§12.7.1συναφεῖς δʼ εἰσὶ τούτοις οἵ τε ἄλλοι Πισίδαι καὶ οἱ Σελγεῖς, οἵπερ εἰσὶν ἀξιολογώτατοι τῶν Πισιδῶν.
与这些人接壤的是其他皮西迪亚人以及塞尔盖人,他们确是皮西迪亚人中最显著的。
τὸ μὲν οὖν πλέον αὐτῶν μέρος τὰς ἀκρωρείας τοῦ Ταύρου κατέχει, τινὲς δὲ καὶ ὑπὲρ Σίδης καὶ Ἀσπένδου Παμφυλικῶν πόλεων κατέχουσι γεώλοφα χωρία ἐλαιόφυτα πάντα, τὰ δʼ ὑπὲρ τούτων ἤδη ὀρεινά, Κατεννεῖς ὅμοροι Σελγεῦσι καὶ Ὁμοναδεῦσι, Σαγαλασσεῖς δʼ ἐπὶ τὰ ἐντὸς τὰ πρὸς τῇ Μιλυάδι.
他们的大部分人占领了托罗斯山脉的山脊,但也有一些人占领了帕姆菲利亚城市西德和阿斯彭多斯上方的丘陵地带,这些地方全部种植着橄榄;而这些地方上方已是山岳地带,由与塞尔盖人和霍莫纳德斯人接壤的卡滕内斯人占领,萨加拉索斯人则占领了朝向米柳阿斯内陆的部分。
§12.7.2φησὶ δʼ Ἀρτεμίδωρος τῶν Πισιδῶν πόλεις εἶναι Σέλγην Σαγαλασσὸν Πετνηλισσὸν Ἄδαδα Τυμβριάδα Κρῆμναν Πιτυασσὸν Ἄμβλαδα Ἀνάβουρα Σίνδα Ἀαρασσὸν Ταρβασσὸν Τερμησσόν·
阿尔特米多鲁斯说,皮西迪亚人的城市有塞尔盖、萨加拉索斯、佩特内利索斯、阿达达、蒂姆布里亚达、克雷姆纳、皮特亚索斯、安布拉达、阿纳布拉、辛达、阿阿拉索斯、塔尔巴索斯和特尔梅索斯。
τούτων δʼ οἱ μέν εἰσι τελέως ὀρεινοί, οἱ δὲ καὶ μέχρι τῶν ὑπωρειῶν καθήκοντες ἐφʼ ἑκάτερα, ἐπί τε τὴν Παμφυλίαν καὶ τὴν Μιλυάδα, Φρυξὶ καὶ Λυδοῖς καὶ Καρσὶν ὅμοροι, πᾶσιν εἰρηνικοῖς ἔθνεσι καίπερ προσβόρροις οὖσιν.
在这些城市中,有些完全位于山区,而另一些则向两侧延伸至山麓,一侧面向帕姆菲利亚,另一侧面向米柳阿斯,并与弗里吉亚人、吕底亚人和卡里亚人接壤,这些虽然位于北方,但全都是和平的民族。
οἱ δὲ Πάμφυλοι πολὺ τοῦ Κιλικίου φύλου μετέχοντες οὐ τελέως ἀφεῖνται τῶν λῃστρικῶν ἔργων, οὐδὲ τοὺς ὁμόρους ἐῶσι καθʼ ἡσυχίαν ζῆν καίπερ τὰ νότια μέρη τῆς ὑπωρείας τοῦ Ταύρου κατέχοντες.
然而,帕姆菲利亚人因含有大量基里基亚人的血统,并未完全免除海盗行为,也不让他们的邻居安居乐业,尽管他们占领了托罗斯山脉山麓的南部地区。
εἰσὶ δὲ τοῖς Φρυξὶν ὅμοροι καὶ τῇ Καρίᾳ Τάβαι καὶ Σίνδα καὶ Ἄμβλαδα, ὅθεν καὶ ὁ Ἀμβλαδεὺς οἶνος ἐκφέρεται πρὸς διαίτας ἰατρικὰς ἐπιτήδειος.
与弗里吉亚和卡里亚接壤的是塔拜、辛达和安布拉达,从那里出口的安布拉达葡萄酒,非常适合作为医疗膳食。
§12.7.3τῶν δʼ οὖν ὀρεινῶν οὓς εἶπον Πισιδῶν οἱ μὲν ἄλλοι κατὰ τυραννίδας μεμερισμένοι, καθάπερ οἱ Κίλικες, λῃστρικῶς ἤσκηνται·
在我提到的那些山岳皮西迪亚人中,其他人则像基里基亚人一样被划分在僭主统治下,受过强盗训练。
φασὶ δʼ αὐτοῖς τῶν Λελέγων συγκαταμιχθῆναι τινὰς τὸ παλαιόν, πλάνητας ἀνθρώπους, καὶ συμμεῖναι διὰ τὴν ὁμοιοτροπίαν αὐτόθι.
据说在古代,一些莱莱格人(一个流浪的民族)与他们混合在一起,并因为性格相似而留在那里。
Σέλγη δὲ ἐξ ἀρχῆς μὲν ὑπὸ Λακεδαιμονίων ἐκτίσθη πόλις, καὶ ἔτι πρότερον ὑπὸ Κάλχαντος·
塞尔盖起初是由拉刻代蒙人建城的,甚至更早是由卡尔卡斯建城。
ὕστερον δὲ καθʼ αὑτὴν ἔμεινεν αὐξηθεῖσα ἐκ τοῦ πολιτεύεσθαι νομίμως, ὥστε καὶ δισμυρίανδρός ποτε εἶναι.
但后来,由于其守法的宪政,它在保持独立的同时不断壮大,以至于曾拥有两万人口。
θαυμαστὴ δʼ ἐστὶν ἡ φύσις τῶν τόπων· ἐν γὰρ ταῖς ἀκρωρείαις τοῦ Ταύρου χώρα μυριάδας τρέφειν δυναμένη σφόδρα εὔκαρπός ἐστιν, ὥστε καὶ ἐλαιόφυτα εἶναι πολλὰ χωρία καὶ εὐάμπελα, νομάς τε ἀφθόνους ἀνεῖσθαι παντοδαποῖς βοσκήμασι· κύκλῳ δʼ ὑπέρκεινται δρυμοὶ ποικίλης ὕλης.
这些地方的自然环境令人惊叹;因为在托罗斯山脉的山脊上,能够养活数万人的土地极其肥沃,以至于许多地方种植了橄榄,葡萄茂盛,并为各种牲畜留下了丰饶的牧场;四周耸立着由各种木材构成的森林。
πλεῖστος δʼ ὁ στύραξ φύεται παρʼ αὐτοῖς, δένδρον οὐ μέγα ὀρθηλόν, ἀφʼ οὗ καὶ τὰ στυράκινα ἀκοντίσματα, ἐοικότα τοῖς κρανεΐνοις· ἐγγίνεται δʼ ἐν τοῖς στελέχεσι ξυλοφάγου τι σκώληκος εἶδος, ὃ μέχρι τῆς ἐπιφανείας διαφαγὸν τὸ ξύλον τὸ μὲν πρῶτον πιτύροις ἢ πρίσμασιν ἐοικός τι ψῆγμα προχεῖ, καὶ σωρὸς συνίσταται πρὸς τῇ ῥίζῃ, μετὰ δὲ ταῦτα ἀπολείβεταί τις ὑγρασία δεχομένη πῆξιν ῥᾳδίαν παραπλησίαν τῇ κόμμει· ταύτης δὲ τὸ μὲν ἐπὶ τὸ ψῆγμα πρὸς τῇ ῥίζῃ κατενεχθὲν ἀναμίγνυται τούτῳ τε καὶ τῇ γῇ, πλὴν ὅσον ἐπιπολῆς συστὰν διαμένει καθαρόν, τὸ δʼ ἐν τῇ ἐπιφανείᾳ τοῦ στελέχους καθʼ ἣν ῥεῖ πήττεται, καὶ τοῦτο καθαρόν· ποιοῦσι δὲ καὶ ἐκ τοῦ μὴ καθαροῦ μῖγμα ξυλομιγές τι καὶ γεωμιγές, εὐωδέστερον τοῦ καθαροῦ, τῇ δʼ ἄλλῃ δυνάμει λειπόμενον (λανθάνει δὲ τοὺς πολλούς), ᾧ πλείστῳ χρῶνται θυμιάματι οἱ δεισιδαίμονες.
他们那里生长着最多的苏合香树,这是一种不大但挺直的树,从此树也制成类似于山茱萸木的苏合香木标枪;在树干里生长着一种食木的蠕虫,它将木头吃穿到表面,起初排泄出类似于糠皮或锯末的木屑,在树根处聚成一堆;此后,会滴下一种类似于树胶、极易凝固的液体;在这种液体中,那些落在树根处木屑上的,会与木屑和泥土混合,只有在表面凝固的部分保持纯净,而在树干流淌处凝固的也是纯净的;他们还用不纯净的部分制成木土混合物,它比纯净的更具香气,但在其他效能上较差(尽管这在大多数人中不为人知),迷信的人最常将其用作香。
ἐπαινεῖται δὲ καὶ ἡ Σελγικὴ ἶρις καὶ τὸ ἀπʼ αὐτῆς ἄλειμμα.
塞尔盖的鸢尾花以及由其制成的软膏也受到称赞。
ἔχει δʼ ὀλίγας προσβάσεις περὶ τὴν πόλιν καὶ τὴν χώραν τὴν Σελγέων, ὀρεινὴν κρημνῶν καὶ χαραδρῶν οὖσαν πλήρη, ἃς ποιοῦσιν ἄλλοι τε ποταμοὶ καὶ ὁ Εὐρυμέδων καὶ ὁ Κέστρος ἀπὸ τῶν Σελγικῶν ὀρῶν εἰς τὴν Παμφυλίαν ἐκπίπτοντες θάλατταν· γέφυραι δʼ ἐπίκεινται ταῖς ὁδοῖς.
通往塞尔盖人的城市和领土的通道很少,那里山高、充满悬崖和峡谷,这些峡谷是由其他河流以及从塞尔盖山脉流入帕姆菲利亚海的欧里梅敦河和凯斯特罗斯河造成的;道路上都架设有桥梁。
διὰ δὲ τὴν ἐρυμνότητα οὔτε πρότερον οὔθʼ ὕστερον οὐδʼ ἅπαξ οἱ Σελγεῖς ἐπʼ ἄλλοις ἐγένοντο, ἀλλὰ τὴν μὲν ἄλλην χώραν ἀδεῶς ἐκαρποῦντο, ὑπὲρ δὲ τῆς κάτω τῆς τε ἐν τῇ Παμφυλίᾳ καὶ τῆς ἐντὸς τοῦ Ταύρου διεμάχοντο πρὸς τοὺς βασιλέας ἀεί· πρὸς δὲ τοὺς Ῥωμαίους ἐπὶ τακτοῖς τισι κατεῖχον τὴν χώραν· πρὸς Ἀλέξανδρον δὲ πρεσβευσάμενοι δέχεσθαι τὰ προστάγματα εἶπον κατὰ φιλίαν· νῦν δὲ ὑπήκοοι τελέως γεγόνασι, καί εἰσιν ἐν τῇ ὑπὸ Ἀμύντᾳ τεταγμένῃ πρότερον.
由于地势险要,塞尔盖人无论在过去还是在后来都从未落入他人之手,而是毫无畏惧地收获着他们其他土地的果实,并且他们一直在为托罗斯山脉内外、以及帕姆菲利亚下方的土地与国王们争斗;而在罗马人面前,他们根据某些条件保有自己的土地;在派遣使节拜谒亚历山大时,他们表示将在友好关系下接受他的命令;但现在他们已完全屈服,属于先前划归阿米恩塔斯管辖的领地。