§12.5.1πρὸς νότον τοίνυν εἰσὶ τοῖς Παφλαγόσι Γαλάται· τούτων δʼ ἐστὶν ἔθνη τρία, δύο μὲν τῶν ἡγεμόνων ἐπώνυμα, Τροκμοὶ καὶ Τολιστοβώγιοι, τὸ τρίτον δʼ ἀπὸ τοῦ ἐν Κελτικῇ ἔθνους Τεκτόσαγες.
因此,在帕夫拉戈尼亚人的南面是加拉太人;他们有三个部落,其中两个是以其领袖的名字命名的,即托克米人和托利斯托波吉人,第三个部落泰克托萨格人则是得名于凯尔特本部的同名部落。
κατέσχον δὲ τὴν χώραν ταύτην οἱ Γαλάται πλανηθέντες πολὺν χρόνον καὶ καταδραμόντες τὴν ὑπὸ τοῖς Ἀτταλικοῖς βασιλεῦσι χώραν καὶ τοῖς Βιθυνοῖς, ἕως παρʼ ἑκόντων ἔλαβον τὴν νῦν Γαλατίαν καὶ Γαλλογραικίαν λεγομένην.
加拉太人在漫长的流浪之后占领了这片土地,他们曾袭击阿塔罗斯朝诸王统治下的地区以及比提尼亚人的领地,直到他们自愿从原住民手中接管了现在被称为加拉太和加洛格赖基亚的土地。
ἀρχηγὸς δὲ δοκεῖ μάλιστα τῆς περαιώσεως τῆς εἰς τὴν Ἀσίαν γενέσθαι Λεοννόριος.
莱翁诺里奥斯被认为是进入亚洲的主要渡海先导。
τριῶν δὲ ὄντων ἐθνῶν ὁμογλώττων καὶ κατʼ ἄλλο οὐδὲν ἐξηλλαγμένων, ἕκαστον διελόντες εἰς τέτταρας μερίδας τετραρχίαν ἑκάστην ἐκάλεσαν, τετράρχην ἔχουσαν ἴδιον καὶ δικαστὴν ἕνα καὶ στρατοφύλακα ἕνα ὑπὸ τῷ τετράρχῃ τεταγμένους, ὑποστρατοφύλακας δὲ δύο.
虽然这三个部落使用相同的语言,在其他方面也毫无二致,但他们将每个部落划分为四个部分,称每个部分为“四分领(tetrarchy)”,每个四分领有其自己的四分领主(tetrarch),并设有四分领主手下的一名法官和一名军司令官(stratophylax),以及两名副司令官(hypostratophylaces)。
ἡ δὲ τῶν δώδεκα τετραρχῶν βουλὴ ἄνδρες ἦσαν τριακόσιοι, συνήγοντο δὲ εἰς τὸν καλούμενον Δρυνέμετον.
十二位四分领主的会议由三百人组成,他们聚集在被称为德里内梅通的地方。
τὰ μὲν οὖν φονικὰ ἡ βουλὴ ἔκρινε, τὰ δὲ ἄλλα οἱ τετράρχαι καὶ οἱ δικασταί.
会议审理谋杀案件,而四分领主和法官们则裁决其他事务。
πάλαι μὲν οὖν ἦν τοιαύτη τις ἡ διάταξις, καθʼ ἡμᾶς δὲ εἰς τρεῖς, εἶτʼ εἰς δύο ἡγεμόνας, εἶτα εἰς ἕνα ἧκεν ἡ δυναστεία, εἰς Δηιόταρον, εἶτα ἐκεῖνον διεδέξατο Ἀμύντας· νῦν δʼ ἔχουσι Ῥωμαῖοι καὶ ταύτην καὶ τὴν ὑπὸ τῷ Ἀμύντᾳ γενομένην πᾶσαν εἰς μίαν συναγαγόντες ἐπαρχίαν.
古时候,他们的体制是这样的,但在我们的时代,统治权归于三个人,接着是两个统治者,最后归于一人,即德伊奥塔罗斯,此后阿米恩塔斯继承了他;现在罗马人拥有了这一地区以及阿米恩塔斯统治下的所有领地,并将它们合并为一个行省。
§12.5.2ἔχουσι δὲ οἱ μὲν Τροκμοὶ τὰ πρὸς τῷ Πόντῳ καὶ τῇ Καππαδοκίᾳ· ταῦτα δʼ ἐστὶ τὰ κράτιστα ὧν νέμονται Γαλάται·
托克米人占有靠近波恩图斯和卡帕多奇亚的地方;这些是加拉太人占有的最好的土地。
φρούρια δʼ αὐτοῖς τετείχισται τρία, Τάουιον, ἐμπόριον τῶν ταύτῃ, ὅπου ὁ τοῦ Διὸς κολοσσὸς χαλκοῦς καὶ τέμενος αὐτοῦ ἄσυλον, καὶ Μιθριδάτιον, ὃ ἔδωκε Πομπήιος Βογοδιατάρῳ τῆς Ποντικῆς βασιλείας ἀφορίσας, τρίτον δέ πω Δανάλα, ὅπου τὸν σύλλογον ἐποιήσαντο Πομπήιός τε καὶ Λεύκολλος, ὁ μὲν ἥκων ἐπὶ τὴν τοῦ πολέμου διαδοχὴν ὁ δὲ παραδιδοὺς τὴν ἐξουσίαν καὶ ἀπαίρων ἐπὶ τὸν θρίαμβον.
他们筑有三个城堡,即塔维翁——该地区人们的贸易中心,那里有一尊青铜的宙斯巨像和他的享有庇护权的圣域;还有米特里达蒂翁,这是庞培从波恩图斯王国中划分出来赠予博戈迪亚塔罗斯的;第三个可以说是达纳拉,庞培和卢库鲁斯曾在此会晤,一人前来接任战争的指挥权,另一人移交权力并启程举行凯旋式。
Τροκμοὶ μὲν δὴ ταῦτʼ ἔχουσι τὰ μέρη, Τεκτόσαγες δὲ τὰ πρὸς τῇ μεγάλῃ Φρυγίᾳ τῇ κατὰ Πεσσινοῦντα καὶ Ὀρκαόρκους· τούτων δʼ ἦν φρούριον Ἄγκυρα ὁμώνυμος τῇ πρὸς Λυδίᾳ περὶ Βλαῦδον πολίχνῃ Φρυγιακῇ.
托克米人占领着这些地区,而泰克托萨格人则占领着靠近佩西努斯和奥尔卡奥尔科伊方向的大弗里吉亚部分;他们的城堡是安基拉,它与吕底亚附近布劳杜斯周边的弗里吉亚小镇同名。
Τολιστοβώγιοι δὲ ὅμοροι Βιθυνοῖς εἰσι καὶ τῇ Ἐπικτήτῳ καλουμένῃ Φρυγίᾳ· φρούρια δʼ αὐτῶν ἐστι τό τε Βλούκιον καὶ τὸ Πήιον, ὧν τὸ μὲν ἦν βασίλειον Δηιοτάρου, τὸ δὲ γαζοφυλάκιον.
托利斯托波吉人与比提尼亚人以及被称为埃皮克特托斯的弗里吉亚接壤;他们的城堡是布卢基翁和佩翁,前者是德伊奥塔罗斯的王宫,后者是他的宝库。
§12.5.3Πεσσινοῦς δʼ ἐστὶν ἐμπόριον τῶν ταύτῃ μέγιστον, ἱερὸν ἔχον τῆς μητρὸς τῶν θεῶν σεβασμοῦ μεγάλου τυγχάνον· καλοῦσι δʼ αὐτὴν Ἄγδιστιν.
佩西努斯是这一地区最大的贸易中心,拥有一座享有极大崇敬的神之母神庙;他们称她为阿格迪斯蒂斯。
οἱ δʼ ἱερεῖς τὸ παλαιὸν μὲν δυνάσται τινὲς ἦσαν, ἱερωσύνην καρπούμενοι μεγάλην, νυνὶ δὲ τούτων μὲν αἱ τιμαὶ πολὺ μεμείωνται, τὸ δὲ ἐμπόριον συμμένει·
在古时候,祭司们确实是享有巨大神职特权的统治者,但现在他们的特权已被大大削减,尽管该贸易中心依然存在。
κατεσκεύασται δʼ ὑπὸ τῶν Ἀτταλικῶν βασιλέων ἱεροπρεπῶς τὸ τέμενος ναῷ τε καὶ στοαῖς λευκολίθοις· ἐπιφανὲς δʼ ἐποίησαν Ῥωμαῖοι τὸ ἱερόν, ἀφίδρυμα ἐνθένδε τῆς θεοῦ μεταπεμψάμενοι κατὰ τοὺς τῆς Σιβύλλης χρησμούς, καθάπερ καὶ τοῦ Ἀσκληπιοῦ τοῦ ἐν Ἐπιδαύρῳ.
阿塔罗斯朝的国王们用白石建造了神殿和柱廊,使该圣域显得庄严神圣;罗马人因根据西比拉的预言从这里迎请了女神的雕像(或分灵)而使这座神庙闻名遐迩,就像他们对埃皮道鲁斯的阿斯克勒庇俄斯神庙所做的一样。
ἔστι δὲ καὶ ὄρος ὑπερκείμενον τῆς πόλεως τὸ Δίνδυμον, ἀφʼ οὗ ἡ Δινδυμηνή, καθάπερ ἀπὸ τῶν Κυβέλων ἡ Κυβέλη.
城市上方还有一座迪恩迪蒙山,女神因此被称为迪恩迪梅内,就像她因塞贝拉山而被简称为塞贝莱一样。
πλησίον δὲ καὶ ὁ Σαγγάριος ποταμὸς ποιεῖται τὴν ῥύσιν· ἐπὶ δὲ τούτῳ τὰ παλαιὰ τῶν Φρυγῶν οἰκητήρια Μίδου καὶ ἔτι πρότερον Γορδίου καὶ ἄλλων τινῶν, οὐδʼ ἴχνη σώζοντα πόλεων, ἀλλὰ κῶμαι μικρῷ μείζους τῶν ἄλλων, οἷόν ἐστι τὸ Γόρδιον καὶ Γορβεοῦς, τὸ τοῦ Κάστορος βασίλειον τοῦ Σαωκονδάρου, ἐν ᾧ γαμβρὸν ὄντα τοῦτον ἀπέσφαξε Δηιόταρος καὶ τὴν θυγατέρα τὴν ἑαυτοῦ· τὸ δὲ φρούριον κατέσπασε καὶ διελυμήνατο τὸ πλεῖστον τῆς κατοικίας.
圣加里奥斯河也在附近流过;这条河畔有弗里吉亚人的古老住所,属于米达斯以及更早的戈尔迪乌斯和其他人,这些地方甚至没有留下城市的痕迹,而只是比其他村庄稍大一些的村庄,例如戈尔迪翁和戈尔贝乌斯,后者是萨奥孔达罗斯之子卡斯托尔的王宫,德伊奥塔罗斯在此杀害了这位作为他女婿的卡斯托尔以及他自己的女儿;他还拆毁了该城堡并毁坏了大部分定居点。
§12.5.4μετὰ δὲ τὴν Γαλατίαν πρὸς νότον ἥ τε λίμνη ἐστὶν ἡ Τάττα, παρακειμένη τῇ μεγάλῃ Καππαδοκίᾳ τῇ κατὰ τοὺς Μοριμηνούς, μέρος δʼ οὖσα τῆς μεγάλης Φρυγίας, καὶ ἡ συνεχὴς ταύτῃ μέχρι τοῦ Ταύρου, ἧς τὴν πλείστην Ἀμύντας εἶχεν.
在加拉太以南是塔塔湖,它紧邻莫里梅尼人地区的大卡帕多奇亚,并且是大弗里吉亚的一部分,此外还有与此相连一直延伸到托罗斯山脉的地区,阿米恩塔斯占有该地区的绝大部分。
ἡ μὲν οὖν Τάττα ἁλοπήγιόν ἐστιν αὐτοφυές, οὕτω δὲ περιπήττεται ῥᾳδίως τὸ ὕδωρ παντὶ τῷ βαπτισθέντι εἰς αὐτὸ ὥστε στεφάνους ἁλῶν ἀνέλκουσιν, ἐπειδὰν καθῶσι κύκλον σχοίνινον, τά τε ὄρνεα ἁλίσκεται τὰ προσαψάμενα τῷ πτερώματι τοῦ ὕδατος παραχρῆμα πίπτοντα διὰ τὴν περίπηξιν τῶν ἁλῶν.
塔塔湖是一个天然的盐田,其湖水极易在浸入其中的任何物体周围凝结,以至于当人们放下一圈绳子时,能拉起盐结成的冠冕;由于盐的迅速凝结,用羽翼接触到湖水的鸟类会立即坠落并被捕获。