Humanitext Reader

ストラボン · 地理誌 §12.3.38-12.3.39

ファゼモニティス地方と故郷アマセイアの地勢

391 / 577 箇所 · ギリシア語

要旨

ストラボンはポントスの残りの地域であるファゼモニティスの地形と歴史を説明し、続いて自身の故郷アマセイアの堅固な要塞地形、城壁、水源、および周辺の広大な地域について詳述する。

§12.3.38λείπεται δὲ τοῦ Πόντου μεταξὺ ταύτης τε τῆς χώρας καὶ τῆς Ἀμισηνῶν καὶ Σινωπέων, πρός τε τὴν Καππαδοκίαν συντείνοντα καὶ Γαλάτας καὶ Παφλαγόνας.
ポントスの残りの部分は、この地域とアミソス人およびシノペ人の地域の間にあり、カッパドキア、ガラティア、パフラゴニアの方へと伸びている。
μετὰ μὲν οὖν τὴν Ἀμισηνῶν μέχρι τοῦ Ἅλυος ἡ Φαζημωνῖτις ἔστιν, ἣν Πομπήιος Νεαπολῖτιν ὠνόμασε κατὰ Φαζημῶνα κώμην, ἀποδείξας τὴν κατοικίαν καὶ προσαγορεύσας Νεάπολιν.
さて、アミソス人の地域の背後、ハリュス川に達するまではファゼモニティスがあり、ポンペイウスはファゼモン村にちなんでここをネアポリティスと名付け、その入植地を宣言してネアポリスと呼んだ。
ταύτης δὲ τῆς χώρας τὸ μὲν προσάρκτιον πλευρὸν ἡ Γαζηλωνῖτις συγκλείει καὶ ἡ τῶν Ἀμισηνῶν, τὸ δὲ ἑσπέριον ὁ Ἅλυς, τὸ δʼ ἑῷον ἡ Φανάροια, τὸ δὲ λοιπὸν ἡ ἡμετέρα χώρα ἡ τῶν Ἀμασέων, πολὺ πασῶν πλείστη καὶ ἀρίστη.
この地域の北側はガゼロニティスとアミソス人の地域が閉ざしており、西側はハリュス川が、東側はファナロイアが、そして残りの部分はわれわれの都市アマセイア人の地域があり、これは他のすべての地域よりもはるかに広大で最も優れている。
τὸ μὲν οὖν πρὸς τῇ Φαναροίᾳ μέρος τῆς Φαζημωνίτιδος λίμνη κατέχει πελαγία τὸ μέγεθος ἡ Στιφάνη καλουμένη, πολύοψος καὶ κύκλῳ νομὰς ἀφθόνους ἔχουσα καὶ παντοδαπάς·
さて、ファナロイアに接するファゼモニティスの一部は、海のように巨大な、スティパネと呼ばれる湖が占めており、魚が豊富で、その周囲には豊かなあらゆる種類の牧草地がある。
ἐπίκειται δʼ αὐτῇ φρούριον ἐρυμνὸν ἔρημον νῦν Ἰκίζαρι, καὶ πλησίον βασίλειον κατεσκαμμένον·
その湖の上には、現在は放棄されている険しい砦イキザリがあり、その近くには破壊された王宮がある。
ἡ δὲ λοιπὴ ψιλὴ τὸ πλέον καὶ σιτοφόρος χώρα.
残りの部分は大部分が樹木のない、穀物をもたらす豊かな土地である。
ὑπέρκειται δὲ τῆς τῶν Ἀμασέων τά τε θερμὰ ὕδατα τῶν Φαζημωνιτῶν ὑγιεινὰ σφόδρα, καὶ τὸ Σαγύλιον ἐπὶ ὄρους ὀρθίου καὶ ὑψηλοῦ πρὸς ὀξεῖαν ἀνατείνοντος ἄκραν ἔρυμα ἱδρυμένον ἔχον καὶ ὑδρεῖον δαψιλές, ὃ νῦν ὠλιγώρηται, τοῖς δὲ βασιλεῦσιν ἦν χρήσιμον εἰς πολλά.
アマセイア人の地域の上方には、ファゼモニティスの極めて健康に良い温水があり、また、鋭く突き出た険しい高い山の上に築かれた砦サギュリオンがあり、そこには豊かな水源があるが、現在は顧みられていない。 しかし王たちにとっては多くの点で有用であった。
ἐνταῦθα δὲ ἑάλω καὶ διεφθάρη ὑπὸ τῶν Φαρνάκου τοῦ βασιλέως παίδων Ἀρσάκης, δυναστεύων καὶ νεωτερίζων, ἐπιτρέψαντος οὐδενὸς τῶν ἡγεμόνων·
この場所で、アルサケスは自ら支配し反乱を企てたが、ローマの指導者たちの誰も許さなかったため、王パルナケスの息子たちによって捕らえられ、殺害された。
ἑάλω δὲ οὐ βίᾳ τοῦ ἐρύματος ληφθέντος ὑπὸ Πολέμωνος καὶ Λυκομήδους, βασιλέων ἀμφοῖν, ἀλλὰ λιμῷ·
彼は、双方とも王であったポレモンとリュコメデスによって砦が力ずくで占領されたために捕らえられたのではなく、飢えによって捕らえられたのである。
ἀνέφυγε γὰρ εἰς τὸ ὄρος παρασκευῆς χωρὶς εἰργόμενος τῶν πεδίων, εὗρε δὲ καὶ τὰ ὑδρεῖα ἐμπεφραγμένα πέτραις ἠλιβάτοις·
というのも、彼は何ら準備もないまま山に逃げ込み、平野から遮断され、さらに水源が切り立った岩で塞がれているのを見出したからである。
οὕτω γὰρ διετέτακτο Πομπήιος, κατασπᾶν κελεύσας τὰ φρούρια καὶ μὴ ἐᾶν χρήσιμα τοῖς ἀναφεύγειν εἰς αὐτὰ βουλομένοις λῃστηρίων χάριν.
なぜならポンペイウスがそのように命じ、山砦を破壊して、賊徒たちがそこに逃げ込んで利用するのを防ぐように命じていたからである。
ἐκεῖνος μὲν οὖν οὕτω διέταξε τὴν Φαζημωνῖτιν, οἱ δʼ ὕστερον βασιλεῦσι καὶ ταύτην ἔνειμαν.
ポンペイウスはこのようにファゼモニティスを整理したが、その後の者たちはこの地をも王たちに分け与えた。
§12.3.39ἡ δʼ ἡμετέρα πόλις κεῖται μὲν ἐν φάραγγι βαθείᾳ καὶ μεγάλῃ, διʼ ἧς ὁ Ἶρις φέρεται ποταμός, κατεσκεύασται δὲ θαυμαστῶς προνοίᾳ τε καὶ φύσει, πόλεως τε ἅμα καὶ φρουρίου παρέχεσθαι χρείαν δυναμένη·
われわれの都市は、イリス川が流れる深く大きな谷の中に位置しており、自然の恵みと人間の配慮によって、都市であると同時に要塞の役割をも果たすことができるよう、驚くべき形で作られている。
πέτρα γὰρ ὑψηλὴ καὶ περίκρημνος κατερρωγυῖα ἐπὶ τὸν ποταμόν, τῇ μὲν ἔχουσα τὸ τεῖχος ἐπὶ τῷ χείλει τοῦ ποταμοῦ καθʼ ὃ ἡ πόλις συνῴκισται, τῇ δʼ ἀνατρέχον ἑκατέρωθεν ἐπὶ τὰς κορυφάς·
というのも、川に向かって切り立った高くて険しい岩山があり、一方は、都市が建設されている川の岸辺に沿って城壁があり、他方は、その両側から山頂へと城壁が駆け上っているからである。
δύο δʼ εἰσὶ συμφυεῖς ἀλλήλαις πεπυργωμέναι παγκάλως·
互いに繋がった二つの山頂があり、そこには見事に塔が建てられている。
ἐν δὲ τῷ περιβόλῳ τούτῳ βασίλειά τʼ ἐστὶ καὶ μνήματα βασιλέων·
この城壁の囲いの中に、王宮と王たちの墓がある。
αἱ κορυφαὶ δʼ ἔχουσιν αὐχένα παντάπασι στενόν, πέντε ἢ ἓξ σταδίων ἑκατέρωθεν τὸ ὕψος ἀπὸ τῆς ποταμίας ἀναβαίνοντι καὶ τῶν προαστείων·
これらの山頂には非常に狭い尾根があり、川や郊外から登ると両側から五ないし六スタディオンの高さがある。
ἀπὸ δὲ τοῦ αὐχένος ἐπὶ τὰς κορυφὰς ἄλλη σταδιαία λείπεται πρόσβασις ὀξεῖα καὶ πάσης βίας κρείττων·
尾根から山頂までは、さらに一スタディオンほどの急な登り道が残されており、いかなる武力をも寄せ付けない。
ἔχει δὲ καὶ ὑδρεῖα ἐντὸς ἀναφαίρετα, συρίγγων τετμημένων δυεῖν, τῆς μὲν ἐπὶ τὸν ποταμὸν τῆς δʼ ἐπὶ τὸν αὐχένα·
また、内部には失われることのない水源があり、二つの掘られた地下通路が、一つは川へ、もう一つは尾根へと通じている。
ἐπέζευκται δὲ γέφυρα τῷ ποταμῷ μία μὲν ἀπὸ τῆς πόλεως ἐπὶ τὸ προάστειον, ἄλλη δʼ ἀπὸ τοῦ προαστείου πρὸς τὴν ἔξω χώραν·
川には橋が架けられており、一つは都市から郊外へ、もう一つは郊外から外部の地域へと通じている。
κατὰ γὰρ τὴν γέφυραν ταύτην ἀπολήγει τὸ ὄρος τὸ τῆς πέτρας ὑπερκείμενον.
というのも、この二番目の橋のところで、岩山の上方に位置する山が途切れるからである。
αὐλὼν δʼ ἐστὶν ἀπὸ τοῦ ποταμοῦ διήκων οὐ πλατὺς τὸ πρῶτον τελέως, ἔπειτα πλατύνεται καὶ ποιεῖ τὸ Χιλιόκωμον καλούμενον πεδίον·
川から続く、最初は全く広くない谷間があり、それが次第に広くなって、キリオコモンと呼ばれる平野を形成している。
εἶθʼ ἡ Διακοπηνὴ καὶ ἡ Πιμωλισηνὴ χώρα πᾶσα εὐδαίμων μέχρι τοῦ Ἅλυος.
さらにその先には、ディアコペネとピモリセネの全地域があり、ハリュス川に至るまで豊かな土地である。
ταῦτα μὲν τὰ ἀρκτικὰ μέρη τῆς τῶν Ἀμασέων χώρας, μῆκος ὅσον πεντακοσίων σταδίων·
これらはアマセイア人の地域の北側の部分であり、長さは約五百スタディオンである。
ἔπειθʼ ἑξῆς ἡ λοιπὴ πολὺ ταύτης ἐπιμηκεστέρα μέχρι τοῦ Βαβανόμου καὶ τῆς Ξιμήνης, ἥπερ καὶ αὐτὴ καθήκει μέχρι πρὸς τὸν Ἅλυν·
その後に続く残りの部分は、これよりもはるかに長く、ババノモスとクシメネに達し、これ自体もハリュス川の近くまで延びている。
τοῦτο μὲν δὴ τὸ μῆκος, πλάτος δὲ τὸ ἀπὸ τῶν ἄρκτων πρὸς νότον ἐπί τε τὴν Ζηλῖτιν καὶ τὴν μεγάλην Καππαδοκίαν μέχρι τῶν Τροκμῶν.
これが長さであり、北から南へ、ゼリティスやトロクモイ人に至る大カッパドキアまでの幅がある。
εἰσὶ δʼ ἐν τῇ Ξιμήνῃ ἅλαι ὀρυκτῶν ἁλῶν, ἀφʼ ὧν εἰκάζουσιν εἰρῆσθαι Ἅλυν τὸν ποταμόν.
クシメネには岩塩の採掘場があり、そこからハリュス川の名が由来したと推測されている。
ἔστι δὲ καὶ ἐρύματα πλείω κατεσκαμμένα ἐν τῇ ἡμετέρᾳ χώρᾳ καὶ ἔρημος γῆ πολλὴ διὰ τὸν Μιθριδατικὸν πόλεμον.
われわれの地域には、ミトリダテス戦争のために破壊された多くの砦や、多くの荒廃した土地がある。
ἔστι μέντοι πᾶσα μὲν εὔδενδρος, ἡ δʼ ἱππόβοτος καὶ τοῖς ἄλλοις θρέμμασι πρόσφορος· ἅπασα δʼ οἰκήσιμος καλῶς.
しかしながら、全土に木々が茂り、馬の放牧やその他の家畜に適しており、全体として非常に住みよい土地である。
ἐδόθη δὲ καὶ ἡ Ἀμάσεια βασιλεῦσι, νῦν δʼ ἐπαρχία ἐστί.
アマセイアも王たちに与えられたが、現在は属州となっている。

語釈・文法注

  1. §12.3.38τοῦ Πόντου — 部分属格。文頭の動詞 `λείπεται`(残されている)の実質的な主語となる「ポントスの残りの部分」を表している。
  2. §12.3.38ἐπιτρέψαντος οὐδενὸς τῶν ἡγεμόνων — 属格独立構文。ここでは譲歩(〜であったにもかかわらず)または付帯状況を表し、ローマの指導者たち(`τῶν ἡγεμόνων`)の許可を得ずにアルサケスが反乱を起こした状況を示している。
  3. §12.3.39συρίγγων τετμημένων δυεῖν — 手段または原因を表す属格(または属格独立構文)。`δυεῖν`(あるいは `δυοῖν`)は、数詞 `δύο`(二つ)の両数(dual)属格形であり、山頂の内側に掘られた二つの地下通路を指す。

この箇所を引用する

ストラボン, 地理誌 §12.3.38-12.3.39. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:12.3.38-12.3.39

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。