§12.3.5τοὺς δὲ Καύκωνας, οὓς ἱστοροῦσι τὴν ἐφεξῆς οἰκῆσαι παραλίαν τοῖς Μαριανδυνοῖς μέχρι τοῦ Παρθενίου ποταμοῦ πόλιν ἔχοντας τὸ Τίειον, οἱ μὲν Σκύθας φασὶν οἱ δὲ τῶν Μακεδόνων τινὰς οἱ δὲ τῶν Πελασγῶν· εἴρηται δέ που καὶ περὶ τούτων πρότερον.
As for the Caucones, who are reported to have inhabited the coastline adjacent to the Mariandyni as far as the Parthenius River, having the city of Tieium, some say they were Scythians, others some of the Macedonians, and others Pelasgians; and indeed something has probably been said about them before.
Καλλισθένης δὲ καὶ ἔγραφε τὰ ἔπη ταῦτα εἰς τὸν διάκοσμον, μετὰ τὸ
"
Κρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους
"
τιθείς
"
Καύκωνας δʼ αὖτʼ ἦγε Πολυκλέος υἱὸς ἀμύμων,
οἳ περὶ Παρθένιον ποταμὸν κλυτὰ δώματʼ ἔναιον. "
παρήκειν γὰρ ἀφʼ Ἡρακλείας καὶ Μαριανδυνῶν μέχρι Λευκοσύρων, οὓς ἡμεῖς Καππάδοκας προσαγορεύομεν, τό τε τῶν Καυκώνων γένος τὸ περὶ τὸ Τίειον μέχρι Παρθενίου καὶ τὸ τῶν Ἐνετῶν τὸ συνεχὲς μετὰ τὸν Παρθένιον τῶν ἐχόντων τὸ Κύτωρον· καὶ νῦν δʼ ἔτι Καυκωνίτας εἶναί τινας περὶ τὸν Παρθένιον.
And Callisthenes even used to write these verses into the Catalogue, placing after "Cromna and Aegialus and lofty Eruthini" the following: "And the Caucones in turn were led by the noble son of Polycles, who dwelt in famous dwellings around the Parthenius River." For both the tribe of the Caucones around Tieium as far as the Parthenius, and that of the Eneti, which is continuous after the Parthenius, holding Cytorum, extend from Heracleia and the Mariandyni as far as the Leuco-Syrians, whom we call Cappadocians; and even now there are still some Cauconitae around the Parthenius.
§12.3.6ἡ μὲν οὖν Ἡράκλεια πόλις ἐστὶν εὐλίμενος καὶ ἄλλως ἀξιόλογος, ἥ γε καὶ ἀποικίας ἔστελλεν· ἐκείνης γὰρ ἥ τε Χερρόνησος ἄποικος καὶ ἡ Κάλλατις·
Now Heracleia is a city with a good harbor and otherwise noteworthy, and indeed it even sent out colonies; for both Cherronesus and Callatis are its colonies.
ἦν τε αὐτόνομος, εἶτʼ ἐτυραννήθη χρόνους τινάς, εἶτʼ ἠλευθέρωσεν ἑαυτὴν πάλιν· ὕστερον δʼ ἐβασιλεύθη γενομένη ὑπὸ τοῖς Ῥωμαίοις· ἐδέξατο δʼ ἀποικίαν Ῥωμαίων ἐπὶ μέρει τῆς πόλεως καὶ τῆς χώρας.
And it was autonomous, then was ruled by tyrants for some time, and then freed itself again; later, when it came under the Romans, it was ruled by kings; and it received a colony of Romans in a part of the city and of the territory.
λαβὼν δὲ παρʼ Ἀντωνίου τὸ μέρος τοῦτο τῆς πόλεως Ἀδιατόριξ ὁ Δομνεκλείου τετράρχου Γαλατῶν υἱός, ὃ κατεῖχον οἱ Ἡρακλειῶται, μικρὸν πρὸ τῶν Ἀκτιακῶν ἐπέθετο νύκτωρ τοῖς Ῥωμαίοις καὶ ἀπέσφαξεν αὐτούς, ἐπιτρέψαντος, ὡς ἔφασκεν ἐκεῖνος, Ἀντωνίου· θριαμβευθεὶς δὲ μετὰ τὴν ἐν Ἀκτίῳ νίκην ἐσφάγη μεθʼ υἱοῦ· ἡ δὲ πόλις ἐστὶ τῆς Ποντικῆς ἐπαρχίας τῆς συντεταγμένης τῇ Βιθυνίᾳ.
But Adiatorix, the son of Domnecleius the tetrarch of the Galatians, having received from Antony this part of the city which the Heracleotae held, a little before the Battle of Actium attacked the Romans by night and slaughtered them, with the permission, as he claimed, of Antony; but after the victory at Actium, having been led in triumph, he was executed along with his son; and the city belongs to the Pontic province which has been united with Bithynia.
§12.3.7μεταξὺ δὲ Χαλκηδόνος καὶ Ἡρακλείας ῥέουσι ποταμοὶ πλείους, ὧν εἰσιν ὅ τε Ψίλλις καὶ ὁ Κάλπας καὶ ὁ Σαγγάριος οὗ μέμνηται καὶ ὁ ποιητής.
Between Chalcedon and Heracleia flow several rivers, among which are the Psillis, the Calpas, and the Sangarius, of which the poet also makes mention.
ἔχει δὲ τὰς πηγὰς κατὰ Σαγγίαν κώμην ἀφʼ ἑκατὸν καὶ πεντήκοντά που σταδίων οὗτος Πεσσινοῦντος· διέξεισι δὲ τῆς ἐπικτήτου Φρυγίας τὴν πλείω, μέρος δέ τι καὶ τῆς Βιθυνίας ὥστε καὶ τῆς Νικομηδείας ἀπέχειν μικρὸν πλείους ἢ τριακοσίους σταδίους, καθʼ ὃ συμβάλλει ποταμὸς αὐτῷ Γάλλος ἐκ Μόδρων τὰς ἀρχὰς ἔχων τῆς ἐφʼ Ἑλλησπόντῳ Φρυγίας.
This river has its sources near the village of Sangia, about one hundred and fifty stadia from Pessinus; and it flows through most of Phrygia Epictetus and also a part of Bithynia, so that it is a little more than three hundred stadia distant from Nicomedia, at the point where the Gallus River joins it, which has its sources in Modra in Phrygia on the Hellespont.
αὕτη δʼ ἐστὶν ἡ αὐτὴ τῇ ἐπικτήτῳ, καὶ εἶχον αὐτὴν οἱ Βιθυνοὶ πρότερον.
This is the same as Epictetus, and the Bithynians held it formerly.
αὐξηθεὶς δὲ καὶ γενόμενος πλωτός, καίπερ πάλαι ἄπλωτος ὤν, τὴν Βιθυνίαν ὁρίζει πρὸς ταῖς ἐκβολαῖς.
Having increased in volume and become navigable, although formerly unnavigable, it bounds Bithynia near its outlets.
πρόκειται δὲ τῆς παραλίας ταύτης καὶ ἡ Θυνία νῆσος.
And off this coast lies also the island of Thynia.
ἐν δὲ τῇ Ἡρακλειώτιδι γίνεται τὸ ἀκόνιτον· διέχει δὲ ἡ πόλις αὕτη τοῦ ἱεροῦ τοῦ Χαλκηδονίου σταδίους χιλίους που καὶ πεντακοσίους, τοῦ δὲ Σαγγαρίου πεντακοσίους.
In the territory of Heracleia grows aconite; and this city is about one thousand five hundred stadia distant from the Chalcedonian temple, and five hundred from the Sangarius.
§12.3.8τὸ δὲ Τίειόν ἐστι πολίχνιον οὐδὲν ἔχον μνήμης ἄξιον πλὴν ὅτι Φιλέταιρος ἐντεῦθεν ἦν, ὁ ἀρχηγέτης τοῦ τῶν Ἀτταλικῶν βασιλέων γένους· εἶθʼ ὁ Παρθένιος ποταμὸς διὰ χωρίων ἀνθηρῶν φερόμενος καὶ διὰ τοῦτο τοῦ ὀνόματος τούτου τετυχηκώς, ἐν αὐτῇ τῇ Παφλαγονίᾳ τὰς πηγὰς ἔχων· ἔπειτα ἡ Παφλαγονία καὶ οἱ Ἐνετοί.
As for Tieium, it is a small town having nothing worthy of mention except that Philetaerus was from there, the founder of the family of the Attalic kings; then the Parthenius River, which flows through flowery districts and for this reason has received this name, having its sources in Paphlagonia itself; then Paphlagonia and the Eneti.
ζητοῦσι δὲ τίνας λέγει τοὺς Ἐνετοὺς ὁ ποιητὴς ὅταν φῇ
"
Παφλαγόνων δʼ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ
ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων. "
οὐ γὰρ δείκνυσθαί φασι νῦν Ἐνετοὺς ἐν τῇ Παφλαγονίᾳ· οἱ δὲ κώμην ἐν τῷ Αἰγιαλῷ φασι δέκα σχοίνους ἀπὸ Ἀμάστρεως διέχουσαν.
And they investigate who the poet means by the Eneti when he says: "And the Paphlagonians were led by the stout heart of Pylaemenes, from the Eneti, whence is the race of wild mules." For they say that no Eneti are now pointed out in Paphlagonia; but some say it is a village on the beach, ten schoeni distant from Amastris.
Ζηνόδοτος δὲ
ἐξ Ἐνετῆς
γράφει, καὶ φησὶ δηλοῦσθαι τὴν νῦν Ἀμισόν· ἄλλοι δὲ φῦλόν τι τοῖς Καππάδοξιν ὅμορον στρατεῦσαι μετὰ Κιμμερίων, εἶτʼ ἐκπεσεῖν εἰς τὸν Ἀδρίαν.
Zenodotus writes "from Enete," and says that the present Amisus is meant; but others say that a certain tribe bordering on the Cappadocians marched with the Cimmerians, and then was driven out to the Adriatic.
τὸ δὲ μάλισθʼ ὁμολογούμενόν ἐστιν ὅτι ἀξιολογώτατον ἦν τῶν Παφλαγόνων φῦλον οἱ Ἐνετοί, ἐξ οὗ ὁ Πυλαιμένης ἦν· καὶ δὴ καὶ συνεστράτευσαν οὗτοι αὐτῷ πλεῖστοι, ἀποβαλόντες δὲ τὸν ἡγεμόνα διέβησαν εἰς τὴν Θρᾴκην μετὰ τὴν Τροίας ἅλωσιν, πλανώμενοι δʼ εἰς τὴν νῦν Ἐνετικὴν ἀφίκοντο.
But the most agreed opinion is that the Eneti were the most noteworthy tribe of the Paphlagonians, from which Pylaemenes came; and indeed they campaigned with him in very great numbers, but having lost their leader they crossed over to Thrace after the capture of Troy, and wandering about arrived at the present Enetica.
τινὲς δὲ καὶ Ἀντήνορα καὶ τοὺς παῖδας αὐτοῦ κοινωνῆσαι τοῦ στόλου τούτου φασὶ καὶ ἱδρυθῆναι κατὰ τὸν μυχὸν τοῦ Ἀδρίου, καθάπερ ἐμνήσθημεν ἐν τοῖς Ἰταλικοῖς.
And some say that Antenor and his children also took part in this expedition and settled at the recess of the Adriatic, just as we mentioned in the Italian history.
τοὺς μὲν οὖν Ἐνετοὺς διὰ τοῦτʼ ἐκλιπεῖν εἰκὸς καὶ μὴ δείκνυσθαι ἐν τῇ Παφλαγονίᾳ.
It is likely, therefore, that the Eneti left for this reason and are not pointed out in Paphlagonia.