Humanitext Reader

斯特拉波 · 地理学 §12.3.5-12.3.8

考科内斯人、赫拉克利亚与外奈托伊人的起源

第 380 段,共 577 段 · 希腊语

内容简介

作者记述了考科内斯人的领地、赫拉克利亚的历史以及桑加里乌斯河等周边河流。同时,他还探讨了帕尔特尼乌斯河之外的巴夫拉戈尼亚,以及据传在特洛伊战争后迁往亚得里亚海沿岸的外奈托伊人的起源。

§12.3.5τοὺς δὲ Καύκωνας, οὓς ἱστοροῦσι τὴν ἐφεξῆς οἰκῆσαι παραλίαν τοῖς Μαριανδυνοῖς μέχρι τοῦ Παρθενίου ποταμοῦ πόλιν ἔχοντας τὸ Τίειον, οἱ μὲν Σκύθας φασὶν οἱ δὲ τῶν Μακεδόνων τινὰς οἱ δὲ τῶν Πελασγῶν· εἴρηται δέ που καὶ περὶ τούτων πρότερον.
至于考科内斯人——据记载,他们居住在紧邻马里安杜尼人直至帕尔特尼乌斯河的沿海地区,并拥有蒂埃翁城——有人说他们是斯基泰人,有人说是马其顿人的一支,还有人说是佩拉斯吉人;关于这些人,先前大概也已经有所提及。
Καλλισθένης δὲ καὶ ἔγραφε τὰ ἔπη ταῦτα εἰς τὸν διάκοσμον, μετὰ τὸ " Κρῶμνάν τʼ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους " τιθείς " Καύκωνας δʼ αὖτʼ ἦγε Πολυκλέος υἱὸς ἀμύμων, οἳ περὶ Παρθένιον ποταμὸν κλυτὰ δώματʼ ἔναιον.
卡利斯提尼甚至将这些诗句写入了《船名录》中,在 “克罗姆纳、艾吉亚洛斯以及高耸的埃里蒂尼” 之后,放上了: “而考科内斯人则由波吕克勒斯那高尚的儿子率领,他们在帕尔特尼乌斯河周围居住在著名的居所中。
" παρήκειν γὰρ ἀφʼ Ἡρακλείας καὶ Μαριανδυνῶν μέχρι Λευκοσύρων, οὓς ἡμεῖς Καππάδοκας προσαγορεύομεν, τό τε τῶν Καυκώνων γένος τὸ περὶ τὸ Τίειον μέχρι Παρθενίου καὶ τὸ τῶν Ἐνετῶν τὸ συνεχὲς μετὰ τὸν Παρθένιον τῶν ἐχόντων τὸ Κύτωρον· καὶ νῦν δʼ ἔτι Καυκωνίτας εἶναί τινας περὶ τὸν Παρθένιον.
” 因为,从赫拉克利亚和马里安杜尼人直到我们称之为卡帕多西亚人的“白叙利亚人”境内,不仅延伸着蒂埃翁周边直至帕尔特尼乌斯河的考科内斯人部族,还延伸着在帕尔特尼乌斯河之后紧接其后、占有屈托鲁斯的外奈托伊人部族;而且即使在今天,在帕尔特尼乌斯河周围仍有一些被称为考科尼塔伊的人。
§12.3.6ἡ μὲν οὖν Ἡράκλεια πόλις ἐστὶν εὐλίμενος καὶ ἄλλως ἀξιόλογος, ἥ γε καὶ ἀποικίας ἔστελλεν· ἐκείνης γὰρ ἥ τε Χερρόνησος ἄποικος καὶ ἡ Κάλλατις·
且说赫拉克利亚是一座拥有优良港口的城市,在其他方面也值得称道,它甚至派遣了殖民队;因为赫索尼苏斯和卡拉蒂斯都是它的殖民地。
ἦν τε αὐτόνομος, εἶτʼ ἐτυραννήθη χρόνους τινάς, εἶτʼ ἠλευθέρωσεν ἑαυτὴν πάλιν· ὕστερον δʼ ἐβασιλεύθη γενομένη ὑπὸ τοῖς Ῥωμαίοις· ἐδέξατο δʼ ἀποικίαν Ῥωμαίων ἐπὶ μέρει τῆς πόλεως καὶ τῆς χώρας.
它曾是自治的,后来有一段时间处于僭主的统治之下,之后又重新解放了自己;后来在归属罗马人之后,它由国王统治;并在城市和领土的一部分接纳了罗马的殖民地。
λαβὼν δὲ παρʼ Ἀντωνίου τὸ μέρος τοῦτο τῆς πόλεως Ἀδιατόριξ ὁ Δομνεκλείου τετράρχου Γαλατῶν υἱός, ὃ κατεῖχον οἱ Ἡρακλειῶται, μικρὸν πρὸ τῶν Ἀκτιακῶν ἐπέθετο νύκτωρ τοῖς Ῥωμαίοις καὶ ἀπέσφαξεν αὐτούς, ἐπιτρέψαντος, ὡς ἔφασκεν ἐκεῖνος, Ἀντωνίου· θριαμβευθεὶς δὲ μετὰ τὴν ἐν Ἀκτίῳ νίκην ἐσφάγη μεθʼ υἱοῦ· ἡ δὲ πόλις ἐστὶ τῆς Ποντικῆς ἐπαρχίας τῆς συντεταγμένης τῇ Βιθυνίᾳ.
加拉太人的四分领主多姆内克莱奥斯之子阿迪亚托里克斯从安东尼那里获得了赫拉克利亚人所占有的这部分城市,在亚克兴战役前不久,他在夜间袭击并屠杀了罗马人,正如他所声称的,这是得到了安东尼的许可;但在亚克兴胜利之后,他在凯旋式上被游街展示,随后与其子一同被处死;而这座城市属于与比提尼亚合并的蓬托斯行省。
§12.3.7μεταξὺ δὲ Χαλκηδόνος καὶ Ἡρακλείας ῥέουσι ποταμοὶ πλείους, ὧν εἰσιν ὅ τε Ψίλλις καὶ ὁ Κάλπας καὶ ὁ Σαγγάριος οὗ μέμνηται καὶ ὁ ποιητής.
在迦克墩和赫拉克利亚之间流淌着好几条河流,其中包括普西利斯河、卡尔帕斯河,以及诗人也曾提及的桑加里乌斯河。
ἔχει δὲ τὰς πηγὰς κατὰ Σαγγίαν κώμην ἀφʼ ἑκατὸν καὶ πεντήκοντά που σταδίων οὗτος Πεσσινοῦντος· διέξεισι δὲ τῆς ἐπικτήτου Φρυγίας τὴν πλείω, μέρος δέ τι καὶ τῆς Βιθυνίας ὥστε καὶ τῆς Νικομηδείας ἀπέχειν μικρὸν πλείους ἢ τριακοσίους σταδίους, καθʼ ὃ συμβάλλει ποταμὸς αὐτῷ Γάλλος ἐκ Μόδρων τὰς ἀρχὰς ἔχων τῆς ἐφʼ Ἑλλησπόντῳ Φρυγίας.
这条河在距离佩西努斯大约一百五十斯塔德的桑吉亚村附近拥有水源;它流经弗里吉亚·埃皮克特图斯的大部分,以及比提尼亚的一部分,因此在距离尼科美迪亚仅三百多斯塔德的地方,源自赫勒斯滂弗里吉亚莫德拉的加洛斯河与之会合。
αὕτη δʼ ἐστὶν ἡ αὐτὴ τῇ ἐπικτήτῳ, καὶ εἶχον αὐτὴν οἱ Βιθυνοὶ πρότερον.
这一弗里吉亚与埃皮克特图斯是同一地方,以前由比提尼亚人领有。
αὐξηθεὶς δὲ καὶ γενόμενος πλωτός, καίπερ πάλαι ἄπλωτος ὤν, τὴν Βιθυνίαν ὁρίζει πρὸς ταῖς ἐκβολαῖς.
桑加里乌斯河因水量增加且变得可以通航(尽管以前不能通航),在其河口附近划定了比提尼亚的边界。
πρόκειται δὲ τῆς παραλίας ταύτης καὶ ἡ Θυνία νῆσος.
在这片沿海的前方还坐落着蒂尼亚岛。
ἐν δὲ τῇ Ἡρακλειώτιδι γίνεται τὸ ἀκόνιτον· διέχει δὲ ἡ πόλις αὕτη τοῦ ἱεροῦ τοῦ Χαλκηδονίου σταδίους χιλίους που καὶ πεντακοσίους, τοῦ δὲ Σαγγαρίου πεντακοσίους.
而在赫拉克利亚的领地内生长着附子;这座城市距离迦克墩的神庙大约有一千五百斯塔德,距离桑加里乌斯河则有五百斯塔德。
§12.3.8τὸ δὲ Τίειόν ἐστι πολίχνιον οὐδὲν ἔχον μνήμης ἄξιον πλὴν ὅτι Φιλέταιρος ἐντεῦθεν ἦν, ὁ ἀρχηγέτης τοῦ τῶν Ἀτταλικῶν βασιλέων γένους· εἶθʼ ὁ Παρθένιος ποταμὸς διὰ χωρίων ἀνθηρῶν φερόμενος καὶ διὰ τοῦτο τοῦ ὀνόματος τούτου τετυχηκώς, ἐν αὐτῇ τῇ Παφλαγονίᾳ τὰς πηγὰς ἔχων· ἔπειτα ἡ Παφλαγονία καὶ οἱ Ἐνετοί.
至于蒂埃翁,那是一个没有什么值得一提的小镇,除了阿塔罗斯王朝诸王家族的创始人菲莱泰罗斯源出于此;随后是帕尔特尼乌斯河,它流经花草繁茂的地区,并因此获得了这个名字,其水源就在巴夫拉戈尼亚境内;然后是巴夫拉戈尼亚和外奈托伊人。
ζητοῦσι δὲ τίνας λέγει τοὺς Ἐνετοὺς ὁ ποιητὴς ὅταν φῇ " Παφλαγόνων δʼ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων.
人们探究诗人所说的外奈托伊人究竟是指谁,当他说: “而巴夫拉戈尼亚人则由皮莱梅内斯那刚勇的心所率领,来自外奈托伊,那里是野生野骡的产地。
" οὐ γὰρ δείκνυσθαί φασι νῦν Ἐνετοὺς ἐν τῇ Παφλαγονίᾳ· οἱ δὲ κώμην ἐν τῷ Αἰγιαλῷ φασι δέκα σχοίνους ἀπὸ Ἀμάστρεως διέχουσαν.
” 因为他们说,现在在巴夫拉戈尼亚找不到任何外奈托伊人的踪迹;但也有人说,那是沿海的一个村庄,距离阿马斯特里斯有十个斯柯伊诺斯之远。
Ζηνόδοτος δὲ ἐξ Ἐνετῆς γράφει, καὶ φησὶ δηλοῦσθαι τὴν νῦν Ἀμισόν· ἄλλοι δὲ φῦλόν τι τοῖς Καππάδοξιν ὅμορον στρατεῦσαι μετὰ Κιμμερίων, εἶτʼ ἐκπεσεῖν εἰς τὸν Ἀδρίαν.
泽诺多托斯写作“来自埃内特”,并说这指的是现在的阿米苏斯;而另一些人则说,是与卡帕多西亚人接壤的一个部族与辛梅里安人一同出征,随后被驱逐到了亚得里亚海。
τὸ δὲ μάλισθʼ ὁμολογούμενόν ἐστιν ὅτι ἀξιολογώτατον ἦν τῶν Παφλαγόνων φῦλον οἱ Ἐνετοί, ἐξ οὗ ὁ Πυλαιμένης ἦν· καὶ δὴ καὶ συνεστράτευσαν οὗτοι αὐτῷ πλεῖστοι, ἀποβαλόντες δὲ τὸν ἡγεμόνα διέβησαν εἰς τὴν Θρᾴκην μετὰ τὴν Τροίας ἅλωσιν, πλανώμενοι δʼ εἰς τὴν νῦν Ἐνετικὴν ἀφίκοντο.
但最公认的说法是,外奈托伊人曾是巴夫拉戈尼亚人中最著名的部族,皮莱梅内斯正是出身于此;而且确实有极多的人随他一同参战,但在失去领袖后,他们在特洛伊陷落后渡海到了色雷斯,四处流浪后抵达了现在的外奈蒂卡。
τινὲς δὲ καὶ Ἀντήνορα καὶ τοὺς παῖδας αὐτοῦ κοινωνῆσαι τοῦ στόλου τούτου φασὶ καὶ ἱδρυθῆναι κατὰ τὸν μυχὸν τοῦ Ἀδρίου, καθάπερ ἐμνήσθημεν ἐν τοῖς Ἰταλικοῖς.
还有一些人说,安特诺尔及其子嗣也参与了这次远征,并定居在亚得里亚海的最深处,正如我们在关于意大利的篇章中提到过的那样。
τοὺς μὲν οὖν Ἐνετοὺς διὰ τοῦτʼ ἐκλιπεῖν εἰκὸς καὶ μὴ δείκνυσθαι ἐν τῇ Παφλαγονίᾳ.
因此,外奈托伊人极有可能是因为这个原因而离开了,以至于在巴夫拉戈尼亚无法被寻获。

词汇与语法注释

  1. 12.3.5τοὺς δὲ Καύκωνας — 句首的对格 τοὺς δὲ Καύκωνας 起到提顿话题的作用,并在语法上作为后续分句中动词 φασίν(如 οἱ μὲν Σκύθας φασὶν 等)的直接宾语。
  2. 12.3.6λαβὼν δὲ παρʼ Ἀντωνίου — 带有连词 δέ 的分词短语 λαβὼν δὲ... 作为修饰成分,指向主句的主语“阿迪亚托里克斯”(Ἀδιατόριξ),他也是主要动词 ἐπέθετο 和 ἀπέσφαξεν 的动作发出者。
  3. 12.3.7ὥστε καὶ τῆς Νικομηδείας ἀπέχειν — ὥστε 接不定式 ἀπέχειν 构成的句式,表示结果(“以至于距离……”)。属格 τῆς Νικομηδείας 起到表示分离的作用,标明距离的参照点(“距离尼科美迪亚”)。
  4. 12.3.8ζητοῦσι δὲ τίνας λέγει τοὺς Ἐνετοὺς ὁ ποιητὴς — 动词 ζητοῦσι 作为泛指的第三人称复数使用(“人们探究”),引导由疑问代词 τίνας 开始的间接疑问从句;τίνας 是 λέγει 的直接宾语,而 τοὺς Ἐνετούς 是其同位语或宾语补足语。

引用这一段

斯特拉波, 地理学 §12.3.5-12.3.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:12.3.5-12.3.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。