Humanitext Reader

斯特拉波 · 地理学 §12.3.32-12.3.34

本都的科马纳与其母系家族的兴衰

第 389 段,共 577 段 · 希腊语

内容简介

作者记述了波恩图斯地区科马纳的神庙性质和历史惯例,讲述了其母系家族(多里劳斯、莫阿费尔尼斯等)在王国的兴衰,并详述了被庞培任命为神官的阿尔克拉乌斯的生平及其篡夺埃及王位并最终败亡的经过。

§12.3.32ὑπὲρ δὲ τῆς Φαναροίας ἐστὶ τὰ Κόμανα τὰ ἐν τῷ Πόντῳ, ὁμώνυμα τοῖς ἐν τῇ μεγάλῃ Καππαδοκίᾳ καὶ τῇ αὐτῇ θεῷ καθιερωμένα, ἀφιδρυθέντα ἐκεῖθεν, σχεδὸν δέ τι καὶ τῇ ἀγωγῇ παραπλησίᾳ κεχρημένα τῶν τε ἱερουργιῶν καὶ τῶν θεοφοριῶν καὶ τῆς περὶ τοὺς ἱερέας τιμῆς, καὶ μάλιστα ἐπὶ τῶν πρὸ τοῦ βασιλέων, ἡνίκα δὶς τοῦ ἔτους κατὰ τὰς ἐξόδους λεγομένας τῆς θεοῦ διάδημα φορῶν ἐτύγχανεν ὁ ἱερεύς, καὶ ἦν δεύτερος κατὰ τιμὴν μετὰ τὸν βασιλέα.
在法纳罗亚之上是波恩图斯的科马纳,它与大卡帕多奇亚的科马纳同名,并供奉同一位女神,是从那里分祀而来的;它在祭祀仪式、神启以及对祭司的尊崇方面也采用了几乎相同的惯行。 尤其是在以前的国王时代,每年两次在所谓女神“出巡”期间,祭司会佩戴王冠,其地位在荣誉上仅次于国王,位列第二。
§12.3.33ἐμνήσθημεν δὲ πρότερον Δορυλάου τε τοῦ τακτικοῦ, ὃς ἦν πρόπαππος τῆς μητρὸς ἡμῶν, καὶ ἄλλου Δορυλάου, ὃς ἦν ἐκείνου ἀδελφιδοῦς υἱὸς δὲ Φιλεταίρου, καὶ διότι ἐκεῖνος τῶν ἄλλων τιμῶν παρὰ τοῦ Εὐπάτορος τῶν μεγίστων τυχὼν καὶ δὴ καὶ τῆς ἐν Κομάνοις ἱερωσύνης ἐφωράθη τὴν βασιλείαν ἀφιστὰς Ῥωμαίοις· καταλυθέντος δʼ ἐκείνου συνδιεβλήθη καὶ τὸ γένος.
我们此前曾提到过战术家多里劳斯,他是我们母亲的曾祖父,以及另一个多里劳斯,他是前者的侄子、菲莱泰罗斯的儿子;我们还提到,后者在从尤帕托尔那里获得包括科马纳祭司职在内的其他最大荣誉后,被发现企图让王国倒向罗马人;在他被推翻时,他的家族也一同遭受了污名。
ὀψὲ δὲ Μοαφέρνης ὁ θεῖος τῆς μητρὸς ἡμῶν εἰς ἐπιφάνειαν ἦλθεν ἤδη πρὸς καταλύσει τῆς βασιλείας, καὶ πάλιν τῷ βασιλεῖ συνητύχησαν καὶ αὐτὸς καὶ οἱ ἐκείνου φίλοι, πλὴν εἴ τινες ἔφθησαν προαποστάντες αὐτοῦ, καθάπερ ὁ πάππος ἡμῶν ὁ πρὸς αὐτῆς, ὃς ἰδὼν τὰ τοῦ βασιλέως κακῶς φερόμενα ἐν τῷ πρὸς Λεύκολλον πολέμῳ, καὶ ἅμα ἠλλοτριωμένος αὐτοῦ διʼ ὀργήν, ὅτι ἀνεψιὸν αὐτοῦ Τίβιον καὶ υἱὸν ἐκείνου Θεόφιλον ἐτύγχανεν ἀπεκτονὼς νεωστί, ὥρμησε τιμωρεῖν ἐκείνοις τε καὶ ἑαυτῷ, καὶ λαβὼν παρὰ τοῦ Λευκόλλου πίστεις ἀφίστησιν αὐτῷ πεντεκαίδεκα φρούρια·
直到很晚,我们母亲的舅舅莫阿费尔尼斯才在王国已趋于瓦解之际显赫起来,但他本人和他的朋友们又一次与国王共同遭遇了不幸,除非有人抢先背叛了国王,就像我们的外祖父那样。 外祖父在与卢库鲁斯的战争中看到国王大势已去,同时由于国王最近杀害了他的表兄弟提比乌斯及其儿子狄奥菲洛斯而心怀愤怒,与国王疏远,于是他决定为他们和自己复仇,在得到卢库鲁斯的保证后,促使十五个要塞向其投降。
καὶ ἐπαγγελίαι μὲν ἐγένοντο ἀντὶ τούτων μεγάλαι, ἐπελθὼν δὲ Πομπήιος ὁ διαδεξάμενος τὸν πόλεμον πάντας τοὺς ἐκείνῳ τι χαρισαμένους ἐχθροὺς ὑπέλαβε διὰ τὴν γενομένην αὐτῷ πρὸς ἐκεῖνον ἀπέχθειαν, διαπολεμήσας δὲ καὶ ἐπανελθὼν οἴκαδε ἐξενίκησεν ὥστε τὰς τιμάς, ἃς ὑπέσχετο ὁ Λεύκολλος τῶν Ποντικῶν τισι, μὴ κυρῶσαι τὴν σύγκλητον·
虽然作为回报得到了巨大的许诺,但接管战争的庞培到来后,由于他与卢库鲁斯之间产生的敌意,他把所有向卢库鲁斯示好的人都视作敌人。 在结束战争并返回家乡后,他极力争取,使得元老院没有批准卢库鲁斯曾许诺给某些波恩图斯人的荣誉。
ἄδικον γὰρ εἶναι κατορθώσαντος ἑτέρου τὸν πόλεμον τὰ βραβεῖα ἐπʼ ἄλλῳ γενέσθαι καὶ τὴν τῶν ἀριστείων διανομήν.
因为元老院认为,在另一个人成功结束战争的情况下,由别人来掌握奖赏和战功的分配是不公正的。
§12.3.34ἐπὶ μὲν οὖν τῶν βασιλέων οὕτω τὰ Κόμανα διῳκεῖτο ὡς εἴρηται, παραλαβὼν δὲ Πομπήιος τὴν ἐξουσίαν Ἀρχέλαον ἐπέστησεν ἱερέα καὶ προσώρισεν αὐτῷ χώραν δίσχοινον κύκλῳ (τοῦτο δʼ ἔστιν ἑξήκοντα στάδιοι) πρὸς τῇ ἱερᾷ, προστάξας τοῖς ἐνοικοῦσι πειθαρχεῖν αὐτῷ·
因此,在国王统治时期,科马纳就是按上述方式管理的。 但在庞培夺得权力后,他任命阿尔克拉乌斯为祭司,并在神圣土地之外,还划给他在其周围两斯霍伊诺伊(相当于六十斯塔迪翁)的土地,命令那里的居民服从他。
τούτων μὲν οὖν ἡγεμὼν ἦν καὶ τῶν τὴν πόλιν οἰκούντων ἱεροδούλων κύριος πλὴν τοῦ πιπράσκειν· ἦσαν δὲ οὐκ ἐλάττους οὐδʼ ἐνταῦθα τῶν ἑξακισχιλίων.
因此,他是这些人的统治者,也是居住在城里的神庙奴隶的主人,但无权出售他们;甚至在这里,他们的数量也不少于六千人。
ἦν δʼ οὗτος Ἀρχέλαος υἱὸς μὲν τοῦ ὑπὸ Σύλλα καὶ τῆς συγκλήτου τιμηθέντος, φίλος δὲ Γαβινίου τῶν ὑπατικῶν τινος.
这位阿尔克拉乌斯是曾受到苏拉和元老院器重之人的儿子,也是前执政官加比尼乌斯的友人。
ἐκείνου δὲ πεμφθέντος εἰς Συρίαν ἧκε καὶ αὐτὸς ἐπʼ ἐλπίδι τοῦ κοινωνήσειν αὐτῷ παρασκευαζομένῳ πρὸς τὸν Παρθικὸν πόλεμον, οὐκ ἐπιτρεπούσης δὲ τῆς συγκλήτου ταύτην ἀφεὶς τὴν ἐλπίδα ἄλλην εὕρατο μείζω.
当加比尼乌斯被派往叙利亚时,他也前往那里,希望能在加比尼乌斯准备对帕提亚开战时分一杯羹,但由于元老院不予批准,他放弃了这一希望,找到了另一个更大的希望。
ἐτύγχανε γὰρ Πτολεμαῖος ὁ τῆς Κλεοπάτρας πατὴρ ὑπὸ τῶν Αἰγυπτίων ἐκβεβλημένος, θυγάτηρ δʼ αὐτοῦ κατεῖχε τὴν βασιλείαν, ἀδελφὴ πρεσβυτέρα τῆς Κλεοπάτρας· ταύτῃ ζητουμένου ἀνδρὸς βασιλικοῦ γένους ἐνεχείρισεν ἑαυτὸν τοῖς συμπράττουσι, προσποιησάμενος Μιθριδάτου τοῦ Εὐπάτορος υἱὸς, καὶ παραδεχθεὶς ἐβασίλευσεν ἓξ μῆνας.
因为当时克里奥帕特拉的父亲托勒密已被埃及人驱逐,他的女儿、克里奥帕特拉的姐姐统治着这个王国;由于当时正在为她寻找一位具有王室血统的丈夫,他便向那些协助她的人毛遂自荐,谎称自己是米特里达特斯·尤帕托尔的儿子,并被接纳,统治了六个月。
τοῦτον μὲν οὖν ὁ Γαβίνιος ἀνεῖλεν ἐν παρατάξει κατάγων τὸν Πτολεμαῖον.
然而,加比尼乌斯在扶持托勒密复位时,在交战中杀死了他。

词汇与语法注释

  1. §12.3.32τῶν τε ἱερουργιῶν καὶ τῶν θεοφοριῶν καὶ τῆς περὶ τοὺς ἱερέας τιμῆς — 这些属格作为关系属格或内容属格,修饰前文的与格名词 `τῇ ἀγωγῇ`(惯行、方式),意为“关于祭祀、神启以及对神官尊崇的惯行”。另一种可能的解释是它们直接受分词 `κεχρημένα` 的支配,但从语义紧密程度来看,修饰 `ἀγωγῇ` 更为自然。
  2. §12.3.33καὶ διότι ἐκεῖνος ... ἐφωράθη τὴν βασιλείαν ἀφιστὰς Ῥωμαίοις — 主句动词 `ἐμνήσθημεν`(我们提到)在句子的前半部分直接接宾格的专有名词,而在后半部分则通过 `καὶ διότι`(以及关于……)引导的从句并列作为其宾语。此外,被动语态动词 `ἐφωράθη`(被发现、败露)与补充性分词 `ἀφιστὰς`(企图背叛、使投降)连用,构成了“他被发现正企图将王国倒向罗马人”的句式。
  3. §12.3.33ὥστε τὰς τιμάς ... μὴ κυρῶσαι τὴν σύγκλητον — 这是一个由 `ὥστε` 引导的结果从句,后接不定式 `κυρῶσαι`(批准)。宾格的 `τὴν σύγκλητον`(元老院)是不定式的逻辑主语。它承接主句的 `ἐξενίκησεν`(极力争取并获胜),表明其直接结果是“元老院未予以批准卢库鲁斯的许诺”。
  4. §12.3.34πλὴν τοῦ πιπράσκειν — 副词 `πλὴν`(除……之外)在此作前置词用,后接带冠词的属格不定式 `τοῦ πιπράσκειν`(出售)。这明确指出了科马纳祭司享有的法律与宗教限制:他虽然对神庙奴隶拥有绝对的支配权,但因其神圣属性,唯独无权将他们出售。

引用这一段

斯特拉波, 地理学 §12.3.32-12.3.34. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:12.3.32-12.3.34

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。