἀλλὰ τὴν μὲν ἄλλην χώραν ἀδεῶς ἐκαρποῦντο, ὑπὲρ δὲ τῆς κάτω τῆς τε ἐν τῇ Παμφυλίᾳ καὶ τῆς ἐντὸς τοῦ Ταύρου διεμάχοντο πρὸς τοὺς βασιλέας ἀεί· πρὸς δὲ τοὺς Ῥωμαίους ἐπὶ τακτοῖς τισι κατεῖχον τὴν χώραν· πρὸς Ἀλέξανδρον δὲ πρεσβευσάμενοι δέχεσθαι τὰ προστάγματα εἶπον κατὰ φιλίαν· νῦν δὲ ὑπήκοοι τελέως γεγόνασι, καί εἰσιν ἐν τῇ ὑπὸ Ἀμύντᾳ τεταγμένῃ πρότερον.
Because of the strength of their position, neither in former times nor later did the Selgians ever fall under the power of others, but they enjoyed the fruits of their other territory without fear, and they always fought against the kings for the lower country, both that in Pamphylia and that within the Taurus; and they held their country under certain conditions in relation to the Romans; and having sent ambassadors to Alexander, they said they would receive his orders on terms of friendship; but now they have become entirely subject, and are in the territory formerly assigned to Amyntas.