§12.3.32ὑπὲρ δὲ τῆς Φαναροίας ἐστὶ τὰ Κόμανα τὰ ἐν τῷ Πόντῳ, ὁμώνυμα τοῖς ἐν τῇ μεγάλῃ Καππαδοκίᾳ καὶ τῇ αὐτῇ θεῷ καθιερωμένα, ἀφιδρυθέντα ἐκεῖθεν, σχεδὸν δέ τι καὶ τῇ ἀγωγῇ παραπλησίᾳ κεχρημένα τῶν τε ἱερουργιῶν καὶ τῶν θεοφοριῶν καὶ τῆς περὶ τοὺς ἱερέας τιμῆς, καὶ μάλιστα ἐπὶ τῶν πρὸ τοῦ βασιλέων, ἡνίκα δὶς τοῦ ἔτους κατὰ τὰς ἐξόδους λεγομένας τῆς θεοῦ διάδημα φορῶν ἐτύγχανεν ὁ ἱερεύς, καὶ ἦν δεύτερος κατὰ τιμὴν μετὰ τὸν βασιλέα.
ファナロイアの上方には、ポントス地方のコマナがある。 これは大カッパドキアのコマナと同名であり、同じ女神に捧げられ、そこから分祀されたもので、儀式、神憑り、および神官たちの名誉に関する慣行もほぼ同様の方式を用いている。 とりわけ以前の王たちの時代には、年に二回、女神のいわゆる「出御」の際に、神官は王冠を身につけることとなっており、王に次いで第二の地位にあった。
§12.3.33ἐμνήσθημεν δὲ πρότερον Δορυλάου τε τοῦ τακτικοῦ, ὃς ἦν πρόπαππος τῆς μητρὸς ἡμῶν, καὶ ἄλλου Δορυλάου, ὃς ἦν ἐκείνου ἀδελφιδοῦς υἱὸς δὲ Φιλεταίρου, καὶ διότι ἐκεῖνος τῶν ἄλλων τιμῶν παρὰ τοῦ Εὐπάτορος τῶν μεγίστων τυχὼν καὶ δὴ καὶ τῆς ἐν Κομάνοις ἱερωσύνης ἐφωράθη τὴν βασιλείαν ἀφιστὰς Ῥωμαίοις· καταλυθέντος δʼ ἐκείνου συνδιεβλήθη καὶ τὸ γένος.
われわれは以前、われわれの母の曾祖父である戦術家ドリュラオスと、彼の甥でありフィレタイロスの息子であるもう一人のドリュラオスについて言及した。 そして、この後者がエウパトールから他の最大の栄誉、とりわけコマナの神官職を得ておきながら、王国をローマ人に寝返らせようとしたのを露見されたこと、彼が失脚したとき、その一族もともに不名誉を被ったことについても述べた。
ὀψὲ δὲ Μοαφέρνης ὁ θεῖος τῆς μητρὸς ἡμῶν εἰς ἐπιφάνειαν ἦλθεν ἤδη πρὸς καταλύσει τῆς βασιλείας, καὶ πάλιν τῷ βασιλεῖ συνητύχησαν καὶ αὐτὸς καὶ οἱ ἐκείνου φίλοι, πλὴν εἴ τινες ἔφθησαν προαποστάντες αὐτοῦ, καθάπερ ὁ πάππος ἡμῶν ὁ πρὸς αὐτῆς, ὃς ἰδὼν τὰ τοῦ βασιλέως κακῶς φερόμενα ἐν τῷ πρὸς Λεύκολλον πολέμῳ, καὶ ἅμα ἠλλοτριωμένος αὐτοῦ διʼ ὀργήν, ὅτι ἀνεψιὸν αὐτοῦ Τίβιον καὶ υἱὸν ἐκείνου Θεόφιλον ἐτύγχανεν ἀπεκτονὼς νεωστί, ὥρμησε τιμωρεῖν ἐκείνοις τε καὶ ἑαυτῷ, καὶ λαβὼν παρὰ τοῦ Λευκόλλου πίστεις ἀφίστησιν αὐτῷ πεντεκαίδεκα φρούρια·
その後ずっと遅くに、われわれの母の叔父モアフェルネスが、すでに王国が滅亡に向かっている時期になって台頭したが、やはり彼自身もその友人たちも王と運命をともにして破滅した。 ただし、あらかじめ王から離反することに成功した者たちは例外であり、たとえば、われわれの母方の祖父がそうであった。 彼は、ルクルスとの戦争において王の形勢が不利になっているのを見て、同時に、王が彼のいとこティビオスとその息子テオフィロスを最近殺害したばかりであったことへの怒りから王と疎遠になっていたため、彼らと自分自身のために報復しようと決意し、ルクルスから安全の保証を得て、十五の砦を彼に引き渡した。
καὶ ἐπαγγελίαι μὲν ἐγένοντο ἀντὶ τούτων μεγάλαι, ἐπελθὼν δὲ Πομπήιος ὁ διαδεξάμενος τὸν πόλεμον πάντας τοὺς ἐκείνῳ τι χαρισαμένους ἐχθροὺς ὑπέλαβε διὰ τὴν γενομένην αὐτῷ πρὸς ἐκεῖνον ἀπέχθειαν, διαπολεμήσας δὲ καὶ ἐπανελθὼν οἴκαδε ἐξενίκησεν ὥστε τὰς τιμάς, ἃς ὑπέσχετο ὁ Λεύκολλος τῶν Ποντικῶν τισι, μὴ κυρῶσαι τὴν σύγκλητον·
これに対して大きな恩賞の約束がなされたが、戦争を引き継いだポンペイウスがやってくると、ルクルスとの間に生じた反目のために、彼に協力した者をすべて敵とみなした。 そして、戦争を終わらせてローマに帰還すると、彼は自らの意志を押し通し、ルクルスがポントスの人々の一部に約束した栄誉を元老院に承認させなかった。
ἄδικον γὰρ εἶναι κατορθώσαντος ἑτέρου τὸν πόλεμον τὰ βραβεῖα ἐπʼ ἄλλῳ γενέσθαι καὶ τὴν τῶν ἀριστείων διανομήν.
他者が戦争を完遂したのに、恩賞の決定権や賞の分配が別の人に属するのは不当であるから、というのがその理由であった。
§12.3.34ἐπὶ μὲν οὖν τῶν βασιλέων οὕτω τὰ Κόμανα διῳκεῖτο ὡς εἴρηται, παραλαβὼν δὲ Πομπήιος τὴν ἐξουσίαν Ἀρχέλαον ἐπέστησεν ἱερέα καὶ προσώρισεν αὐτῷ χώραν δίσχοινον κύκλῳ (τοῦτο δʼ ἔστιν ἑξήκοντα στάδιοι) πρὸς τῇ ἱερᾷ, προστάξας τοῖς ἐνοικοῦσι πειθαρχεῖν αὐτῷ·
このように王たちの時代には、コマナは上述のように管理されていたが、ポンペイウスが権力を握ると、アルケラオスを神官に任命し、神殿の土地に加えて、その周囲二スケノス(これは六十スタディオンである)の土地を彼に割り当て、住民たちに彼に従うよう命じた。
τούτων μὲν οὖν ἡγεμὼν ἦν καὶ τῶν τὴν πόλιν οἰκούντων ἱεροδούλων κύριος πλὴν τοῦ πιπράσκειν·
したがって、彼はこれらの支配者であり、また、都市に居住する神殿奴隷たちを、売却することを除いて支配する主人であった。
ἦσαν δὲ οὐκ ἐλάττους οὐδʼ ἐνταῦθα τῶν ἑξακισχιλίων.
その数はここでも六千人を下回らなかった。
ἦν δʼ οὗτος Ἀρχέλαος υἱὸς μὲν τοῦ ὑπὸ Σύλλα καὶ τῆς συγκλήτου τιμηθέντος, φίλος δὲ Γαβινίου τῶν ὑπατικῶν τινος.
このアルケラオスは、スッラと元老院によって名誉を与えられた者の息子であり、執政官経験者の一人であるガビニウスの友人であった。
ἐκείνου δὲ πεμφθέντος εἰς Συρίαν ἧκε καὶ αὐτὸς ἐπʼ ἐλπίδι τοῦ κοινωνήσειν αὐτῷ παρασκευαζομένῳ πρὸς τὸν Παρθικὸν πόλεμον, οὐκ ἐπιτρεπούσης δὲ τῆς συγκλήτου ταύτην ἀφεὶς τὴν ἐλπίδα ἄλλην εὕρατο μείζω.
彼がシリアに派遣された際、アルケラオス自身も、パルティア戦争の準備を進める彼に協力しようという希望を抱いてそこへ赴いたが、元老院が許可しなかったため、この希望をあきらめて、さらに大きな別の希望を見出した。
ἐτύγχανε γὰρ Πτολεμαῖος ὁ τῆς Κλεοπάτρας πατὴρ ὑπὸ τῶν Αἰγυπτίων ἐκβεβλημένος, θυγάτηρ δʼ αὐτοῦ κατεῖχε τὴν βασιλείαν, ἀδελφὴ πρεσβυτέρα τῆς Κλεοπάτρας·
というのも、クレオパトラの父プトレマイオスがエジプト人によって追放されており、その娘、すなわちクレオパトラの姉が王位に就いていたからである。
ταύτῃ ζητουμένου ἀνδρὸς βασιλικοῦ γένους ἐνεχείρισεν ἑαυτὸν τοῖς συμπράττουσι, προσποιησάμενος Μιθριδάτου τοῦ Εὐπάτορος υἱὸς, καὶ παραδεχθεὶς ἐβασίλευσεν ἓξ μῆνας.
彼女のために王族の血を引く夫が探されていたため、彼は仲介者たちに身を委ね、自分はミトリダテス・エウパトールの息子であると自称して受け入れられ、六ヶ月間王となった。
τοῦτον μὲν οὖν ὁ Γαβίνιος ἀνεῖλεν ἐν παρατάξει κατάγων τὸν Πτολεμαῖον.
しかし、ガビニウスはプトレマイオスを王位に復帰させる際、戦闘においてこのアルケラオスを殺害した。