§12.3.35υἱὸς δʼ αὐτοῦ τὴν ἱερωσύνην παρέλαβεν·
彼の息子が神官職を引き継いだ。
εἶθʼ ὕστερον Λυκομήδης, ᾧ καὶ τετράσχοινος ἄλλη προσετέθη·
その後、リュコメデスが引き継ぎ、彼にはさらに四スケノスの土地が追加された。
καταλυθέντος δὲ καὶ τούτου νῦν ἔχει Δύτευτος υἱὸς Ἀδιατόριγος, ὃς δοκεῖ ταύτης τυγχάνειν τῆς τιμῆς παρὰ Καίσαρος τοῦ Σεβαστοῦ διʼ ἀρετήν.
彼もまた失脚した後、現在はアディアトリクスの息子デュテウトスがこれを保持している。 彼は、アウグストゥス帝からその徳ゆえにこの栄誉を得たものと考えられている。
ὁ μὲν γὰρ Καῖσαρ θριαμβεύσας τὸν Ἀδιατόριγα μετὰ παίδων καὶ γυναικὸς ἔγνω ἀναιρεῖν μετὰ τοῦ πρεσβυτάτου τῶν παίδων (ἦν δὲ πρεσβύτατος οὗτος), τοῦ δὲ δευτέρου τῶν ἀδελφῶν αὐτοῦ φήσαντος εἶναι πρεσβυτάτου πρὸς τοὺς ἀπάγοντας στρατιώτας, ἔρις ἦν ἀμφοτέροις πολὺν χρόνον ἕως οἱ γονεῖς ἔπεισαν τὸν Δύτευτον παραχωρῆσαι τῷ νεωτέρῳ τῆς νίκης·
というのも、カイサルはアディアトリクスを子供たちや妻とともに凱旋式で引き回した後、子供たちのうちの長男とともに彼を処刑することに決めていたが(そしてこのデュテウトスが長男であった)、彼の弟のうち二番目の者が、連行する兵士たちに対して自分が長男であると主張したため、両者の間で長い間争いがあった。 ついに両親がデュテウトスを説得し、弟に勝利を譲るように言った。
αὐτὸν γὰρ ἐν ἡλικίᾳ μᾶλλον ὄντα ἐπιτηδειότερον κηδεμόνα τῇ μητρὶ ἔσεσθαι καὶ τῷ λειπομένῳ ἀδελφῷ·
すなわち、彼自身(デュテウトス)の方がより年齢が上であるため、母親と残される弟にとってよりふさわしい保護者となるであろうからという理由であった。
οὕτω δὲ τὸν μὲν συναποθανεῖν τῷ πατρί, τοῦτον δὲ σωθῆναι καὶ τυχεῖν τῆς τιμῆς ταύτης.
こうして、弟は父親とともに死に、彼(デュテウトス)は生き残ってこの栄誉を得ることとなった。
αἰσθόμενος γάρ, ὡς ἔοικε, Καῖσαρ ἤδη τῶν ἀνθρώπων ἀνῃρημένων ἠχθέσθη, καὶ τούς γε σωζομένους εὐεργεσίας καὶ ἐπιμελείας ἀξίους ὑπέλαβε δοὺς αὐτοῖς ταύτην τὴν τιμήν.
カイサルは、人々がすでに処刑された後で事情を知り、心を痛めたらしく、生き残った者たちを恩恵と配慮に値すると考えて、彼らにこの栄誉を与えたからである。
§12.3.36τὰ μὲν οὖν Κόμανα εὐανδρεῖ καὶ ἔστιν ἐμπόριον τοῖς ἀπὸ τῆς Ἀρμενίας ἀξιόλογον·
こうしてコマナは人口が多く、アルメニアからの人々にとって重要な商業拠点となっている。
συνέρχονται δὲ κατὰ τὰς ἐξόδους τῆς θεοῦ πανταχόθεν ἔκ τε τῶν πόλεων καὶ τῆς χώρας ἄνδρες ὁμοῦ γυναιξὶν ἐπὶ τὴν ἑορτήν·
女神の出御の際には、祝祭のために、諸都市や地方から男たちも女たちもともに集まってくる。
καὶ ἄλλοι δὲ κατʼ εὐχὴν ἀεί τινες ἐπιδημοῦσι θυσίας ἐπιτελοῦντες τῇ θεῷ.
また、それ以外の人々も、誓願のために常に滞在し、女神に犠牲を捧げている。
καί εἰσιν ἁβροδίαιτοι οἱ ἐνοικοῦντες, καὶ οἰνόφυτα τὰ κτήματα αὐτῶν ἐστι πάντα, καὶ πλῆθος γυναικῶν τῶν ἐργαζομένων ἀπὸ τοῦ σώματος, ὧν αἱ πλείους εἰσὶν ἱεραί.
住民たちは贅沢な暮らしをしており、彼らの土地はすべて葡萄畑であり、身体を売って働く女性たちが大勢おり、その大半は神職の女性たちである。
τρόπον γὰρ δή τινα μικρὰ Κόρινθός ἐστιν ἡ πόλις·
ある意味、この都市は小さなコリントスである。
καὶ γὰρ ἐκεῖ διὰ τὸ πλῆθος τῶν ἑταιρῶν, αἳ τῆς Ἀφροδίτης ἦσαν ἱεραί, πολὺς ἦν ὁ ἐπιδημῶν καὶ ἐνεορτάζων τῷ τόπῳ·
というのも、あちらでもアプロディテの神職であった遊女たちが大勢いたために、多くの人々がその地に滞在し、祝祭を楽しんでいたからである。
οἱ δʼ ἐμπορικοὶ καὶ στρατιωτικοὶ τελέως ἐξανηλίσκοντο, ὥστʼ ἐπʼ αὐτῶν καὶ παροιμίαν ἐκπεσεῖν τοιαύτην
"
οὐ παντὸς ἀνδρὸς εἰς Κόρινθόν ἐσθʼ ὁ πλοῦς.
商人や兵士たちは、完全に財産を使い大手となってしまい、彼らに関して次のような諺が広まるほどであった。 "誰もがコリントスへ航海できるわけではない。
"
τὰ μὲν δὴ Κόμανα τοιαῦτα.
"コマナについては以上の通りである。
§12.3.37τὴν δὲ κύκλῳ πᾶσαν ἔχει Πυθοδωρίς, ἧς ἥ τε Φανάροια ἔστι καὶ ἡ Ζηλῖτις καὶ ἡ Μεγαλοπολῖτις.
その周囲の全地域をピュトドリスが支配しており、その中にはファナロイア、ゼリティス、メガロポリティスがある。
περὶ μὲν Φαναροίας εἴρηται·
ファナロイアについてはすでに述べた。
ἡ δὲ Ζηλῖτις ἔχει πόλιν Ζῆλα ἐπὶ χώματι Σεμιράμιδος τετειχισμένην, ἔχουσαν τὸ ἱερὸν τῆς Ἀναΐτιδος, ἥνπερ καὶ οἱ Ἀρμένιοι σέβονται.
ゼリティスには、セミラミスの盛土の上に城壁が築かれたゼラという都市があり、そこにはアルメニア人も崇拝するアナイティスの神殿がある。
αἱ μὲν οὖν ἱεροποιίαι μετὰ μείζονος ἁγιστείας ἐνταῦθα συντελοῦνται, καὶ τοὺς ὅρκους περὶ τῶν μεγίστων ἐνταῦθα Ποντικοὶ πάντες ποιοῦνται·
そのため、神聖な儀式はここではより大きな厳かさをもって行われ、ポントスのすべての人々は最も重大な事柄に関する誓いをここで行う。
τὸ δὲ πλῆθος τῶν ἱεροδούλων καὶ αἱ τῶν ἱερέων τιμαὶ παρὰ μὲν τοῖς βασιλεῦσι τὸν αὐτὸν εἶχον τύπον ὅνπερ προείπομεν, νυνὶ δὲ ἐπὶ τῇ Πυθοδωρίδι πάντʼ ἐστίν.
神殿奴隷の多さや神官たちの栄誉は、王たちの時代には、われわれが前に述べたのと同じ形式をとっていたが、現在はすべてピュトドリスの支配下にある。
ἐκάκωσαν δὲ πολλοὶ καὶ ἐμείωσαν τό τε πλῆθος τῶν ἱεροδούλων καὶ τὴν ἄλλην εὐπορίαν.
しかし、多くの者が神殿奴隷の数やその他の富を損ない、減少させた。
ἐμειώθη δὲ καὶ ἡ παρακειμένη χώρα μερισθεῖσα εἰς πλείους δυναστείας.
また、隣接する地域も、複数の支配領域に分割されたことによって減少した。
ἡ λεγομένη Ζηλῖτις.
これがいわゆるゼリティスである。
τὸ παλαιὸν μὲν γὰρ οἱ βασιλεῖς οὐχ ὡς πόλιν ἀλλʼ ὡς ἱερὸν διῴκουν τῶν Περσικῶν θεῶν τὰ Ζῆλα, καὶ ἦν ὁ ἱερεὺς κύριος τῶν πάντων·
というのも、古くは王たちはゼラを都市としてではなく、ペルシアの神々の神殿として管理しており、神官がすべてを支配する主人であったからである。
ᾠκεῖτο δʼ ὑπὸ τοῦ πλήθους τῶν ἱεροδούλων καὶ τοῦ ἱερέως ὄντος ἐν περιουσίᾳ μεγάλῃ, καὶ τοῖς περὶ αὐτὸν οὐκ ὀλίγοις χώρα τε ὑπέκειτο ἱερὰ καὶ ἦν τοῦ ἱερέως.
そこには大勢の神殿奴隷が居住し、神官は莫大な富を有しており、彼の周囲の少なからぬ人々に対しても、神聖な土地が割り当てられており、それは神官に属していた。
Πομπήιος δὲ πολλὰς ἐπαρχίας προσώρισε τῷ τόπῳ καὶ πόλιν ὠνόμασε καὶ ταύτην καὶ τὴν Μεγαλόπολιν, συνθεὶς ταύτην τε εἰς ἓν τήν τε Κουλουπηνὴν καὶ τὴν Καμισηνήν, ὁμόρους οὔσας τῇ τε μικρᾷ Ἀρμενίᾳ καὶ τῇ Λαουιανσηνῇ, ἐχούσας ὀρυκτοὺς ἅλας καὶ ἔρυμα ἀρχαῖον τὰ Κάμισα νῦν κατεσπασμένον·
しかしポンペイウスは、この地に多くの地方を割り当てて、これをも都市と呼び、またメガロポリスをも都市と呼んだ。 彼は、このメガロポリスと、小アルメニアおよびラウイアンセネに隣接するクルペネとカミセネを一つの都市に統合した。 これらの地には岩塩があり、また、現在は破壊されている古い砦カミサがあった。
οἱ δὲ μετὰ ταῦτα ἡγεμόνες τῶν Ῥωμαίων τῶν δυεῖν πολιτευμάτων τούτων τὰ μὲν τοῖς Κομάνων ἱερεῦσι προσένειμαν, τὰ δὲ τῷ Ζήλων ἱερεῖ, τὰ δʼ Ἀτεπόριγι, δυνάστῃ τινὶ τοῦ τετραρχικοῦ γένους τῶν Γαλατῶν ἀνδρί·
その後のローマの指導者たちは、これら二つの自治体のうち、一部をコマナの神官たちに、一部をゼラの神官に、一部をガラティアのテトラルコスの一族である支配者アテポリクスに配分した。
τελευτήσαντος δʼ ἐκείνου ταύτην μὲν τὴν μερίδα οὐ πολλὴν οὖσαν ὑπὸ Ῥωμαίοις εἶναι συμβαίνει καλουμένην ἐπαρχίαν (καὶ ἔστι σύστημα καθʼ αὑτὸ τὸ πολίχνιον συνοικισάντων τὰ Κάρανα, ἀφʼ οὗ καὶ ἡ χώρα Καρανῖτις λέγεται), τὰ δὲ λοιπὰ ἔχει Πυθοδωρὶς καὶ ὁ Δύτευτος.
彼が死ぬと、このあまり大きくない割り当て地はローマ人の管轄下に入って属州と呼ばれることになり(そして、カラナの住民たちが移住して形成したその小さな町は独立した政体をなしており、そこからその地方はカラニティスと呼ばれている)、残りの部分はピュトドリスとデュテウトスが保持している。