§12.3.9τοὺς δὲ Παφλαγόνας πρὸς ἕω μὲν ὁρίζει ὁ Ἅλυς ποταμός
"ῥέων ἀπὸ μεσημβρίης μεταξὺ Σύρων τε καὶ Παφλαγόνων ἐξίει"
κατὰ τὸν Ἡρόδοτον
"ἐς τὸν Εὔξεινον καλεόμενον πόντον,"
Σύρους λέγοντα τοὺς Καππάδοκας·
他方、パフラゴニア人については、東においてはハリュス川が境界を定めており、ヘロドトスによれば、この川は「南から流れて、シリア人とパフラゴニア人の間を(通り)、いわゆるエウクセイノス海へと注ぎ出る」が、ここで彼がシリア人と呼んでいるのはカパドキア人のことである。
καὶ γὰρ ἔτι καὶ νῦν Λευκόσυροι καλοῦνται, Σύρων καὶ τῶν ἔξω τοῦ Ταύρου λεγομένων· κατὰ δὲ τὴν πρὸς τοὺς ἐντὸς τοῦ Ταύρου σύγκρισιν, ἐκείνων ἐπικεκαυμένων τὴν χρόαν τούτων δὲ μή, τοιαύτην τὴν ἐπωνυμίαν γενέσθαι συνέβη·
というのも、今日でもなお彼らはレウコシュロイ(白シリア人)と呼ばれているからであり、それは(通常の)シリア人がタウロス山脈の外側の人々を指して言われるのに対して、タウロス山脈の内側の人々との比較において、あちらの人々は肌の色が日焼けしているのに対し、これらの人々はそうではないことから、このような呼称が生じることになったのである。
καὶ Πίνδαρός φησιν ὅτι αἱ Ἀμαζόνες
"
Σύριον εὐρυαίχμαν δίεπον στρατόν,
"
τὴν ἐν τῇ Θεμισκύρᾳ κατοικίαν οὕτω δηλῶν.
ピンダロスもまた、アマゾンたちが「シリアの、広い槍先の軍勢を統率していた」と言っており、これによってテミスクュラにおける彼女たちの定住地をそのように示している。
ἡ δὲ Θεμίσκυρά ἐστιν τῶν Ἀμισηνῶν, αὕτη δὲ Λευκοσύρων τῶν μετὰ τὸν Ἅλυν.
このテミスクュラはアミソス市民の領地に属し、このアミソスはハリュス川の向こう側のレウコシュロイの土地に属している。
πρὸς ἕω μὲν τοίνυν ὁ Ἅλυς ὅριον τῶν Παφλαγόνων, πρὸς νότον δὲ Φρύγες καὶ οἱ ἐποικήσαντες Γαλάται, πρὸς δύσιν δὲ Βιθυνοὶ καὶ Μαριανδυνοί (τὸ γὰρ τῶν Καυκώνων γένος ἐξέφθαρται τελέως πάντοθεν), πρὸς ἄρκτον δὲ ὁ Εὔξεινος ἔστι.
したがって、東においてはハリュス川がパフラゴニア人の境界であり、南においてはフリュギア人とそこに移住したガラティア人、西においてはビュティニア人とマリアンデュノイ人(なぜなら、カウコネス人の部族はあらゆる場所から完全に消滅してしまったからである)、北においてはエウクセイノス海がある。
τῆς δὲ χώρας ταύτης διῃρημένης εἴς τε τὴν μεσόγαιαν καὶ τὴν ἐπὶ θαλάττῃ διατείνουσαν ἀπὸ τοῦ Ἅλυος μέχρι Βιθυνίας, ἑκατέραν τὴν μὲν παραλίαν ἕως τῆς Ἡρακλείας εἶχεν ὁ Εὐπάτωρ, τῆς δὲ μεσογαίας τὴν μὲν ἐγγυτάτω ἔσχεν, ἧς τινα καὶ πέραν τοῦ Ἅλυος διέτεινε (καὶ μέχρι δεῦρο τοῖς Ῥωμαίοις ἡ Ποντικὴ ἐπαρχία ἀφώρισται), τὰ λοιπὰ δʼ ἦν ὑπὸ δυνάσταις καὶ μετὰ τὴν Μιθριδάτου κατάλυσιν.
この土地が、内陸部と、ハリュス川からビュティニアまで延びる沿岸部とに二分されているなかで、エウパトルは一方の沿岸部をヘラクレアまで領有しており、内陸部のうちでは(自身の領域に)最も近い部分を領有し、その一部はハリュス川の向こう側にも及んでいた(そして現在に至るまで、ローマ人にとってポントス属州の境界がこのように定められている)。 残りの部分は、ミトリダテスの滅亡後も世襲君主たちの支配下にあった。
περὶ μὲν δὴ τῶν ἐν τῇ μεσογαίᾳ Παφλαγόνων ἐροῦμεν ὕστερον τῶν μὴ ὑπὸ τῷ Μιθριδάτῃ, νῦν δὲ πρόκειται τὴν ὑπʼ ἐκείνῳ χώραν, κληθεῖσαν δὲ Πόντον, διελθεῖν.
ミトリダテスの支配下になかった内陸部のパフラゴニア人については、後ほど述べることにするが、今は彼(ミトリダテス)の支配下にあった土地、ポントスと呼ばれる土地を詳しく見ていくことが課題である。
§12.3.10μετὰ δὴ τὸν Παρθένιον ποταμὸν ἔστιν Ἄμαστρις ὁμώνυμος τῆς συνῳκικυίας πόλις·
さて、パルテニオス川の次には、都市を統合した女性と同名のアマストリスという都市がある。
ἵδρυται δʼ ἐπὶ χερρονήσου λιμένας ἔχουσα τοῦ ἰσθμοῦ ἑκατέρωθεν·
それは半島の上に建設されており、地峡の両側に港を有している。
ἦν δʼ ἡ Ἄμαστρις γυνὴ μὲν Διονυσίου τοῦ Ἡρακλείας τυράννου, θυγάτηρ δὲ Ὀξυάθρου τοῦ Δαρείου ἀδελφοῦ τοῦ κατὰ Ἀλέξανδρον.
アマストリスは、ヘラクレアの僭主ディオニュシオスの妻であり、アレクサンドロスと同時代のダレイオスの兄弟オクスィアトレスの娘であった。
ἐκείνη μὲν οὖν ἐκ τεττάρων κατοικιῶν συνῴκισε τὴν πόλιν, ἔκ τε Σησάμου καὶ Κυτώρου καὶ Κρώμνης (ὧν καὶ Ὅμηρος μέμνηται ἐν τῷ Παφλαγονικῷ διακόσμῳ), τετάρτης δὲ τῆς Τίου·
さて、彼女は四つの集落、すなわちセサモス、キュトロス、クロムナ(これらはホメロスもパフラゴニアの目録のなかで言及している)、そして四番目としてティオスから、この都市を住民を統合して創建した。
ἀλλʼ αὕτη μὲν ταχὺ ἀπέστη τῆς κοινωνίας, αἱ δὲ ἄλλαι συνέμειναν, ὧν ἡ Σήσαμος ἀκρόπολις τῆς Ἀμάστρεως λέγεται.
しかし、このティオスはすぐに共同体から離脱したが、他の集落はそのまま統合にとどまり、そのうちセサモスがアマストリスの城砦と呼ばれている。
τὸ δὲ Κύτωρον ἐμπόριον ἦν ποτε Σινωπέων, ὠνόμασται δʼ ἀπὸ Κυτώρου τοῦ Φρίξου παιδός, ὡς Ἔφορός φησι.
他方、キュトロスはかつてシノペ市民の交易地であり、エポロスによれば、プリクソスの息子キュトロスにちなんで名づけられた。
πλείστη δὲ καὶ ἀρίστη πύξος φύεται κατὰ τὴν Ἀμαστριανήν, καὶ μάλιστα περὶ τὸ Κύτωρον.
アマストリスの領内、とりわけキュトロスの周辺には、最も多く、かつ最良のツゲが自生している。
ὁ δὲ Αἰγιαλὸς ἔστι μὲν ᾐὼν μακρὰ πλειόνων ἢ ἑκατὸν σταδίων, ἔχει δὲ καὶ κώμην ὁμώνυμον, ἧς μέμνηται ὁ ποιητὴς ὅταν φῇ
"
Κρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους.
またアイギアロスは、百スタディオン以上の長さを持つ長い海岸であり、同名の村も有している。 詩人が次のように言うとき、これに言及している。 「クロムナとアイギアロス、そして高きエリュティノイ」。
"
γράφουσι δέ τινες
"
Κρῶμναν Κωβίαλόν τε.
ある人々は「クロムナとコウビアロス」と書いている。
"
Ἐρυθίνους δὲ λέγεσθαί φασι τοὺς νῦν Ἐρυθρίνους ἀπὸ τῆς χρόας· δύο δʼ εἰσὶ σκόπελοι.
エリュティノイとは、その色のゆえに、現在のエリュトリノイのことだと言われており、二つの岩礁である。
μετὰ δὲ Αἰγιαλὸν Κάραμβις, ἄκρα μεγάλη πρὸς τὰς ἄρκτους ἀνατεταμένη καὶ τὴν Σκυθικὴν χερρόνησον.
アイギアロスの次には、北およびスキタイの半島に向けて突き出ている大きな岬、カランビスがある。
ἐμνήσθημεν δʼ αὐτῆς πολλάκις καὶ τοῦ ἀντικειμένου αὐτῇ Κριοῦ μετώπου, διθάλαττον ποιοῦντος τὸν Εὔξεινον πόντον.
私たちは、これとそれに対向するクリウ・メトポン岬について、エウクセイノス海を二つの海に分けているものとして、しばしば言及した。
μετὰ δὲ Κάραμβιν Κίνωλις καὶ Ἀντικίνωλις καὶ Ἀβώνου τεῖχος πολίχνιον, καὶ Ἀρμένη ἐφʼ ᾗ παροιμιάζονται
"
ὅστις ἔργον οὐδὲν εἶχεν Ἀρμένην ἐτείχισεν.
カランビスの次には、キノリス、アンティキノリス、そして小さな町アボヌ・テイコスがあり、さらに、人々が「仕事が何もない者はアルメネを城壁で囲んだ」と諺にするアルメネがある。
"
ἔστι δὲ κώμη τῶν Σινωπέων ἔχουσα λιμένα.
これはシノペ市民の村であり、港を有している。