Humanitext Reader

斯特拉波 · 地理学 §12.3.35-12.3.37

科马纳祭司职的继承与邻城泽拉

第 390 段,共 577 段 · 希腊语

内容简介

斯特拉波叙述了阿迪亚托里克斯之子德尤特乌斯继承波恩图斯科马纳祭司职的始末,将该城的繁荣与风俗比作哥林多,并详细说明了附近泽拉等城市的历史与行政管辖演变。

§12.3.35υἱὸς δʼ αὐτοῦ τὴν ἱερωσύνην παρέλαβεν· εἶθʼ ὕστερον Λυκομήδης, ᾧ καὶ τετράσχοινος ἄλλη προσετέθη· καταλυθέντος δὲ καὶ τούτου νῦν ἔχει Δύτευτος υἱὸς Ἀδιατόριγος, ὃς δοκεῖ ταύτης τυγχάνειν τῆς τιμῆς παρὰ Καίσαρος τοῦ Σεβαστοῦ διʼ ἀρετήν.
他的儿子继承了祭司职;其后是吕科墨得斯,又给他增加了四斯霍伊诺伊的土地;在他也被推翻后,现在由阿迪亚托里克斯之子德尤特乌斯占有,他似乎是因其美德而从奥古斯都皇帝那里获得这一荣誉的。
ὁ μὲν γὰρ Καῖσαρ θριαμβεύσας τὸν Ἀδιατόριγα μετὰ παίδων καὶ γυναικὸς ἔγνω ἀναιρεῖν μετὰ τοῦ πρεσβυτάτου τῶν παίδων (ἦν δὲ πρεσβύτατος οὗτος), τοῦ δὲ δευτέρου τῶν ἀδελφῶν αὐτοῦ φήσαντος εἶναι πρεσβυτάτου πρὸς τοὺς ἀπάγοντας στρατιώτας, ἔρις ἦν ἀμφοτέροις πολὺν χρόνον ἕως οἱ γονεῖς ἔπεισαν τὸν Δύτευτον παραχωρῆσαι τῷ νεωτέρῳ τῆς νίκης· αὐτὸν γὰρ ἐν ἡλικίᾳ μᾶλλον ὄντα ἐπιτηδειότερον κηδεμόνα τῇ μητρὶ ἔσεσθαι καὶ τῷ λειπομένῳ ἀδελφῷ· οὕτω δὲ τὸν μὲν συναποθανεῖν τῷ πατρί, τοῦτον δὲ σωθῆναι καὶ τυχεῖν τῆς τιμῆς ταύτης.
因为凯撒在凯旋式中展示了阿迪亚托里克斯及其妻子儿女后,决定将他与他的长子一同处死(而这个德尤特乌斯就是长子),但他的二弟向押解他们的士兵声称自己才是长子,于是两人争执了很长时间,直到父母说服德尤特乌斯将“胜利”让给弟弟;因为他们认为,他自己年龄较长,能更合适地作为母亲和剩下弟弟的保护者;这样,二弟与父亲一同死去,而德尤特乌斯则得以幸存并获得了这一荣誉。
αἰσθόμενος γάρ, ὡς ἔοικε, Καῖσαρ ἤδη τῶν ἀνθρώπων ἀνῃρημένων ἠχθέσθη, καὶ τούς γε σωζομένους εὐεργεσίας καὶ ἐπιμελείας ἀξίους ὑπέλαβε δοὺς αὐτοῖς ταύτην τὴν τιμήν.
因为凯撒似乎在人们已被处死后才察觉到真相,感到十分懊悔,并认为那些幸存者理应得到恩惠与照顾,于是赐予了他们这一荣誉。
§12.3.36τὰ μὲν οὖν Κόμανα εὐανδρεῖ καὶ ἔστιν ἐμπόριον τοῖς ἀπὸ τῆς Ἀρμενίας ἀξιόλογον·
因此科马纳人口繁盛,是来自亚美尼亚的人们的显著商业中心。
συνέρχονται δὲ κατὰ τὰς ἐξόδους τῆς θεοῦ πανταχόθεν ἔκ τε τῶν πόλεων καὶ τῆς χώρας ἄνδρες ὁμοῦ γυναιξὶν ἐπὶ τὴν ἑορτήν· καὶ ἄλλοι δὲ κατʼ εὐχὴν ἀεί τινες ἐπιδημοῦσι θυσίας ἐπιτελοῦντες τῇ θεῷ.
在女神出巡期间,男女信众从城市和乡村等各处聚集到这里参加节日;还有些人因许愿而经常寄居于此,向女神献祭。
καί εἰσιν ἁβροδίαιτοι οἱ ἐνοικοῦντες, καὶ οἰνόφυτα τὰ κτήματα αὐτῶν ἐστι πάντα, καὶ πλῆθος γυναικῶν τῶν ἐργαζομένων ἀπὸ τοῦ σώματος, ὧν αἱ πλείους εἰσὶν ἱεραί.
这里的居民生活奢华,他们的资产全部种满葡萄,并有大量靠身体工作的妇女,其中大多数是神庙女侍。
τρόπον γὰρ δή τινα μικρὰ Κόρινθός ἐστιν ἡ πόλις·
在某种程度上,这座城市是一个小哥林多。
καὶ γὰρ ἐκεῖ διὰ τὸ πλῆθος τῶν ἑταιρῶν, αἳ τῆς Ἀφροδίτης ἦσαν ἱεραί, πολὺς ἦν ὁ ἐπιδημῶν καὶ ἐνεορτάζων τῷ τόπῳ· οἱ δʼ ἐμπορικοὶ καὶ στρατιωτικοὶ τελέως ἐξανηλίσκοντο, ὥστʼ ἐπʼ αὐτῶν καὶ παροιμίαν ἐκπεσεῖν τοιαύτην " οὐ παντὸς ἀνδρὸς εἰς Κόρινθόν ἐσθʼ ὁ πλοῦς.
因为在哥林多,也由于大批作为阿佛洛狄忒神庙女侍的交际花,有许多人寄居并在此地享乐;而商人和军人则完全挥霍空了家产,以至于关于他们甚至流传着这样一句谚语: "并非每个人都能乘船去哥林多。
" τὰ μὲν δὴ Κόμανα τοιαῦτα.
"科马纳的情况就是如此。
§12.3.37τὴν δὲ κύκλῳ πᾶσαν ἔχει Πυθοδωρίς, ἧς ἥ τε Φανάροια ἔστι καὶ ἡ Ζηλῖτις καὶ ἡ Μεγαλοπολῖτις.
而周围的所有土地都由皮托多里斯占有,其中有法纳罗亚、泽利蒂斯和梅加洛波利蒂斯。
περὶ μὲν Φαναροίας εἴρηται· ἡ δὲ Ζηλῖτις ἔχει πόλιν Ζῆλα ἐπὶ χώματι Σεμιράμιδος τετειχισμένην, ἔχουσαν τὸ ἱερὸν τῆς Ἀναΐτιδος, ἥνπερ καὶ οἱ Ἀρμένιοι σέβονται.
关于法纳罗亚已经说过;而泽利蒂斯有一座名为泽拉的城市,它建在塞米拉米斯的土垒之上,拥有阿奈蒂斯的神殿,亚美尼亚人也崇拜她。
αἱ μὲν οὖν ἱεροποιίαι μετὰ μείζονος ἁγιστείας ἐνταῦθα συντελοῦνται, καὶ τοὺς ὅρκους περὶ τῶν μεγίστων ἐνταῦθα Ποντικοὶ πάντες ποιοῦνται·
因此,这里的祭祀仪式带有更神圣的庄严,所有的波恩图斯人都在这里为最重大的事情宣誓。
τὸ δὲ πλῆθος τῶν ἱεροδούλων καὶ αἱ τῶν ἱερέων τιμαὶ παρὰ μὲν τοῖς βασιλεῦσι τὸν αὐτὸν εἶχον τύπον ὅνπερ προείπομεν, νυνὶ δὲ ἐπὶ τῇ Πυθοδωρίδι πάντʼ ἐστίν.
神庙奴隶的数量和祭司的荣誉,在国王统治时期,其形式与我们之前所说的一样,但现在一切都归皮托多里斯所有。
ἐκάκωσαν δὲ πολλοὶ καὶ ἐμείωσαν τό τε πλῆθος τῶν ἱεροδούλων καὶ τὴν ἄλλην εὐπορίαν.
然而,许多人破坏并减少了神庙奴隶的数量和其他财富。
ἐμειώθη δὲ καὶ ἡ παρακειμένη χώρα μερισθεῖσα εἰς πλείους δυναστείας.
相邻的土地也因被分割成多个割据政权而减少了。
ἡ λεγομένη Ζηλῖτις.
这就是所谓的泽利蒂斯。
τὸ παλαιὸν μὲν γὰρ οἱ βασιλεῖς οὐχ ὡς πόλιν ἀλλʼ ὡς ἱερὸν διῴκουν τῶν Περσικῶν θεῶν τὰ Ζῆλα, καὶ ἦν ὁ ἱερεὺς κύριος τῶν πάντων· ᾠκεῖτο δʼ ὑπὸ τοῦ πλήθους τῶν ἱεροδούλων καὶ τοῦ ἱερέως ὄντος ἐν περιουσίᾳ μεγάλῃ, καὶ τοῖς περὶ αὐτὸν οὐκ ὀλίγοις χώρα τε ὑπέκειτο ἱερὰ καὶ ἦν τοῦ ἱερέως.
因为古时候,国王们并不把泽拉作为城市管理,而是作为波斯神明的一座神殿,祭司是所有一切的主人;这里居住着大量的神庙奴隶,祭司拥有巨额财富,其周围不少人也拥有神圣的土地,且归祭司所有。
Πομπήιος δὲ πολλὰς ἐπαρχίας προσώρισε τῷ τόπῳ καὶ πόλιν ὠνόμασε καὶ ταύτην καὶ τὴν Μεγαλόπολιν, συνθεὶς ταύτην τε εἰς ἓν τήν τε Κουλουπηνὴν καὶ τὴν Καμισηνήν, ὁμόρους οὔσας τῇ τε μικρᾷ Ἀρμενίᾳ καὶ τῇ Λαουιανσηνῇ, ἐχούσας ὀρυκτοὺς ἅλας καὶ ἔρυμα ἀρχαῖον τὰ Κάμισα νῦν κατεσπασμένον·
但庞培将许多行政区划归该地,并宣布它和梅加洛波利斯同为城市,将后者与库卢佩内、卡米塞内合而为一,这些地方与小亚美尼亚和拉维安塞内接壤,拥有矿盐和一座现已被摧毁的古老要塞卡米萨。
οἱ δὲ μετὰ ταῦτα ἡγεμόνες τῶν Ῥωμαίων τῶν δυεῖν πολιτευμάτων τούτων τὰ μὲν τοῖς Κομάνων ἱερεῦσι προσένειμαν, τὰ δὲ τῷ Ζήλων ἱερεῖ, τὰ δʼ Ἀτεπόριγι, δυνάστῃ τινὶ τοῦ τετραρχικοῦ γένους τῶν Γαλατῶν ἀνδρί·
后来的罗马统治者将这两个政体的一部分划归科马纳的祭司,一部分划归泽拉的祭司,另一部分划归阿特波里克斯,他是一个来自加拉太人四分领主家族的统治者。
τελευτήσαντος δʼ ἐκείνου ταύτην μὲν τὴν μερίδα οὐ πολλὴν οὖσαν ὑπὸ Ῥωμαίοις εἶναι συμβαίνει καλουμένην ἐπαρχίαν (καὶ ἔστι σύστημα καθʼ αὑτὸ τὸ πολίχνιον συνοικισάντων τὰ Κάρανα, ἀφʼ οὗ καὶ ἡ χώρα Καρανῖτις λέγεται), τὰ δὲ λοιπὰ ἔχει Πυθοδωρὶς καὶ ὁ Δύτευτος.
在他死后,这一块不大的份额恰好归罗马人所有,被称为一个省(通过合并卡拉纳而建起的小镇是一个独立的体系,该地区也因此被称为卡拉尼蒂斯),其余的部分则由皮托多里斯和德尤特乌斯占有。

词汇与语法注释

  1. 12.3.35παραχωρῆσαι τῷ νεωτέρῳ τῆς νίκης — 动词 παραχωρέω(让给)要求让予的对象用与格(τῷ νεωτέρῳ),而让予的事物用属格(τῆς νίκης,夺格性属格)。这里的“胜利”(νίκη)反讽地指代在这场争夺谁作为长子先死的名誉之争中的获胜。
  2. 12.3.35αὐτὸν γὰρ ἐν ἡλικίᾳ μᾶλλον ὄντα ἐπιτηδειότερον κηδεμόνα τῇ μητρὶ ἔσεσθαι — 间接引语中的“对格+不定式”结构。不定式 ἔσεσθαι(将成为)的逻辑主语是对格的 αὐτόν,在语境中指代父母劝说的大儿子德尤特乌斯。因为他年纪较长(ἐν ἡλικίᾳ μᾶλλον ὄντα),所以被认为更适合作为留下的家人的保护者(ἐπιτηδειότερον κηδεμόνα)。
  3. 12.3.37συνθεὶς ταύτην τε εἰς ἓν τήν τε Κουλουπηνὴν καὶ τὴν Καμισηνήν — 分词 συνθείς(合并)通过关联连词 τε...τε...(既……又……),将 ταύτην(代词女性单数,指代前文的梅加洛波利斯)与后文的 τήν τε Κουλουπηνὴν καὶ τὴν Καμισηνήν(库卢佩内与卡米塞内)连接起来,意为“将这[梅加洛波利斯]与库卢佩内及卡米塞内合并为一个[实体](εἰς 完)。”,

引用这一段

斯特拉波, 地理学 §12.3.35-12.3.37. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:12.3.35-12.3.37

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。