Humanitext Reader

ストラボン · 地理誌 §12.5.1-12.5.4

ガラティア人の部族制度とペッシヌースの神殿

395 / 577 箇所 · ギリシア語

要旨

ストラボンはガラティア人の起源、三つの部族の分布と政治体制について述べ、ペッシヌースの神々の母の神殿、ゴルディオンなどのプリュギアの古跡、およびタッタ湖の塩の特異な性質を記述する。

§12.5.1πρὸς νότον τοίνυν εἰσὶ τοῖς Παφλαγόσι Γαλάται·
それゆえ、パフラゴニア人の南にはガラティア人が位置している。
τούτων δʼ ἐστὶν ἔθνη τρία, δύο μὲν τῶν ἡγεμόνων ἐπώνυμα, Τροκμοὶ καὶ Τολιστοβώγιοι, τὸ τρίτον δʼ ἀπὸ τοῦ ἐν Κελτικῇ ἔθνους Τεκτόσαγες.
彼らには三つの部族があり、そのうち二つは指導者たちの名にちなんでトロックモイとトリストボギオイと呼ばれ、第三のものはケルトの部族にちなんでテクトサゲスと呼ばれる。
κατέσχον δὲ τὴν χώραν ταύτην οἱ Γαλάται πλανηθέντες πολὺν χρόνον καὶ καταδραμόντες τὴν ὑπὸ τοῖς Ἀτταλικοῖς βασιλεῦσι χώραν καὶ τοῖς Βιθυνοῖς, ἕως παρʼ ἑκόντων ἔλαβον τὴν νῦν Γαλατίαν καὶ Γαλλογραικίαν λεγομένην.
ガラティア人は、長い間放浪し、アッタロス朝の王たちの支配下にある地域やビテュニア人の地域を襲撃したのちに、この地域を占有した。 やがて彼らは、現在のガラティアおよびガッログライキアと呼ばれる地を自発的に譲り受けた。
ἀρχηγὸς δὲ δοκεῖ μάλιστα τῆς περαιώσεως τῆς εἰς τὴν Ἀσίαν γενέσθαι Λεοννόριος.
アジアへの渡海を主導した先導者は、とりわけレオンノリオスであったと考えられている。
τριῶν δὲ ὄντων ἐθνῶν ὁμογλώττων καὶ κατʼ ἄλλο οὐδὲν ἐξηλλαγμένων, ἕκαστον διελόντες εἰς τέτταρας μερίδας τετραρχίαν ἑκάστην ἐκάλεσαν, τετράρχην ἔχουσαν ἴδιον καὶ δικαστὴν ἕνα καὶ στρατοφύλακα ἕνα ὑπὸ τῷ τετράρχῃ τεταγμένους, ὑποστρατοφύλακας δὲ δύο.
同じ言語を話し、他の点では何ら異なるところのない三つの部族があったが、彼らはそれぞれを四つの部分に分割し、それぞれの部分を「テトラルキア(四分領)」と呼んだ。 そして各テトラルキアに独自のテトラルケス(四分領主)を一人置き、さらにテトラルケスの配下に置かれた一人の裁判官と一人の軍司令官、および二人の副軍司令官を置いた。
ἡ δὲ τῶν δώδεκα τετραρχῶν βουλὴ ἄνδρες ἦσαν τριακόσιοι, συνήγοντο δὲ εἰς τὸν καλούμενον Δρυνέμετον.
十二人のテトラルケスたちの評議会は300人の男たちからなり、ドリュネメトンと呼ばれる場所に集まった。
τὰ μὲν οὖν φονικὰ ἡ βουλὴ ἔκρινε, τὰ δὲ ἄλλα οἱ τετράρχαι καὶ οἱ δικασταί.
殺人事件については評議会が裁き、その他の件はテトラルケスたちと裁判官たちが裁いた。
πάλαι μὲν οὖν ἦν τοιαύτη τις ἡ διάταξις, καθʼ ἡμᾶς δὲ εἰς τρεῖς, εἶτʼ εἰς δύο ἡγεμόνας, εἶτα εἰς ἕνα ἧκεν ἡ δυναστεία, εἰς Δηιόταρον, εἶτα ἐκεῖνον διεδέξατο Ἀμύντας·
昔はそのような体制であったが、私たちの時代には、その支配権は三人に、次いで二人の統治者に、次いで一人の支配、すなわちデイオタロスに帰し、次いでアミュンタスが彼の後を継いだ。
νῦν δʼ ἔχουσι Ῥωμαῖοι καὶ ταύτην καὶ τὴν ὑπὸ τῷ Ἀμύντᾳ γενομένην πᾶσαν εἰς μίαν συναγαγόντες ἐπαρχίαν.
しかし現在はローマ人が、この地域とアミュンタスの支配下にあった全領域を一つの属州に統合して、領有している。
§12.5.2ἔχουσι δὲ οἱ μὲν Τροκμοὶ τὰ πρὸς τῷ Πόντῳ καὶ τῇ Καππαδοκίᾳ·
トロックモイはポントスとカッパドキアに隣接する地域を領有している。
ταῦτα δʼ ἐστὶ τὰ κράτιστα ὧν νέμονται Γαλάται·
これらはガラティア人が占有している土地の中で最も優れた地域である。
φρούρια δʼ αὐτοῖς τετείχισται τρία, Τάουιον, ἐμπόριον τῶν ταύτῃ, ὅπου ὁ τοῦ Διὸς κολοσσὸς χαλκοῦς καὶ τέμενος αὐτοῦ ἄσυλον, καὶ Μιθριδάτιον, ὃ ἔδωκε Πομπήιος Βογοδιατάρῳ τῆς Ποντικῆς βασιλείας ἀφορίσας, τρίτον δέ πω Δανάλα, ὅπου τὸν σύλλογον ἐποιήσαντο Πομπήιός τε καὶ Λεύκολλος, ὁ μὲν ἥκων ἐπὶ τὴν τοῦ πολέμου διαδοχὴν ὁ δὲ παραδιδοὺς τὴν ἐξουσίαν καὶ ἀπαίρων ἐπὶ τὸν θρίαμβον.
彼らには三つの砦が築かれており、この地域の商業中心地であるタウイオンがあり、そこには青銅製のゼウスの巨像と、その避難所(アシュロン)となる神域がある。 そしてミトリダティオンがあり、これはポンペイウスがポントス王国から切り離してボゴディアタロスに与えたものである。 第三はダナラと呼ばれるべきところで、そこではポンペイウスとルクルスが会見を行い、一方は戦争の指揮を引き継ぐために赴き、他方は権限を委譲して凱旋式のために出発した。
Τροκμοὶ μὲν δὴ ταῦτʼ ἔχουσι τὰ μέρη, Τεκτόσαγες δὲ τὰ πρὸς τῇ μεγάλῃ Φρυγίᾳ τῇ κατὰ Πεσσινοῦντα καὶ Ὀρκαόρκους·
トロックモイは確かにこれらの地域を領有しているが、テクトサゲスは、ペッシヌースやオルカオルコイの近辺の大プリュギアに隣接する地域を領有している。
τούτων δʼ ἦν φρούριον Ἄγκυρα ὁμώνυμος τῇ πρὸς Λυδίᾳ περὶ Βλαῦδον πολίχνῃ Φρυγιακῇ.
彼らの砦はアンキュラであり、これはリュディアに隣接するブラウドス周辺のプリュギアの小都市と同名である。
Τολιστοβώγιοι δὲ ὅμοροι Βιθυνοῖς εἰσι καὶ τῇ Ἐπικτήτῳ καλουμένῃ Φρυγίᾳ·
トリストボギオイはビテュニア人およびエピクテトスと呼ばれるプリュギアと隣接している。
φρούρια δʼ αὐτῶν ἐστι τό τε Βλούκιον καὶ τὸ Πήιον, ὧν τὸ μὲν ἦν βασίλειον Δηιοτάρου, τὸ δὲ γαζοφυλάκιον.
彼らの砦はブルキオンとペイオンであり、前者はデイオタロスの宮殿であり、後者は彼の宝物庫であった。
§12.5.3Πεσσινοῦς δʼ ἐστὶν ἐμπόριον τῶν ταύτῃ μέγιστον, ἱερὸν ἔχον τῆς μητρὸς τῶν θεῶν σεβασμοῦ μεγάλου τυγχάνον·
ペッシヌースはこの地域で最大の商業中心地であり、大いなる崇敬を受けている神々の母の神殿を擁している。
καλοῦσι δʼ αὐτὴν Ἄγδιστιν.
彼らは彼女をアグディスティスと呼んでいる。
οἱ δʼ ἱερεῖς τὸ παλαιὸν μὲν δυνάσται τινὲς ἦσαν, ἱερωσύνην καρπούμενοι μεγάλην, νυνὶ δὲ τούτων μὲν αἱ τιμαὶ πολὺ μεμείωνται, τὸ δὲ ἐμπόριον συμμένει·
古くは、神官たちは大きな神官職の恩恵を享受する支配者たちであったが、今日では、彼らの特権は大幅に減少しているものの、商業中心地としては存続している。
κατεσκεύασται δʼ ὑπὸ τῶν Ἀτταλικῶν βασιλέων ἱεροπρεπῶς τὸ τέμενος ναῷ τε καὶ στοαῖς λευκολίθοις·
その神域は、アッタロス朝の王たちによって白大理石の神殿や柱廊で荘厳に整えられた。
ἐπιφανὲς δʼ ἐποίησαν Ῥωμαῖοι τὸ ἱερόν, ἀφίδρυμα ἐνθένδε τῆς θεοῦ μεταπεμψάμενοι κατὰ τοὺς τῆς Σιβύλλης χρησμούς, καθάπερ καὶ τοῦ Ἀσκληπιοῦ τοῦ ἐν Ἐπιδαύρῳ.
ローマ人は、シビュラの神託に従ってこの女神の御体をここから招来し、エピダウロスのアスクレピオスの場合と同様に、この神殿を有名にした。
ἔστι δὲ καὶ ὄρος ὑπερκείμενον τῆς πόλεως τὸ Δίνδυμον, ἀφʼ οὗ ἡ Δινδυμηνή, καθάπερ ἀπὸ τῶν Κυβέλων ἡ Κυβέλη.
また、都市の上方にはディンドュモン山があり、そこから(女神は)ディンドュメネと呼ばれ、キュベラ山からキュベレと呼ばれるのと同様である。
πλησίον δὲ καὶ ὁ Σαγγάριος ποταμὸς ποιεῖται τὴν ῥύσιν·
その近くをサンガリオス川が流れている。
ἐπὶ δὲ τούτῳ τὰ παλαιὰ τῶν Φρυγῶν οἰκητήρια Μίδου καὶ ἔτι πρότερον Γορδίου καὶ ἄλλων τινῶν, οὐδʼ ἴχνη σώζοντα πόλεων, ἀλλὰ κῶμαι μικρῷ μείζους τῶν ἄλλων, οἷόν ἐστι τὸ Γόρδιον καὶ Γορβεοῦς, τὸ τοῦ Κάστορος βασίλειον τοῦ Σαωκονδάρου, ἐν ᾧ γαμβρὸν ὄντα τοῦτον ἀπέσφαξε Δηιόταρος καὶ τὴν θυγατέρα τὴν ἑαυτοῦ·
この川沿いには、ミダス、さらにはそれ以前のゴルディオスやその他の者たちのプリュギア人の古い居住地があるが、都市の痕跡すら残っておらず、他のものよりわずかに大きな村々にすぎない。 その例としてはゴルディオンや、サオコンダロスの息子カストルの宮殿であったゴルベウスが挙げられる。 デイオタロスは、自分の娘婿であったこのカストルと、自分の娘をそこで殺害した。
τὸ δὲ φρούριον κατέσπασε καὶ διελυμήνατο τὸ πλεῖστον τῆς κατοικίας.
そして彼はその砦を取り壊し、居住地の大部分を破壊した。
§12.5.4μετὰ δὲ τὴν Γαλατίαν πρὸς νότον ἥ τε λίμνη ἐστὶν ἡ Τάττα, παρακειμένη τῇ μεγάλῃ Καππαδοκίᾳ τῇ κατὰ τοὺς Μοριμηνούς, μέρος δʼ οὖσα τῆς μεγάλης Φρυγίας, καὶ ἡ συνεχὴς ταύτῃ μέχρι τοῦ Ταύρου, ἧς τὴν πλείστην Ἀμύντας εἶχεν.
ガラティアの南には、モリメネの人々の近辺の大カッパドキアに隣接し、大プリュギアの一部であるタッタ湖があり、また、これに隣接してタウロス山脈に至る、アミュンタスがその大部分を支配していた地域がある。
ἡ μὲν οὖν Τάττα ἁλοπήγιόν ἐστιν αὐτοφυές, οὕτω δὲ περιπήττεται ῥᾳδίως τὸ ὕδωρ παντὶ τῷ βαπτισθέντι εἰς αὐτὸ ὥστε στεφάνους ἁλῶν ἀνέλκουσιν, ἐπειδὰν καθῶσι κύκλον σχοίνινον, τά τε ὄρνεα ἁλίσκεται τὰ προσαψάμενα τῷ πτερώματι τοῦ ὕδατος παραχρῆμα πίπτοντα διὰ τὴν περίπηξιν τῶν ἁλῶν.
タッタ湖は天然の塩田であり、その水は、そこに浸されたあらゆるものの周囲に非常に容易に凝固するため、ロープで作った輪を投げ入れると、塩の冠を引き上げることができる。 また、その羽で水に触れた鳥は、塩の凝固のために即座に落下して捕らえられてしまう。

語釈・文法注

  1. 12.5.1τριῶν δὲ ὄντων ἐθνῶν ὁμογλώττων — 属格独立絶対構文 `τριῶν δὲ ὄντων ἐθνῶν...`(三つの部族があるが)は、主節の主格分詞 `διελόντες`(ガラティア人を指す三人称複数)と意味上の主語が異なるために用いられている。
  2. 12.5.2τρίτον δέ πω Δανάλα — `δέ πω`(あるいは `δέ πως`)は、「いわば」「何というか」を意味する小辞 `πως`(イオニア方言形 `πω`)を伴い、表現を緩和する機能を持ち、「第三のものとしては、いわばダナラがある」のように解釈される。
  3. 12.5.3ἐν ᾧ γαμβρὸν ὄντα τοῦτον ἀπέσφαξε — `τοῦτον`(カストル)は他動詞 `ἀπέσφαξε`(殺害した)の直接目的語であり、`γαμβρὸν ὄντα`(婿であった)はその直接目的語を説明する対格の分詞句である。また、続く `καὶ τὴν θυγατέρα τὴν ἑαυτοῦ`(および彼自身の娘を)も同じ動詞の目的語である。

この箇所を引用する

ストラボン, 地理誌 §12.5.1-12.5.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:12.5.1-12.5.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。