§12.3.5τοὺς δὲ Καύκωνας, οὓς ἱστοροῦσι τὴν ἐφεξῆς οἰκῆσαι παραλίαν τοῖς Μαριανδυνοῖς μέχρι τοῦ Παρθενίου ποταμοῦ πόλιν ἔχοντας τὸ Τίειον, οἱ μὲν Σκύθας φασὶν οἱ δὲ τῶν Μακεδόνων τινὰς οἱ δὲ τῶν Πελασγῶν·
カウコネス人については――彼らはマリアンデュノイ人に隣接しパルテニオス川に至る沿岸地方に居住し、ティエイオンという都市を領有していたと伝えられるが――ある人々はスキタイ人であると言い、別の人々はマケドニア人の一部であると言い、さらに他の人々はペラスゴイ人であると言う。
εἴρηται δέ που καὶ περὶ τούτων πρότερον.
これらについては、おそらく以前にもどこかで述べられた。
Καλλισθένης δὲ καὶ ἔγραφε τὰ ἔπη ταῦτα εἰς τὸν διάκοσμον, μετὰ τὸ
"
Κρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους
"
τιθείς
"
Καύκωνας δʼ αὖτʼ ἦγε Πολυκλέος υἱὸς ἀμύμων,
οἳ περὶ Παρθένιον ποταμὸν κλυτὰ δώματʼ ἔναιον.
またカリステネスは、「クロムナとアイギアロス、そして高きエリュティノイ」の後に、「他方、カウコネス人を率いたのはポリュクレスの高潔な息子であり、彼らはパルテニオス川の周囲に誉れ高き住まいを構えていた」というこれら詩句を置いて、船団の目録の中に書き加えていた。
"
παρήκειν γὰρ ἀφʼ Ἡρακλείας καὶ Μαριανδυνῶν μέχρι Λευκοσύρων, οὓς ἡμεῖς Καππάδοκας προσαγορεύομεν, τό τε τῶν Καυκώνων γένος τὸ περὶ τὸ Τίειον μέχρι Παρθενίου καὶ τὸ τῶν Ἐνετῶν τὸ συνεχὲς μετὰ τὸν Παρθένιον τῶν ἐχόντων τὸ Κύτωρον· καὶ νῦν δʼ ἔτι Καυκωνίτας εἶναί τινας περὶ τὸν Παρθένιον.
なぜなら、ヘラクレアおよびマリアンデュノイ人から、私たちがカパドキア人と呼ぶレウコシュロイに達するまで、ティエイオン周辺からパルテニオス川に至るカウコネス人の部族と、パルテニオス川に続いてキュトロンを領有するエネトイ人の部族が及んでおり、また現在でもなお、パルテニオス川の周囲にはカウコニタイと呼ばれる人々がいくらか存在するからである。
§12.3.6ἡ μὲν οὖν Ἡράκλεια πόλις ἐστὶν εὐλίμενος καὶ ἄλλως ἀξιόλογος, ἥ γε καὶ ἀποικίας ἔστελλεν·
さて、ヘラクレアは良い港を持つ都市であり、その他の点でも注目に値し、実際に植民都市を送り出しさえした。
ἐκείνης γὰρ ἥ τε Χερρόνησος ἄποικος καὶ ἡ Κάλλατις·
というのも、ケルソネソスもカラティスもその植民都市だからである。
ἦν τε αὐτόνομος, εἶτʼ ἐτυραννήθη χρόνους τινάς, εἶτʼ ἠλευθέρωσεν ἑαυτὴν πάλιν·
また、かつては自治都市であったが、その後しばらくの間は僭主政下に置かれ、その後再び自らを解放した。
ὕστερον δʼ ἐβασιλεύθη γενομένη ὑπὸ τοῖς Ῥωμαίοις· ἐδέξατο δʼ ἀποικίαν Ῥωμαίων ἐπὶ μέρει τῆς πόλεως καὶ τῆς χώρας.
しかし後にローマ人の支配下に入ると、王によって統治されるようになり、都市と土地の一部にローマ人の植民団を受け入れた。
λαβὼν δὲ παρʼ Ἀντωνίου τὸ μέρος τοῦτο τῆς πόλεως Ἀδιατόριξ ὁ Δομνεκλείου τετράρχου Γαλατῶν υἱός, ὃ κατεῖχον οἱ Ἡρακλειῶται, μικρὸν πρὸ τῶν Ἀκτιακῶν ἐπέθετο νύκτωρ τοῖς Ῥωμαίοις καὶ ἀπέσφαξεν αὐτούς, ἐπιτρέψαντος, ὡς ἔφασκεν ἐκεῖνος, Ἀντωνίου·
ガラティア人の四分領主ドムネクレオスの息子アディアトリクスは、アントニウスから、ヘラクレア市民が占有していた都市のこの部分を受け取ったが、アクティウムの戦いの少し前に、夜間にローマ人たちを襲撃して虐殺した。 彼自身の主張によれば、それはアントニウスの許可を得てのことだった。
θριαμβευθεὶς δὲ μετὰ τὴν ἐν Ἀκτίῳ νίκην ἐσφάγη μεθʼ υἱοῦ·
しかし彼はアクティウムでの勝利の後に凱旋式で引き回され、息子とともに処刑された。
ἡ δὲ πόλις ἐστὶ τῆς Ποντικῆς ἐπαρχίας τῆς συντεταγμένης τῇ Βιθυνίᾳ.
そしてこの都市は、ビュティニアと統合されたポントス属州に属している。
§12.3.7μεταξὺ δὲ Χαλκηδόνος καὶ Ἡρακλείας ῥέουσι ποταμοὶ πλείους, ὧν εἰσιν ὅ τε Ψίλλις καὶ ὁ Κάλπας καὶ ὁ Σαγγάριος οὗ μέμνηται καὶ ὁ ποιητής.
カルケドンとヘラクレアの間には多くの川が流れており、その中にはプシリス川、カルパス川、そして詩人も言及しているサンガリオス川がある。
ἔχει δὲ τὰς πηγὰς κατὰ Σαγγίαν κώμην ἀφʼ ἑκατὸν καὶ πεντήκοντά που σταδίων οὗτος Πεσσινοῦντος·
この川はペッシヌスから百五十スタディオンほど離れたサンギアという村の近くに水源を持っている。
διέξεισι δὲ τῆς ἐπικτήτου Φρυγίας τὴν πλείω, μέρος δέ τι καὶ τῆς Βιθυνίας ὥστε καὶ τῆς Νικομηδείας ἀπέχειν μικρὸν πλείους ἢ τριακοσίους σταδίους, καθʼ ὃ συμβάλλει ποταμὸς αὐτῷ Γάλλος ἐκ Μόδρων τὰς ἀρχὰς ἔχων τῆς ἐφʼ Ἑλλησπόντῳ Φρυγίας.
そして、エピクテトス・フリュギアの大部分と、ビュティニアの一部を流れて進み、ニコメディアから三百スタディオン余り離れた場所において、ヘレスポントス・フリュギアのモドラに源を発するガロス川がこれに合流する。
αὕτη δʼ ἐστὶν ἡ αὐτὴ τῇ ἐπικτήτῳ, καὶ εἶχον αὐτὴν οἱ Βιθυνοὶ πρότερον.
このフリュギアはエピクテトスと同一であり、かつてはビュティニア人が領有していた。
αὐξηθεὶς δὲ καὶ γενόμενος πλωτός, καίπερ πάλαι ἄπλωτος ὤν, τὴν Βιθυνίαν ὁρίζει πρὸς ταῖς ἐκβολαῖς.
サンガリオス川は水量を増して、かつては航行不能であったにもかかわらず現在は航行可能となり、その河口近くにおいてビュティニアの境界を定めている。
πρόκειται δὲ τῆς παραλίας ταύτης καὶ ἡ Θυνία νῆσος.
また、この沿岸の前方にはテュニア島も位置している。
ἐν δὲ τῇ Ἡρακλειώτιδι γίνεται τὸ ἀκόνιτον·
そしてヘラクレアの領内ではアコニトンが生育する。
διέχει δὲ ἡ πόλις αὕτη τοῦ ἱεροῦ τοῦ Χαλκηδονίου σταδίους χιλίους που καὶ πεντακοσίους, τοῦ δὲ Σαγγαρίου πεντακοσίους.
この都市は、カルケドンの神殿から千五百スタディオンほど、サンガリオス川からは五百スタディオン離れている。
§12.3.8τὸ δὲ Τίειόν ἐστι πολίχνιον οὐδὲν ἔχον μνήμης ἄξιον πλὴν ὅτι Φιλέταιρος ἐντεῦθεν ἦν, ὁ ἀρχηγέτης τοῦ τῶν Ἀτταλικῶν βασιλέων γένους·
他方、ティエイオンは、アッタロス家の王たちの家系の祖であるフィレタイロスがここの出身であったこと以外には、特記に値するものを何も持たない小さな町である。
εἶθʼ ὁ Παρθένιος ποταμὸς διὰ χωρίων ἀνθηρῶν φερόμενος καὶ διὰ τοῦτο τοῦ ὀνόματος τούτου τετυχηκώς, ἐν αὐτῇ τῇ Παφλαγονίᾳ τὰς πηγὰς ἔχων·
次にパルテニオス川があり、花が咲き乱れる地域を通って流れるため、そのゆえにこの名前を得ており、パフラゴニアそのものの内部に水源を持っている。
ἔπειτα ἡ Παφλαγονία καὶ οἱ Ἐνετοί.
その後にパフラゴニアとエネトイ人が続く。
ζητοῦσι δὲ τίνας λέγει τοὺς Ἐνετοὺς ὁ ποιητὴς ὅταν φῇ
"
Παφλαγόνων δʼ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ
ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων.
ところで、人々は詩人が「パフラゴニア人を率いたのは、エネトイの地からの、ピュライメネスの剛勇なる心、そこは野性のラバの産地」と言うとき、どのエネトイ人たちのことを言っているのかを詮索している。
"
οὐ γὰρ δείκνυσθαί φασι νῦν Ἐνετοὺς ἐν τῇ Παφλαγονίᾳ·
というのも、現在パフラゴニアにはエネトイ人は一人も示されていないと彼らは言うからである。
οἱ δὲ κώμην ἐν τῷ Αἰγιαλῷ φασι δέκα σχοίνους ἀπὸ Ἀμάστρεως διέχουσαν.
一方、ある人々はアマストリスから十スコイノス離れた沿岸地方にある村であると言う。
Ζηνόδοτος δὲ
ἐξ Ἐνετῆς
γράφει, καὶ φησὶ δηλοῦσθαι τὴν νῦν Ἀμισόν·
ゼノドトスは「エネテから」と書き、それは現在のアミソスのことであると言う。
ἄλλοι δὲ φῦλόν τι τοῖς Καππάδοξιν ὅμορον στρατεῦσαι μετὰ Κιμμερίων, εἶτʼ ἐκπεσεῖν εἰς τὸν Ἀδρίαν.
また他の人々は、カパドキア人に隣接するある部族が、キメリア人と共に遠征を行い、その後アドリア海へと駆逐されたのだと言う。
τὸ δὲ μάλισθʼ ὁμολογούμενόν ἐστιν ὅτι ἀξιολογώτατον ἦν τῶν Παφλαγόνων φῦλον οἱ Ἐνετοί, ἐξ οὗ ὁ Πυλαιμένης ἦν·
しかし、最も合意されている説は、エネトイ人はパフラゴニア人のうちで最も有力な部族であり、ピュライメネスもその出身であったということである。
καὶ δὴ καὶ συνεστράτευσαν οὗτοι αὐτῷ πλεῖστοι, ἀποβαλόντες δὲ τὸν ἡγεμόνα διέβησαν εἰς τὴν Θρᾴκην μετὰ τὴν Τροίας ἅλωσιν, πλανώμενοι δʼ εἰς τὴν νῦν Ἐνετικὴν ἀφίκοντο.
そして、実に多くの彼らが彼とともに従軍したが、指導者を失った後、トロイア陥落の後にトラキアへと渡り、彷徨った末に現在のエネティカに到着したという。
τινὲς δὲ καὶ Ἀντήνορα καὶ τοὺς παῖδας αὐτοῦ κοινωνῆσαι τοῦ στόλου τούτου φασὶ καὶ ἱδρυθῆναι κατὰ τὸν μυχὸν τοῦ Ἀδρίου, καθάπερ ἐμνήσθημεν ἐν τοῖς Ἰταλικοῖς.
またある人々は、アンテノールとその子供たちもこの遠征に参加し、アドリア海の最奥部に定住したと言っており、それは私たちがイタリアに関する箇所で言及した通りである。
τοὺς μὲν οὖν Ἐνετοὺς διὰ τοῦτʼ ἐκλιπεῖν εἰκὸς καὶ μὴ δείκνυσθαι ἐν τῇ Παφλαγονίᾳ.
したがって、エネトイ人たちがこのために去り、パフラゴニアにはもはやその姿が示されないのだと考えるのはもっともなことである。