Humanitext Reader

ストラボン · 地理誌 §12.3.29-12.3.31

ピュトドリスの家系とファナロイア地方

388 / 577 箇所 · ギリシア語

要旨

小アルメニアの支配者ピュトドリスの出自と家系について説明し、続いて彼女の領土であるファナロイア平原の地理的特長や、要塞カイノン・ホリオン、メンの神殿の状況を描写する。

§12.3.29τὴν μὲν οὖν μικρὰν Ἀρμενίαν ἄλλοτʼ ἄλλων ἐχόντων, ὡς ἐβούλοντο Ῥωμαῖοι, τὸ τελευταῖον εἶχεν ὁ Ἀρχέλαος.
こうして小アルメニアは、ローマ人たちの望むがままに、時によって様々な者が領有していたが、最後にはアルケラオスが領有した。
τοὺς δὲ Τιβαρηνοὺς καὶ Χαλδαίους μέχρι Κολχίδος καὶ Φαρνακίας καὶ Τραπεζοῦντος ἔχει Πυθοδωρίς, γυνὴ σώφρων καὶ δυνατὴ προΐστασθαι πραγμάτων.
一方、コルキス、ファルナキア、トラペズスに至るまでのティバレノイ人とカルダイア人は、分別があり国政を司る能力のある女性ピュトドリスが支配している。
ἔστι δὲ θυγάτηρ Πυθοδώρου τοῦ Τραλλιανοῦ, γυνὴ δʼ ἐγένετο Πολέμωνος καὶ συνεβασίλευσεν ἐκείνῳ χρόνον τινά, εἶτα διεδέξατο τὴν ἀρχήν, τελευτήσαντος ἐν τοῖς Ἀσπουργιανοῖς καλουμένοις τῶν περὶ τὴν Σινδικὴν βαρβάρων·
彼女はトラレスのピュトドロスの娘であり、ポレモンの妻となって一時期は彼と共同で統治したが、その後、シンディケ地方の野蛮人である、いわゆるアスプルギアノイ人たちのところで彼が死んだため、支配権を継承した。
δυεῖν δʼ ἐκ τοῦ Πολέμωνος ὄντων υἱῶν καὶ θυγατρὸς ἡ μὲν ἐδόθη Κότυϊ τῷ Σαπαίῳ, δολοφονηθέντος δὲ ἐχήρευσε παῖδας ἔχουσα ἐξ αὐτοῦ·
ポレモンとの間には二人の息子と一人の娘がおり、娘はサパイオス人のコテュスに嫁いだが、彼が謀殺されたため、彼との間に子供たちをもうけた状態で未亡人となった。
δυναστεύει δʼ ὁ πρεσβύτατος αὐτῶν·
彼らのうち最年長者が現在支配している。
τῶν δὲ τῆς Πυθοδωρίδος υἱῶν ὁ μὲν ἰδιώτης συνδιῴκει τῇ μητρὶ τὴν ἀρχήν, ὁ δὲ νεωστὶ καθέσταται τῆς μεγάλης Ἀρμενίας βασιλεύς.
ピュトドリスの息子たちのうち、一人は私人として母親とともに統治を補佐しており、もう一人は最近、大アルメニアの王に擁立された。
αὐτὴ δὲ συνῴκησεν Ἀρχελάῳ καὶ συνέμεινεν ἐκείνῳ μέχρι τέλους, νῦν δὲ χηρεύει, τά τε λεχθέντα ἔχουσα χωρία καὶ ἄλλα ἐκείνων χαριέστερα, περὶ ὧν ἐφεξῆς ἐροῦμεν.
彼女自身はアルケラオスと再婚し、彼の最期までともに暮らしたが、現在は未亡人であり、前述の地域と、これらに続いて語る予定の、それらよりさらに優れた他の地域を支配している。
§12.3.30τῇ γὰρ Φαρνακίᾳ συνεχής ἐστιν ἡ Σιδήνη καὶ ἡ Θεμίσκυρα.
ファルナキアに隣接しているのはシデネとテミスキュラである。
τούτων δʼ ἡ Φανάροια ὑπέρκειται μέρος ἔχουσα τοῦ Πόντου τὸ κράτιστον·
これらの上方にはファナロイアが位置しており、ここはポントスのうちで最も優れた部分を有している。
καὶ γὰρ ἐλαιόφυτός ἐστι καὶ εὔοινος καὶ τὰς ἄλλας ἔχει πάσας ἀρετάς, ἐκ μὲν τῶν ἑῴων μερῶν προβεβλημένη τὸν Παρυάδρην παράλληλον αὐτῇ κατὰ μῆκος, ἐκ δὲ τῶν πρὸς δύσιν τὸν Λίθρον καὶ τὸν Ὄφλιμον.
実際、オリーブが豊かに育ち、良いワインを産出し、その他すべての長所を備えている。 東側からはその長さに平行して走るパリュアドレス山が前方にそびえ、西側からはリトロス山とオフリモス山がそびえている。
ἔστι δʼ αὐλὼν καὶ μῆκος ἔχων ἀξιόλογον καὶ πλάτος·
ここは注目すべき長さと幅を持つ谷である。
διαρρεῖ δʼ αὐτὴν ἐκ μὲν τῆς Ἀρμενίας ὁ Λύκος, ἐκ δὲ τῶν περὶ Ἀμάσειαν στενῶν ὁ Ἶρις·
そこをアルメニアからはリュコス川が流れ、アマセイア周辺の狭隘地からはイリス川が流れている。
συμβάλλουσι δʼ ἀμφότεροι κατὰ μέσον που τὸν αὐλῶνα, ἐπὶ τῇ συμβολῇ δʼ ἵδρυται πόλις, ἣν ὁ μὲν πρῶτος ὑποβεβλημένος Εὐπατορίαν ἀφʼ αὑτοῦ προσηγόρευσε, Πομπήιος δʼ ἡμιτελῆ καταλαβών, προσθεὶς χώραν καὶ οἰκήτορας Μαγνόπολιν προσεῖπεν.
両者はこの谷のほぼ中央で合流し、その合流点に都市が築かれている。 これは、最初にこの基礎を置いた者が自分にちなんでエウパトリアと呼んだが、ポンペイウスがこれを未完成の状態で手に入れ、土地と住民を加えてマグノポリスと名づけたものである。
αὕτη μὲν οὖν ἐν μέσῳ κεῖται τῷ πεδίῳ, πρὸς αὐτῇ δὲ τῇ παρωρείᾳ τοῦ Παρυάδρου Κάβειρα ἵδρυται, σταδίοις ἑκατὸν καὶ πεντήκοντά που νοτιωτέρα τῆς Μαγνοπόλεως, ὅσον καὶ Ἀμάσεια δυσμικωτέρα αὐτῆς ἐστιν·
このようにこの都市は平野の中央に位置しているが、パリュアドレス山の麓のすぐ近くにはカベイラが築かれており、これはマグノポリスから南におよそ150スタディオンの距離にあり、アマセイアがそれより西にあるのと同程度である。
ἐν δὲ τοῖς Καβείροις τὰ βασίλεια Μιθριδάτου κατεσκεύαστο καὶ ὁ ὑδραλέτης καὶ τὰ ζωγρεῖα καὶ αἱ πλησίον θῆραι καὶ τὰ μέταλλα.
カベイラには、ミトリダテスの宮殿、水車、猛獣用の檻、近くの狩猟場、そして鉱山が建設されていた。
§12.3.31ἐνταῦθα δὲ καὶ τὸ Καινὸν χωρίον προσαγορευθέν, ἐρυμνὴ καὶ ἀπότομος πέτρα, διέχουσα τῶν Καβείρων ἔλαττον ἢ διακοσίους σταδίους·
またここには、カイノン・ホリオンと呼ばれる砦があり、それは険しく切り立った岩山で、カベイラから200スタディオンに満たない距離にある。
ἔχει δʼ ἐπὶ τῇ κορυφῇ πηγὴν ἀναβάλλουσαν πολὺ ὕδωρ, πρός τε τῇ ῥίζῃ ποταμὸν καὶ φάραγγα βαθεῖαν·
その頂上には豊かな水を噴き出す泉があり、その麓には川と深い渓谷がある。
τὸ δʼ ὕψος ἐξαίσιον τῆς πέτρας ἐστὶ ἄνω τοῦ αὐχένος, ὥστʼ ἀπολιόρκητός ἐστι·
岩山の高さは尾根の上で並外れており、そのため包囲攻撃が不可能である。
τετείχισται δὲ θαυμαστῶς πλὴν ὅσον οἱ Ῥωμαῖοι κατέσπασαν·
そこは、ローマ人が取り壊した部分を除いて、見事に城壁で囲まれている。
οὕτω δʼ ἐστὶν ἅπασα ἡ κύκλῳ κατάδρυμος καὶ ὀρεινὴ καὶ ἄνυδρος, ὥστʼ ἐντὸς ἑκατὸν καὶ εἴκοσι σταδίων μὴ εἶναι δυνατὸν στρατοπεδεύσασθαι.
周囲の土地はすべて、木々が密集し、山がちで水がないため、120スタディオン以内には陣を張ることもできないほどである。
ἐνταῦθα μὲν ἦν τῷ Μιθριδάτῃ τὰ τιμιώτατα τῶν κειμηλίων, ἃ νῦν ἐν τῷ Καπιτωλίῳ κεῖται Πομπηίου ἀναθέντος.
ここにはミトリダテスの最も貴重な財宝が保管されていたが、現在はポンペイウスが奉納したためカピトリウムに置かれている。
ταύτην δὴ τὴν χώραν ἔχει πᾶσαν ἡ Πυθοδωρὶς προσεχῆ οὖσαν τῇ βαρβάρῳ τῇ ὑπʼ αὐτῆς κατεχομένῃ, καὶ τὴν Ζηλῖτιν καὶ Μεγαλοπολῖτιν.
ピュトドリスはこの地域全体を支配しており、それは彼女が支配する野蛮人の国に隣接している。 また彼女はゼリティスとメガロポリティスをも支配している。
τὰ δὲ Κάβειρα Πομπηίου σκευάσαντος εἰς πόλιν καὶ καλέσαντος Διόσπολιν, ἐκείνη προσκατεσκεύασε καὶ Σεβαστὴν μετωνόμασε, βασιλείῳ τε τῇ πόλει χρῆται.
カベイラについては、ポンペイウスがこれを都市へと整えてディオスボリスと呼んだが、彼女がさらに建設を加えてセバステと改名し、この都市を宮廷として用いている。
ἔχει δὲ καὶ τὸ ἱερὸν Μηνὸς Φαρνάκου καλούμενον, τὴν Ἀμερίαν κωμόπολιν πολλοὺς ἱεροδούλους ἔχουσαν καὶ χώραν ἱεράν, ἣν ὁ ἱερώμενος ἀεὶ καρποῦται.
ここにはまた、メン・ファルナコウと呼ばれる神殿があり、多くの上級聖職者や神殿奴隷、聖なる土地を有するアメリアという村落都市があって、常に司祭がその恩恵を受けている。
ἐτίμησαν δʼ οἱ βασιλεῖς τὸ ἱερὸν τοῦτο οὕτως εἰς ὑπερβολὴν ὥστε τὸν βασιλικὸν καλούμενον ὅρκον τοῦτον ἀπέφηναν τύχην βασιλέως καὶ μῆνα Φαρνάκου.
王たちはこの神殿を非常に高く崇敬したため、王の誓いと呼ばれるこの誓いを次のように定めた。 「王の幸運にかけて」および「ファルナケスのメンにかけて」と。
ἔστι δὲ καὶ τοῦτο τῆς σελήνης τὸ ἱερόν, καθάπερ τὸ ἐν Ἀλβανοῖς καὶ τὰ ἐν Φρυγίᾳ, τό τε τοῦ Μηνὸς ἐν τῷ ὁμωνύμῳ τόπῳ καὶ τὸ τοῦ Ἀσκαίου τὸ πρὸς Ἀντιοχείᾳ τῇ πρὸς Πισιδίᾳ καὶ τὸ ἐν τῇ χώρᾳ τῶν Ἀντιοχέων.
これはまた月(メン)の神殿であり、アルバニア人たちのもとにあるものやフリュギアにあるもの、すなわち同名の場所にあるメンの神殿、ピシディアのアンティオキアの近くにあるアスカイオスの神殿、そしてアンティオキア人の土地にある神殿と同様である。

語釈・文法注

  1. §12.3.29τὴν μὲν οὖν μικρὰν Ἀρμενίαν ἄλλοτʼ ἄλλων ἐχόντων — 属格独立構文(genitive absolute)「小アルメニアを時によって様々な者が領有していたが」を表す。分詞 `ἐχόντων` の意味上の主語は `ἄλλων`(不定代名詞 `ἄλλος` の複数属格)。
  2. §12.3.29γυνὴ σώφρων καὶ δυνατὴ προΐστασθαι πραγμάτων — 不定詞 `προΐστασθαι` は、形容詞 `δυνατή` の意味を限定・補足する「記述(叙述)的・結果的不定詞」(epexegetical infinitive)であり、「国政を率いる能力のある」という意味をなす。
  3. §12.3.30ἐκ μὲν τῶν ἑῴων μερῶν προβεβλημένη τὸν Παρυάδρην — 中動相分詞 `προβεβλημένη` は直接目的語として `τὸν Παρυάδρην` を取っており、「(ファナロイアが)東側からパリュアドレス山を自己の前に突き出させている」、すなわち「前方に屏障として備えている」という意味になる。
  4. §12.3.31ὥστʼ ἐντὸς ἑκατὸν καὶ εἴκοσι σταδίων μὴ εἶναι δυνατὸν στρατοπεδεύσασθαι — 結果の接続詞 `ὥστε` が不定詞 `εἶναι`(およびその主語となる非人称の `δυνατόν`)を伴い、前提となる困難な地形条件がもたらす結果(「120スタディオン以内には陣を張ることが不可能であるほどだ」)を表している。
  5. §12.3.31τὸν βασιλικὸν καλούμενον ὅρκον τοῦτον — 同格として後ろに提示される `τύχην βασιλέως καὶ μῆνα Φαρνάκου` がこの誓いの具体的な文言であり、指示代名詞 `τοῦτον` はそれを先取りしている。

この箇所を引用する

ストラボン, 地理誌 §12.3.29-12.3.31. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:12.3.29-12.3.31

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。