§12.2.10μέγεθος δὲ τῆς χώρας κατὰ πλάτος μὲν τὸ ἀπὸ τοῦ Πόντου πρὸς τὸν Ταῦρον ὅσον χίλιοι καὶ ὀκτακόσιοι στάδιοι, μῆκος δὲ ἀπὸ τῆς Λυκαονίας καὶ Φρυγίας μέχρι Εὐφράτου πρὸς τὴν ἕω καὶ τὴν Ἀρμενίαν περὶ τρισχιλίους.
この国の大きさは、幅においてはポントスからタウロス山脈に至るまで約千八百スタディオンであり、長さにおいてはリュカオニアおよびフリュギアから東方のユーフラテス川およびアルメニアに至るまで約三千スタディオンである。
ἀγαθὴ δὲ καρποῖς, μάλιστα δὲ σίτῳ καὶ βοσκήμασι παντοδαποῖς·
また、農産物、特に小麦とあらゆる種類の家畜に富んでいる。
νοτιωτέρα δʼ οὖσα τοῦ Πόντου ψυχροτέρα ἐστίν·
しかし、ポントスよりも南に位置しているにもかかわらず、より寒冷である。
ἡ δὲ Βαγαδανία καίπερ πεδιὰς οὖσα καὶ νοτιωτάτη πασῶν (ὑποπέπτωκε γὰρ τῷ Ταύρῳ) μόλις τῶν καρπίμων τι φέρει δένδρων, ὀναγροβότος δʼ ἐστὶ καὶ αὕτη καὶ ἡ πολλὴ τῆς ἄλλης, καὶ μάλιστα ἡ περὶ Γαρσαύιρα καὶ Λυκαονίαν καὶ Μοριμηνήν.
バガダニアは、平原であり、またすべての中で最も南に位置している(タウロス山脈の麓に位置しているからである)にもかかわらず、果樹をほとんど産せず、この地もまた、他の土地の大部分も、野生のロバの牧草地であり、特にガルサウイラ周辺やリュカオニア、モリメネがそうである。
ἐν δὲ τῇ Καππαδοκίᾳ γίνεται καὶ ἡ λεγομένη Σινωπικὴ μίλτος ἀρίστη τῶν πασῶν·
カパドキアでは、すべての中で最も優れていると言われる、いわゆる「シノペの赤土」も産出する。
ἐνάμιλλος δʼ ἐστὶν αὐτῇ καὶ ἡ Ἰβηρική·
イベリア産の赤土もこれに匹敵するものである。
ὠνομάσθη δὲ Σινωπικὴ διότι κατάγειν ἐκεῖσε εἰώθεσαν οἱ ἔμποροι πρὶν ἢ τὸ τῶν Ἐφεσίων ἐμπόριον μέχρι τῶν ἐνθάδε ἀνθρώπων διῖχθαι.
それが「シノペの(赤土)」と名付けられたのは、エフェソス人の交易地がこの地の人々にまで及ぶようになる前に、商人たちがそこへとそれを運び下ろすのを常としていたからである。
λέγεται δὲ καὶ κρυστάλλου πλάκας καὶ ὀνυχίτου λίθου πλησίον τῆς τῶν Γαλατῶν ὑπὸ τῶν Ἀρχελάου μεταλλευτῶν εὑρῆσθαι.
また、ガラティア人との境界の近くで、アルケラオスの鉱夫たちによって、水晶の板やオニキスが発見されたと言われている。
ἦν δέ τις τόπος καὶ λίθου λευκοῦ τῷ ἐλέφαντι κατὰ τὴν χρόαν ἐμφεροῦς ὥσπερ ἀκόνας τινὰς οὐ μεγάλας ἐκφέρων, ἐξ ὧν τὰ λάβια τοῖς μαχαιρίοις κατεσκεύαζον·
また、象牙にその色が似ている白い石を産出し、そこから小刀の柄が作られていた、あまり大きくない砥石のような塊を産出するある場所があった。
ἄλλος δὲ εἰς διόπτρας βώλους μεγάλας ἐκδιδούς, ὥστε καὶ ἔξω κομίζεσθαι.
また別の場所は、窓用の透光板となる大きな塊を産出し、そのため国外へと輸出されるほどであった。
ὅριον δʼ ἐστὶ τοῦ Πόντου καὶ τῆς Καππαδοκίας ὀρεινή τις παράλληλος τῷ Ταύρῳ, τὴν ἀρχὴν ἔχουσα ἀπὸ τῶν ἑσπερίων ἄκρων τῆς Χαμμανηνῆς, ἐφʼ ἧς ἵδρυται φρούριον ἀπότομον Δασμένδα, μέχρι τῶν ἑωθινῶν τῆς Λαουιανσηνῆς.
ポントスとカパドキアの境界は、タウロス山脈に平行するある山地であり、それはハマネネの西の端(そこには険しい要塞ダスメンダが築かれている)から始まり、ラウイアンセネの東の端にまで達している。
στρατηγίαι δʼ εἰσὶ τῆς Καππαδοκίας ἥ τε Χαμμανηνὴ καὶ ἡ Λαουιανσηνή.
ハマネネとラウイアンセネはカパドキアの職領地である。
§12.2.11συνέβη δέ, ἡνίκα πρῶτον Ῥωμαῖοι τὰ κατὰ τὴν Ἀσίαν διῴκουν νικήσαντες Ἀντίοχον, καὶ φιλίας καὶ συμμαχίας ἐποιοῦντο πρός τε τὰ ἔθνη καὶ τοὺς βασιλέας, τοῖς μὲν ἄλλοις βασιλεῦσιν αὐτοῖς καθʼ ἑαυτοὺς δοθῆναι τὴν τιμὴν ταύτην, τῷ δὲ Καππάδοκι καὶ αὐτῷ δὲ τῷ ἔθνει κοινῇ.
そして、ローマ人がアンティオコスを破って最初にアジアの諸事を処理し、諸民族や諸王と友好および同盟関係を結んだとき、他の王たちには彼ら個々にこの栄誉が与えられたのに対し、カパドキア王には彼個人だけでなく、民族共同体全体に対して共同で与えられたということが起こった。
ἐκλιπόντος δὲ τοῦ βασιλικοῦ γένους οἱ μὲν Ῥωμαῖοι συνεχώρουν αὐτοῖς αὐτονομεῖσθαι κατὰ τὴν συγκειμένην φιλίαν τε καὶ συμμαχίαν πρὸς τὸ ἔθνος, οἱ δὲ πρεσβευσάμενοι τὴν μὲν ἐλευθερίαν παρῃτοῦντο (οὐ γὰρ δύνασθαι φέρειν αὐτὴν ἔφασαν), βασιλέα δʼ ἠξίουν αὐτοῖς ἀποδειχθῆναι.
王家が断絶したとき、ローマ人はその民族と結ばれていた友好および同盟関係に従って、彼らが自治を行うことを認めたが、彼らは使節を送って、自由を辞退し(自由を持ちこたえることはできないと言ったからである)、彼らのために王が任命されることを要求した。
οἱ δὲ θαυμάσαντες εἴ τινες οὕτως εἶεν ἀπειρηκότες πρὸς τὴν ἐλευθερίαν ἐπέτρεψαν δʼ οὖν αὐτοῖς ἐξ ἑαυτῶν ἑλέσθαι κατὰ χειροτονίαν ὃν ἂν βούλωνται·
彼らは、自由に対してこれほどまでに疲れ果てている人々がいることに驚いたが、ともかく、彼らが望む者を投票によって自分たちの中から選ぶことを彼らに許した。
καὶ εἵλοντο Ἀριοβαρζάνην·
そして彼らはアリオバルザネスを選んだ。
εἰς τριγονίαν δὲ προελθόντος τοῦ γένους ἐξέλιπε, κατεστάθη δʼ ὁ Ἀρχέλαος οὐδὲν προσήκων αὐτοῖς Ἀντωνίου καταστήσαντος.
その家系が三代目に進んだときに途絶え、アントニウスが任命したことによって、彼らとは全く血縁関係のないアルケラオスが擁立された。
ταῦτα καὶ περὶ τῆς μεγάλης Καππαδοκίας·
大カパドキアについては以上である。
περὶ δὲ τῆς τραχείας Κιλικίας τῆς προστεθείσης αὐτῇ βέλτιόν ἐστιν ἐν τῷ περὶ τῆς ὅλης Κιλικίας λόγῳ διελθεῖν.
彼女に併合された「険しいキリキア」については、キリキア全土に関する記述の中で詳しく述べる方がよい。