§12.2.5τρίτη δʼ ἐστὶν ἱερωσύνη Διὸς Ἀσβαμαίου λειπομένη ταύτης, ἀξιόλογος δʼ ὅμως.
第三のものは、これに劣るものの、やはり注目に値するアスバマイオス・ゼウスの神官職である。
ἐνταῦθα δʼ ἐστὶ λάκκος ἁλμυροῦ ὕδατος, ἀξιολόγου λίμνης ἔχων περίμετρον, ὀφρύσι κλειόμενος ὑψηλαῖς τε καὶ ὀρθίαις ὥστʼ ἔχειν κατάβασιν κλιμακώδη·
ここには塩水の池があり、かなりの大きさの湖に匹敵する周囲長を持ち、高くそびえる切り立った崖に囲まれていて、階段状の降り口を有している。
τὸ δʼ ὕδωρ οὔτʼ αὔξεσθαί φασιν οὔτʼ ἀπόρρυσιν ἔχειν οὐδαμοῦ φανεράν.
この水は、増えることもなく、どこにも明らかな流出口を持たないと言われている。
§12.2.6πόλιν δʼ οὔτε τὸ τῶν Καταόνων ἔχει πεδίον οὔθʼ ἡ Μελιτηνή, φρούρια δʼ ἐρυμνὰ ἐπὶ τῶν ὀρῶν τά τε Ἀζάμορα καὶ τὸ Δάσταρκον, ὃ περιρρεῖται τῷ Καρμάλᾳ ποταμῷ.
カタオニアの平野もメリテネも都市を持っていないが、山々の上には、アザモラと、カルマラス川に周囲を流されているダスタルコンという堅固な要塞がある。
ἔχει δὲ καὶ ἱερὸν τὸ τοῦ Κατάονος Ἀπόλλωνος καθʼ ὅλην τιμώμενον τὴν Καππαδοκίαν, ποιησαμένων ἀφιδρύματα ἀπʼ αὐτοῦ.
また、カパドキア全体で崇められているカタオンのアポロンの神殿もあり、人々はそこから勧請された神像をつくっている。
οὐδὲ αἱ ἄλλαι στρατηγίαι πόλεις ἔχουσι πλὴν δυεῖν·
他の戦略区も二つを除いて都市を持たない。
τῶν δὲ λοιπῶν στρατηγιῶν ἐν μὲν τῇ Σαργαραυσηνῇ πολίχνιόν ἐστιν Ἧρπα καὶ ποταμὸς Καρμάλας, ὃς καὶ αὐτὸς εἰς τὴν Κιλικίαν ἐκδίδωσιν·
残りの戦略区のうち、サルガラウセネにはヘルπαという小都市とカルマラス川があり、この川自体もキリキアへと流れ出ている。
ἐν δὲ ταῖς ἄλλαις ὅ τε Ἄργος ἔρυμα ὑψηλὸν πρὸς τῷ Ταύρῳ, καὶ τὰ Νῶρα ὃ νῦν καλεῖται Νηροασσός, ἐν ᾧ Εὐμένης πολιορκούμενος ἀντέσχε πολὺν χρόνον·
また他の戦略区においては、タウロス山脈の近くにそびえる要塞アルゴス、および現在はネロアッソスと呼ばれるノラがあり、そこではエウメネスが包囲されながら長い間持ちこたえた。
καθʼ ἡμᾶς δὲ Σισίνου ὑπῆρξε χρηματοφυλάκιον τοῦ ἐπιθεμένου τῇ Καππαδόκων ἀρχῇ.
我々の時代には、これはカパドキア人の支配権を狙ったシシネスの金庫であった。
τούτου δʼ ἦν καὶ τὰ Κάδηνα, βασίλειον καὶ πόλεως κατασκευὴν ἔχον·
この者のものとしてカデナもあり、これは王宮と都市の構造を備えていた。
ἔστι δὲ καὶ ἐπὶ τῶν ὅρων τῶν Λυκαονικῶν τὰ Γαρσαύιρα κωμόπολις· λέγεται δʼ ὑπάρξαι ποτὲ καὶ αὕτη μητρόπολις τῆς χώρας.
また、リュカオニアとの境界にはガルサウイラという町があり、これもかつてはその地方の首都であったと言われている。
ἐν δὲ τῇ Μοριμηνῇ τὸ ἱερὸν τοῦ ἐν Ὀυηνάσοις Διός, ἱεροδούλων κατοικίαν ἔχον τρισχιλίων σχεδόν τι καὶ χώραν ἱερὰν εὔκαρπον, παρέχουσαν πρόσοδον ἐνιαύσιον ταλάντων πεντεκαίδεκα τῷ ἱερεῖ·
モリメネにはウエナサのゼウスの神殿があり、約三千人の神殿奴隷の居住地と、神官に十五タラントンの年間収入をもたらす豊かな聖なる土地を有している。
καὶ οὗτος δʼ ἐστὶ διὰ βίου, καθάπερ καὶ ὁ ἐν Κομάνοις, καὶ δευτερεύει κατὰ τιμὴν μετʼ ἐκεῖνον.
この神官もまた、コマナの神官と同じく終身であり、格式において彼の次に位置する。
§12.2.7δύο δὲ μόναι στρατηγίαι πόλεις ἔχουσιν, ἡ μὲν Τυανῖτις τὰ Τύανα ὑποπεπτωκυῖαν τῷ Ταύρῳ τῷ κατὰ τὰς Κιλικίας πύλας, καθʼ ἃς εὐπετέσταται καὶ κοινόταται πᾶσίν εἰσιν αἱ εἰς τὴν Κιλικίαν καὶ τὴν Συρίαν ὑπερβολαί·
ただ二つの戦略区のみが都市を有しており、一方はテュアニティス戦略区で、キリキアの門の近くにあるタウロス山脈の麓に位置するテュアナを有しており、そこを通ることで、キリキアやシリアへの越境がすべての人にとって最も容易で極めて一般的である。
καλεῖται δὲ Εὐσέβεια ἡ πρὸς τῷ Ταύρῳ ἀγαθὴ δὲ καὶ πεδιὰς ἡ πλείστη.
これは「タウロス山脈の傍らのエウセべイア」とも呼ばれ、その大部分は優れており平坦である。
τὰ δὲ Τύανα ἐπίκειται χώματι Σεμιράμιδος τετειχισμένῳ καλῶς.
テュアナは、見事に城壁で囲まれたセミラミスの土塁の上に築かれている。
οὐ πολὺ δʼ ἄπωθεν ταύτης ἐστὶ τά τε Καστάβαλα καὶ τὰ Κύβιστρα, ἔτι μᾶλλον τῷ ὄρει πλησιάζοντα πολίσματα·
これからさほど遠くないところにカスタバラとキュビストラがあり、これらはさらに山に近い小都市である。
ὧν ἐν τοῖς Κασταβάλοις ἐστὶ τὸ τῆς Περασίας Ἀρτέμιδος ἱερόν, ὅπου φασὶ τὰς ἱερείας γυμνοῖς τοῖς ποσὶ διʼ ἀνθρακιᾶς βαδίζειν ἀπαθεῖς·
これらのうち、カスタバラにはペラシア・アルテミスの神殿があり、そこでは女祭司たちが裸足で炭火の上を無傷で歩くと言われている。
κἀνταῦθα δέ τινες τὴν αὐτὴν θρυλοῦσιν ἱστορίαν τὴν περὶ τοῦ Ὀρέστου καὶ τῆς Ταυροπόλου, Περασίαν κεκλῆσθαι φάσκοντες διὰ τὸ πέραθεν κομισθῆναι.
そしてここでも、オレステスとタウロポロスに関する同様の物語がまことしやかに語られており、彼らは向こう側から運ばれてきたために「ペラシア」と呼ばれていると主張する。
ἐν μὲν δὴ τῇ Τυανίτιδι στρατηγίᾳ τῶν λεχθεισῶν δέκα ἔστι πόλισμα τὰ Τύανα (τὰς δʼ ἐπικτήτους οὐ συναριθμῶ ταύταις, τὰ Καστάβαλα καὶ τὰ Κύβιστρα καὶ τὰ ἐν τῇ τραχείᾳ Κιλικίᾳ, ἐν ᾗ τὴν Ἐλαιοῦσσαν νησίον εὔκαρπον συνέκτισεν Ἀρχέλαος ἀξιολόγως, καὶ τὸ πλέον ἐνταῦθα διέτριβεν), ἐν δὲ τῇ Κιλικίᾳ καλουμένῃ τὰ Μάζακα ἡ μητρόπολις τοῦ ἔθνους·
さて、言及された十の戦略区のうち、テュアニティス戦略区にはテュアナという都市がある(なお、後に獲得された土地、すなわちカスタバラ、キュビストラ、および荒々しいキリキアにある土地はこれらに算入しない。 この荒々しいキリキアにおいて、アルケラオスは豊かな小島エライウッサを見事な町として建設し、大半の時間をそこで過ごした)。 一方、「キリキア」と呼ばれる戦略区には、この民族の首都マザカがある。
καλεῖται δʼ Εὐσέβεια καὶ αὕτη ἐπίκλησιν ἡ πρὸς τῷ Ἀργαίῳ·
これもまた通称「アルガイオス山の傍らのエウセべイア」と呼ばれる。
κεῖται γὰρ ὑπὸ τῷ Ἀργαίῳ ὄρει πάντων ὑψηλοτάτῳ καὶ ἀνέκλειπτον χιόνι τὴν ἀκρώρειαν ἔχοντι, ἀφʼ ἧς φασιν οἱ ἀναβαίνοντες (οὗτοι δʼ εἰσὶν ὀλίγοι) κατοπτεύεσθαι ταῖς αἰθρίαις ἄμφω τὰ πελάγη τό τε Ποντικὸν καὶ τὸ Ἰσσικόν.
というのも、それはすべての山のうちで最も高く、その頂は常に雪に覆われているアルガイオス山の麓に位置しているからであり、登る人々の言うところでは、晴天の日にはそこからポントス海とイッスス海の両方の海を見渡すことができる。
τὰ μὲν οὖν ἄλλα ἀφυῆ πρὸς συνοικισμὸν ἔχει πόλεως·
さて、その他の点では都市の立地として適していない。
ἄνυδρός τε γάρ ἐστι καὶ ἀνώχυρος διὰ τὴν ὀλιγωρίαν τῶν ἡγεμόνων καὶ ἀτείχιστος, τάχα δὲ καὶ ἐπίτηδες, ἵνα μὴ ὡς ἐρύματι πεποιθότες τῷ τείχει σφόδρα λῃστεύοιεν πεδίον οἰκοῦντες λόφους ὑπερδεξίους ἔχοντες καὶ ἀνεμβαλεῖς.
というのも、支配者たちの怠慢により水が不足しており、要塞化されておらず、城壁もないからである。 あるいは、これは意図的にそうされているのかもしれず、城壁を要塞と頼んで、平原に住みながらも自分たちより高い位置にあり攻撃不可能な丘を有している彼らが、激しく略奪行為に走らないようにするためであろう。
καὶ τὰ κύκλῳ δὲ χωρία ἔχει τελέως ἄφορα καὶ ἀγεώργητα καίπερ ὄντα πεδινά, ἀλλʼ ἔστιν ἀμμώδη καὶ ὑπόπετρα.
また、周囲の土地も、平坦であるにもかかわらず、完全に不毛で耕作に適しておらず、砂がちで岩の下層から成っている。
μικρὸν δʼ ἔτι προϊοῦσι καὶ πυρίληπτα πεδία καὶ μεστὰ βόθρων πυρὸς ἐπὶ σταδίους πολλοὺς ὥστε πόρρωθεν ἡ κομιδὴ τῶν ἐπιτηδείων, καὶ τὸ δοκοῦν δὲ πλεονέκτημα παρακείμενον ἔχει κίνδυνον·
さらに少し進むと、多くのスタディオンにわたって火を浴びた平原があり、火の穴が満ちているため、生活必需品の搬入は遠方から行わねばならず、また、利点と思われるものも、すぐ隣に危険をはらんでいる。
ἀξύλου γὰρ ὑπαρχούσης σχεδόν τι τῆς συμπάσης Καππαδοκίας ὁ Ἀργαῖος ἔχει περικείμενον δρυμὸν ὥστε ἐγγύθεν ὁ ξυλισμὸς πάρεστιν, ἀλλʼ οἱ ὑποκείμενοι τῷ δρυμῷ τόποι καὶ αὐτοὶ πολλαχοῦ πυρὰ ἔχουσιν, ἅμα δὲ καὶ ὕφυδροί εἰσι ψυχρῷ ὕδατι, οὔτε τοῦ πυρὸς οὔτε τοῦ ὕδατος εἰς τὴν ἐπιφάνειαν ἐκκύπτοντος, ὥστε καὶ ποάζειν τὴν πλείστην·
というのも、ほぼ全カパドキアに樹木が欠いている中で、アルガイオス山は周囲に森を擁しているため、近くから薪木を得ることができるのであるが、その森の下にある土地自体も多くの場所で火を抱えており、同時に冷たい水が地下に流れてもいて、火も水も地表に噴き出していないために、その大部分は草地となっているからである。
ἔστι δʼ ὅπου καὶ ἑλῶδές ἐστι τὸ ἔδαφος καὶ νύκτωρ ἐξάπτονται φλόγες ἀπʼ αὐτοῦ.
しかし中には地面が沼地のようになっている場所もあり、夜になるとそこから炎が燃え上がる。
οἱ μὲν οὖν ἔμπειροι φυλαττόμενοι τὸν ξυλισμὸν ποιοῦνται, τοῖς δὲ πολλοῖς κίνδυνός ἐστι, καὶ μάλιστα τοῖς κτήνεσιν ἐμπίπτουσιν εἰς ἀδήλους βόθρους πυρός.
そのため、慣れた人々は注意深く薪拾いを行うが、多くの人々、特に家畜にとっては危険であり、見えない火の穴に落ちてしまうのである。