§12.3.1τοῦ δὲ Πόντου καθίστατο μὲν Μιθριδάτης ὁ Εὐπάτωρ βασιλεύς.
ポントスの王にはミトリダテス・エウパトルが就いていた。
εἶχε δὲ τὴν ἀφοριζομένην τῷ Ἅλυϊ μέχρι Τιβαρανῶν καὶ Ἀρμενίων καὶ τῆς ἐντὸς Ἅλυος τὰ μέχρι Ἀμάστρεως καὶ τινῶν τῆς Παφλαγονίας μερῶν.
彼はハリュス川によって境界を定められた地域からティバラノイ人およびアルメニア人に至るまでの土地、およびハリュス川の内側のうちアマストリスおよびパフラゴニアのいくつかの部分に至るまでの地域を領有していた。
προσεκτήσατο δʼ οὗτος καὶ τὴν μέχρι Ἡρακλείας παραλίαν ἐπὶ τὰ δυσμικὰ μέρη, τῆς Ἡρακλείδου τοῦ Πλατωνικοῦ πατρίδος, ἐπὶ δὲ τἀναντία μέχρι Κολχίδος καὶ τῆς μικρᾶς Ἀρμενίας, ἃ δὴ καὶ προσέθηκε τῷ Πόντῳ.
さらに彼は、西方の側には、プラトン派のヘラクレイドスの故郷であるヘラクレアに至るまでの沿岸地方を、また反対の側には、コルキスおよび小アルメニアに至るまでの沿岸地方を追加で獲得し、これらをポントスに併合した。
καὶ δὴ καὶ Πομπήιος καταλύσας ἐκεῖνον ἐν τούτοις τοῖς ὅροις οὖσαν τὴν χώραν ταύτην παρέλαβε·
そして実際、ポンペイウスは彼を打倒したとき、これらの境界の内側にあったこの国を引き渡された。
τὰ μὲν πρὸς Ἀρμενίαν καὶ τὰ περὶ τὴν Κολχίδα τοῖς συναγωνισαμένοις δυνάσταις κατένειμε, τὰ δὲ λοιπὰ εἰς ἕνδεκα πολιτείας διεῖλε καὶ τῇ Βιθυνίᾳ προσέθηκεν ὥστʼ ἐξ ἀμφοῖν ἐπαρχίαν γενέσθαι μίαν·
彼はアルメニアに接する地域やコルキス周辺の地域を、共に戦った諸支配者たちに分け与え、残りの地域を十一の自治都市共同体に分割してビュティニアに併合し、両者から一つの属州が形成されるようにした。
μεταξὺ δὲ τῶν Παφλαγόνων τῶν μεσογαίων τινὰς βασιλεύεσθαι παρέδωκε τοῖς ἀπὸ Πυλαιμένους, καθάπερ καὶ τοὺς Γαλάτας τοῖς ἀπὸ γένους τετράρχαις.
そして、その間に、内陸のパフラゴニア人の一部を、ピュライメネスの子孫たちに王として統治されるように委ね、それはガラティア人たちを世襲の四分領主たちに委ねたのと同様であった。
ὕστερον δʼ οἱ τῶν Ῥωμαίων ἡγεμόνες ἄλλους καὶ ἄλλους ἐποιήσαντο μερισμούς, βασιλέας τε καὶ δυνάστας καθιστάντες καὶ πόλεις τὰς μὲν ἐλευθεροῦντες τὰς δὲ ἐγχειρίζοντες τοῖς δυνάσταις τὰς δʼ ὑπὸ τῷ δήμῳ τῷ Ῥωμαίων ἐῶντες.
しかしその後、ローマの指導者たちは様々に異なる分割を行い、王や支配者を任命したり、都市については、あるものは自由都市とし、あるものは支配者たちの手に委ね、またあるものはローマ人民の直轄下に置いた。
ἡμῖν δʼ ἐπιοῦσι τὰ καθʼ ἕκαστα ὡς νῦν ἔχει λεγέσθω, μικρὰ καὶ τῶν προτέρων ἐφαπτομένοις ὅπου τοῦτο χρήσιμον.
私たちとしては、順を追って進みながら、個々の事柄が現在どうなっているかを述べることとし、これが有益である場合には、以前のことにも少し触れることにしよう。
ἀρξόμεθα δὲ ἀπὸ Ἡρακλείας, ἥπερ δυσμικωτάτη ἐστὶ τούτων τῶν τόπων.
そして、これらの地域のうちで最も西に位置するヘラクレアから始めることにする。
§12.3.2εἰς δὴ τὸν Εὔξεινον πόντον εἰσπλέουσιν ἐκ τῆς Προποντίδος ἐν ἀριστερᾷ μὲν τὰ προσεχῆ τῷ Βυζαντίῳ κεῖται·
プロポンティスからエウクセイノス・ポントスへと船で入る人々にとって、左手にはビュザンティオンに隣接する地域が位置している。
Θρᾳκῶν δʼ ἐστί, καλεῖται δὲ τὰ ἀριστερὰ τοῦ Πόντου·
これはトラキア人の土地であり、「ポントスの左側」と呼ばれている。
ἐν δεξιᾷ δὲ τὰ προσεχῆ Χαλκηδόνι· Βιθυνῶν δʼ ἐστὶ τὰ πρῶτα, εἶτα Μαριανδυνῶν (τινὲς δὲ καὶ Καυκώνων φασίν), εἶτα Παφλαγόνων μέχρι Ἅλυος, εἶτα Καππαδόκων τῶν πρὸς τῷ Πόντῳ καὶ τῶν ἑξῆς μέχρι Κολχίδος·
一方、右手にはカルケドンに隣接する地域があり、最初はビュティニア人の土地、次いでマリアンデュノイ人の土地(一部の者はカウコネス人の土地とも言う)、次いでハリュス川に至るまでのパフラゴニア人の土地、次いでポントスに面したカパドキア人の土地、そしてそれに続いてコルキスに至るまでの土地がある。
ταῦτα δὲ πάντα καλεῖται τὰ δεξιὰ τοῦ Εὐξείνου πόντου.
これらはすべて「エウクセイノス・ポントスの右側」と呼ばれている。
ταύτης δὲ τῆς παραλίας ἁπάσης ἐπῆρξεν Εὐπάτωρ ἀρξάμενος ἀπὸ τῆς Κολχίδος μέχρι Ἡρακλείας, τὰ δʼ ἐπέκεινα τὰ μέχρι τοῦ στόματος καὶ τῆς Χαλκηδόνος τῷ Βιθυνῶν βασιλεῖ συνέμενε.
エウパトルはこの沿岸地方の全域を、コルキスから始まってヘラクレアに至るまで支配したが、それより先、すなわち海峡の入り口およびカルケドンに至るまでの地域は、ビュティニアの王のもとに留まっていた。
καταλυθέντων δὲ τῶν βασιλέων ἐφύλαξαν οἱ Ῥωμαῖοι τοὺς αὐτοὺς ὅρους, ὥστε τὴν Ἡράκλειαν προσκεῖσθαι τῷ Πόντῳ, τὰ δʼ ἐπέκειαν Βιθυνοῖς προσχωρεῖν.
しかし、これら諸王が打倒されたとき、ローマ人たちは同じ境界線を維持したため、ヘラクレアはポントス側に所属し、その先はビュティニア人側に帰属することになった。
§12.3.3οἱ μὲν οὖν Βιθυνοὶ διότι πρότερον Μυσοὶ ὄντες μετωνομάσθησαν οὕτως ἀπὸ τῶν Θρᾳκῶν τῶν ἐποικησάντων, Βιθυνῶν τε καὶ Θυνῶν, ὁμολογεῖται παρὰ τῶν πλείστων, καὶ σημεῖα τίθενται τοῦ μὲν τῶν Βιθυνῶν ἔθνους τὸ μέχρι νῦν ἐν τῇ Θρᾴκῃ λέγεσθαί τινας Βιθυνούς, τοῦ δὲ τῶν Θυνῶν τὴν Θυνιάδα ἀκτὴν τὴν πρὸς Ἀπολλωνίᾳ καὶ Σαλμυδησσῷ.
さて、ビュティニア人については、彼らが以前はミュシア人であったのが、移住してきたトラキア人(すなわちビュテュノイ人とテュノイ人)にちなんでこのように改名されたということは、大方の人々の間で合意されている。 そして彼らはその証拠として、ビュテュノイ人の部族については、現在でもトラキアにおいてある人々がビュテュノイ人と呼ばれていること、またテュノイ人の部族については、アポロニアおよびサルミュデッソスに面したテュニアス海岸を挙げている。
καὶ οἱ Βέβρυκες δὲ οἱ τούτων προεποικήσαντες τὴν Μυσίαν Θρᾷκες, ὡς εἰκάζω ἐγώ.
そして、彼らより前にミュシアに移住したベブリュケス人も、私が推測するに、トラキア人であった。
εἴρηται δʼ ὅτι καὶ αὐτοὶ οἱ Μυσοὶ Θρᾳκῶν ἄποικοί εἰσι τῶν νῦν λεγομένων Μοισῶν.
また、ミュシア人自身も、現在モイソイ人と呼ばれているトラキア人からの移住者であるということはすでに述べた。
§12.3.4ταῦτα μὲν οὕτω λέγεται.
これらについてはそのように言われている。
τοὺς δὲ Μαριανδυνοὺς καὶ τοὺς Καύκωνας οὐχ ὁμοίως ἅπαντες λέγουσι·
しかし、マリアンデュノイ人とカウコネス人については、すべての人が同じように言っているわけではない。
τὴν γὰρ δὴ Ἡράκλειαν ἐν τοῖς Μαριανδυνοῖς ἱδρῦσθαί φασι Μιλησίων κτίσμα·
というのも、ヘラクレアはマリアンデュノイ人の土地に築かれており、ミレトス人による創建都市であると言われているからである。
τίνες δὲ καὶ πόθεν οὐδενὶ εἴρηται·
しかし、彼らが何者であり、どこから来たのかは誰によっても語られていない。
οὐδὲ διάλεκτος οὐδʼ ἄλλη διαφορὰ ἐθνικὴ περὶ τοὺς ἀνθρώπους φαίνεται, παραπλήσιοι δʼ εἰσὶ τοῖς Βιθυνοῖς·
言語においても、その他の民族的な相違点においても、この人々の間に違いは見られず、彼らはビュティニア人に酷似している。
ἔοικεν οὖν καὶ τοῦτο Θρᾴκιον ὑπάρξαι τὸ φῦλον.
したがって、この部族もまたトラキア系のものであったと思われる。
Θεόπομπος δὲ Μαριανδυνόν φησι μέρους τῆς Παφλαγονίας ἄρξαντα ὑπὸ πολλῶν δυναστευομένης, ἐπελθόντα τὴν τῶν Βεβρύκων κατασχεῖν, ἣν δʼ ἐξέλιπεν ἐπώνυμον ἑαυτοῦ καταλιπεῖν.
一方テオポンポスは、マリアンデュノスという者が、多くの者によって支配されていたパフラゴニアの一部を統治していたが、そこを襲ってベブリュケス人の土地を占領し、彼が立ち去った土地に自分の名にちなんだ名前を残した、と言っている。
εἴρηται δὲ καὶ τοῦτο ὅτι πρῶτοι τὴν Ἡράκλειαν κτίσαντες Μιλήσιοι τοὺς Μαριανδυνοὺς εἱλωτεύειν ἠνάγκασαν τοὺς προκατέχοντας τὸν τόπον, ὥστε καὶ πιπράσκεσθαι ὑπʼ αὐτῶν, μὴ εἰς τὴν ὑπερορίαν δέ (συμβῆναι γὰρ ἐπὶ τούτοις), καθάπερ Κρησὶ μὲν ἐθήτευεν ἡ Μνῴα καλουμένη σύνοδος, Θετταλοῖς δὲ οἱ Πενέσται.
また、ヘラクレアを最初に創建したミレトス人たちが、その場所をあらかじめ占有していたマリアンデュノイ人をヘイロテスのように服従させ、彼らによって売却されることさえあったが、国外に売られることはなかった(この条件で合意がなされたからである)ということも語られている。 それは、クレタ人に対してはいわゆる「ムノイア」と呼ばれる集団が仕え、テッサリア人に対してはペネスタイが仕えていたのと同じであった。