§12.4.6καὶ τὸν Αἴσηπον δὲ τῶν Μυσῶν ὅριον παραδίδωσιν αὐτὸς ὁ ποιητής·
また、詩人(ホメロス)自身もアイセポス川をミュシア人の境界として伝えている。
τὴν γὰρ ὑπὲρ τοῦ Ἰλίου παρώρειαν τῆς Τροίας καταλέξας τὴν ὑπʼ Αἰνείᾳ ἣν Δαρδανίαν ἐκάλεσε, τίθησιν ἐφεξῆς πρὸς ἄρκτον καὶ τὴν Λυκίαν τὴν ὑπὸ Πανδάρῳ ἐν ᾗ ἡ Ζέλεια·
というのも、彼はアイネイアス配下にあって彼がダーダニアと呼んだ、イリオスの上方にあるトロイアの山麓(の領域)を列挙したのち、続いて北に、ゼレイアが位置するパンダロス配下のリュキアを置いているからである。
καὶ φησίν
"
οἳ δὲ Ζέλειαν ἔναιον ὑπαὶ πόδα νείατον Ἴδης,
ἀφνειοί, πίνοντες ὕδωρ μέλαν Αἰσήποιο
Τρῶες.
そして彼はこう言っている。 「彼らはイーデーの最も低い麓の下に、ゼレイアを住処としていた。 富裕であり、黒いアイセポス(川)の水を飲むトロイア人たち。
"
τῇ δὲ Ζελείᾳ ὑποπέπτωκε πρὸς θαλάττῃ ἐπίταδε τοῦ Αἰσήπου τὸ τῆς Ἀδραστείας πεδίον καὶ Τήρεια καὶ ἡ Πιτύα καὶ καθόλου ἡ νῦν Κυζικηνὴ ἡ πρὸς Πριάπῳ ἣν ἐφεξῆς καταλέγει, εἶτα ἀνακάμπτει πάλιν ἐπὶ τὰ πρὸς ἕω μέρη καὶ τὰ ἐπέκεινα, ὥστε ἐμφαίνει τὴν μέχρι Αἰσήπου πέρας ἡγούμενος τῆς Τρῳάδος τὸ ἀρκτικὸν καὶ ἑῷον.
」ゼレイアの下、海に向かって、アイセポス川の手前には、アドラステイアの平野とテーレイア、ピテュアがあり、全体として、彼が次に列挙しているプリアポス近くの現在のキュジコス領がある。 それから彼は再び東側の部分とその彼方へと引き返している。 したがって、彼はトロイアの北と東の限界をアイセポス川までと考えていることを示している。
ἀλλὰ μὴν μετά γε τὴν Τρῳάδα ἡ Μυσία ἐστὶ καὶ ὁ Ὄλυμπος.
しかしながら、トロイアの次にはミュシアとオリンポス山がある。
ἡ μὲν οὖν παλαιὰ μνήμη τοιαύτην τινὰ ὑπαγορεύει τὴν τῶν ἐθνῶν θέσιν.
それゆえ、古い記憶はそのような諸民族の配置を示唆している。
αἱ δὲ νῦν μεταβολαὶ τὰ πολλὰ ἐξήλλαξαν, ἄλλοτʼ ἄλλων ἐπικρατούντων καὶ τὰ μὲν συγχεόντων τὰ δὲ διασπώντων.
しかし現在の変化は多くのことを変えてしまった。 別の者たちが次々と支配権を握り、あるものは混乱させ、あるものは分裂させたからである。
καὶ γὰρ Φρύγες ἐπεκράτησαν καὶ Μυσοὶ μετὰ τὴν Τροίας ἅλωσιν, εἶθʼ ὕστερον Λυδοὶ καὶ μετʼ ἐκείνων Αἰολεῖς καὶ Ἴωνες, ἔπειτα Πέρσαι καὶ Μακεδόνες, τελευταῖοι δὲ Ῥωμαῖοι, ἐφʼ ὧν ἤδη καὶ τὰς διαλέκτους καὶ τὰ ὀνόματα ἀποβεβλήκασιν οἱ πλεῖστοι, γεγονότος ἑτέρου τινὸς μερισμοῦ τῆς χώρας, οὗ μᾶλλον φροντίσαι δεῖ τὰ νῦν οἷʼ ἔστι λέγοντας, τῇ δὲ ἀρχαιολογίᾳ μετρίως προσέχοντας.
というのも、トロイアの陥落ののちにプリュギア人とミュシア人が支配し、その後にリュディア人が、そして彼らと共にアイオリス人とイオニア人が、そののちにペルシア人とマケドニア人が、最後にローマ人が支配したからである。 彼らの時代には、地域の別の分割が生じたために、すでに大部分の人々がその方言も名前も失ってしまっている。 現在の様子を語る者としては、そちらをより気にかけるべきであり、古代の歴史(考古的な話)には適度に注意を払うにとどめるべきである。
§12.4.7ἐν δὲ τῇ μεσογαίᾳ τῆς Βιθυνίας τό τε Βιθύνιον ἔστιν ὑπερκείμενον τοῦ Τιείου καὶ ἔχον τὴν περὶ Σάλωνα χώραν ἀρίστην βουβοσίοις, ὅθεν ἐστὶν ὁ Σαλωνίτης τυρός, καὶ Νίκαια ἡ μητρόπολις τῆς Βιθυνίας ἐπὶ τῇ Ἀσκανίᾳ λίμνῃ (περίκειται δὲ κύκλῳ πεδίον μέγα καὶ σφόδρα εὔδαιμον, οὐ πάνυ δὲ ὑγιεινὸν τοῦ θέρους), κτίσμα Ἀντιγόνου μὲν πρῶτον τοῦ Φιλίππου, ὃς αὐτὴν Ἀντιγόνειαν προσεῖπεν, εἶτα Λυσιμάχου, ὃς ἀπὸ τῆς γυναικὸς μετωνόμασε Νίκαιαν·
ビテュニアの内陸には、ティエイオンの上方に位置し、牛の放牧に最適なサロナ周辺の地域(ここからサロニテス・チーズが産出される)を擁するビテュニオンがあり、また、アスカニア湖畔にあるビテュニアの母都市ニカイアがある(その周囲には広大で極めて豊かな平野が広がっているが、夏はあまり健康に良くない)。 これは最初はフィリッポスの息子アンティゴノスによって創建され、彼はこれをアンティゴネイアと呼んだが、次にリュシマコスが、妻にちなんでニカイアと改名した。
ἦν δʼ αὕτη θυγάτηρ Ἀντιπάτρου.
彼女はアンティパトロスの娘であった。
ἔστι δὲ τῆς πόλεως ἑκκαιδεκαστάδιος ὁ περίβολος ἐν τετραγώνῳ σχήματι·
この都市の周壁は16スタディオンで、四角い形をしている。
ἔστι δὲ καὶ τετράπυλος ἐν πεδίῳ κείμενος ἐρρυμοτομημένος πρὸς ὀρθὰς γωνίας, ὥστʼ ἀφʼ ἑνὸς λίθου κατὰ μέσον ἱδρυμένου τὸ γυμνάσιον τὰς τέτταρας ὁρᾶσθαι πύλας.
また、平野に位置し、直角に道路が区画されており、中央に建てられたギムナシオンの中にある一つの石から四つの門がすべて見えるようになっている。
μικρὸν δʼ ὑπὲρ τῆς Ἀσκανίας λίμνης Ὀτροία πολίχνη, πρὸς τοῖς ὅροις ἤδη τῆς Βιθυνίας τοῖς πρὸς ἕω·
アスカニア湖から少し上がったところには、ビテュニアの東の境界近くに、オトロイアという小都市がある。
εἰκάζουσι δʼ ἀπὸ Ὀτρέως Ὀτροίαν καλεῖσθαι.
人々はオトレウスにちなんでオトロイアと呼ばれていると推測している。
§12.4.8ὅτι δʼ ἦν κατοικία Μυσῶν ἡ Βιθυνία πρῶτον μαρτυρήσει Σκύλαξ ὁ Καρυανδεὺς φήσας περιοικεῖν τὴν Ἀσκανίαν λίμνην Φρύγας καὶ Μυσούς, ἔπειτα Διονύσιος ὁ τὰς κτίσεις συγγράψας, ὃς τὰ κατὰ Χαλκηδόνα καὶ Βυζάντιον στενά, ἃ νῦν Θρᾴκιος Βόσπορος καλεῖται, πρότερόν φησι Μύσιον Βόσπορον προσαγορεύεσθαι·
ビテュニアが最初はミュシア人の居住地であったことについては、まずカリュアンダのスキュラクスが、アスカニア湖の周囲にプリュギア人とミュシア人が住んでいると述べていることが証言するだろう。 次に、都市の創建について書いたディオニュシオスが、現在セナ(狭水路)と呼ばれるカルケドンとビュザンティオンの間のそれ(海峡)が、以前はミュシオス・ボスボロス(ミュシアのボスボロス)と呼ばれていたと述べている。
τοῦτο δʼ ἄν τις καὶ τοῦ Θρᾷκας εἶναι τοὺς Μυσοὺς μαρτύριον θείη·
このことは、ミュシア人がトラキア人であったことの証拠としても提示できるだろう。
ὅ τε Εὐφορίων
"
Μυσοῖο παρʼ ὕδασιν Ἀσκανίοιο
"
λέγων, καὶ ὁ Αἰτωλὸς Ἀλέξανδρος
"
οἳ καὶ ἐπʼ Ἀσκανίων δώματʼ ἔχουσι ῥοῶν
λίμνης Ἀσκανίης ἐπὶ χείλεσιν, ἔνθα Δολίων
υἱὸς Σιληνοῦ νάσσατο καὶ Μελίης
"
τὸ αὐτὸ ἐκμαρτυροῦσιν, οὐδαμοῦ τῆς Ἀσκανίας λίμνης εὑρισκομένης ἀλλʼ ἐνταῦθα μόνον.
エウポリオーンが「ミュシアのアスカニオス川の水辺で」と言い、エトリアのアレクサンドロスが「アスカニア湖の岸辺、シレノスとメリエの息子であるドリオーンが定住したところで、アスカニオスの流れの上に住まいを持つ者たち」と言っていることも、同じことを証言している。 というのも、アスカニア湖はここにしかないからである。
§12.4.9ἄνδρες δʼ ἀξιόλογοι κατὰ παιδείαν γεγόνασιν ἐν τῇ Βιθυνίᾳ Ξενοκράτης τε ὁ φιλόσοφος καὶ Διονύσιος ὁ διαλεκτικὸς καὶ Ἵππαρχος καὶ Θεοδόσιος καὶ οἱ παῖδες αὐτοῦ μαθηματικοὶ Κλεοχάρης τε ῥήτωρ ὅ Μυρλεανὸς Ἀσκληπιάδης ἰατρός ὁ Προυσιεύς.
ビテュニアで教養において著名な人物としては、哲学者のクセノクラテス、弁証学者のディオニュシオス、ヒッパルコス、テオドシオスおよびその息子たちである数学者、修辞学者のクレオカレス(ミュルレイア出身)、そして医師のアスクレピアデス(プルシアス出身)が輩出している。
§12.4.10πρὸς νότον δʼ εἰσὶ τοῖς Βιθυνοῖς οἱ περὶ τὸν Ὄλυμπον Μυσοὶ (οὓς Ὀλυμπηνοὺς καλοῦσί τινες, οἱ δʼ Ἑλλησποντίους) καὶ ἡ ἐφʼ Ἑλλησπόντῳ Φρυγία, τοῖς δὲ Παφλαγόσι Γαλάται·
ビテュニア人の南には、オリンポス周辺のミュシア人(彼らをオリンペノイと呼ぶ者もいれば、ヘッレスポンティオイと呼ぶ者もいる)と、ヘッレスポントス沿いのプリュギアが位置し、パフラゴニア人の南にはガラティア人が位置している。
ἀμφοτέρων τε τούτων ἔτι πρὸς νότον ἡ μεγάλη Φρυγία καὶ Λυκαονία μέχρι τοῦ Ταύρου τοῦ Κιλικίου καὶ τοῦ Πισιδικοῦ.
これら両者のさらに南には、キリキアおよびピシディアのタウロス山脈に至る大プリュギアとリュカオニアが位置している。
ἐπεὶ δὲ τὰ τῇ Παφλαγονίᾳ συνεχῆ παράκειται τῷ Πόντῳ καὶ τῇ Καππαδοκίᾳ καὶ τοῖς ἤδη περιωδευμένοις ἔθνεσιν, οἰκεῖον ἂν εἴη τὰ τούτοις γειτονοῦντα μέρη προσαποδοῦναι πρῶτον, ἔπειτα τοὺς ἑξῆς τόπους παραδεῖξαι.
パフラゴニアに隣接する地域は、ポントス海とカッパドキア、およびすでに巡った諸民族の地域に並置されているので、まずこれらの地域に隣接する部分を説明し、その次に続く場所を示すのが適切であろう。