§12.2.1ἔστι δʼ ἡ μὲν Μελιτηνὴ παραπλησία τῇ Κομμαγηνῇ·
メリテネはコムマゲネと極めてよく似ている。
πᾶσα γάρ ἐστι τοῖς ἡμέροις δένδροις κατάφυτος, μόνη τῆς ἄλλης Καππαδοκίας, ὥστε καὶ ἔλαιον φέρειν καὶ τὸν Μοναρίτην οἶνον τοῖς Ἑλληνικοῖς ἐνάμιλλον·
というのも、そこは他のカパドキアの地方のうちで唯一、オリーブを産し、ギリシアのワインに匹敵するモナリテス・ワインを産するほど、全域に栽培された果樹が植えられているからである。
ἀντίκειται δὲ τῇ Σωφηνῇ, μέσον ἔχουσα τὸν Εὐφράτην ποταμὸν καὶ αὐτὴ ἡ Κομμαγηνὴ ὅμορος οὖσα.
また、それはソフェネと向かい合っており、ユーフラテス川を中間に挟んでおり、それ自体がコムマゲネと隣接している。
ἔστι δὲ φρούριον ἀξιόλογον τῶν Καππαδόκων ἐν τῇ περαίᾳ Τόμισα·
また、対岸にはカパドキア人の注目すべき要塞トミサがある。
τοῦτο δʼ ἐπράθη μὲν τῷ Σωφηνῷ ταλάντων ἑκατόν, ὕστερον δὲ ἐδωρήσατο Λεύκολλος τῷ Καππάδοκι συστρατεύσαντι ἀριστεῖον κατὰ τὸν πρὸς Μιθριδάτην πόλεμον.
これはソフェネの支配者に百タラントンで売却されたが、後にルクッルスが、ミトリダテスとの戦争において共に戦ったカパドキアの王に、恩賞として贈った。
§12.2.2ἡ δὲ Καταονία πλατὺ καὶ κοῖλόν ἐστι πεδίον πάμφορον πλὴν τῶν ἀειθαλῶν.
カタオニアは平らで凹んだ平原であり、常緑樹を除いて、あらゆるものを産する。
περίκειται δʼ ὄρη ἄλλα τε καὶ Ἀμανὸς ἐκ τοῦ πρὸς νότον μέρους ἀπόσπασμα ὂν τοῦ Κιλικίου Ταύρου, καὶ ὁ Ἀντίταυρος εἰς τἀναντία ἀπερρωγώς.
周囲には他の山々に加えて、南側にはキリキアのタウロス山脈の分脈であるアマノス山脈が取り囲んでおり、また反対方向には枝分かれしたアンティタウロス山脈がある。
ὁ μὲν γὰρ Ἀμανὸς ἐπὶ τὴν Κιλικίαν καὶ τὴν Συριακὴν ἐκτείνεται θάλατταν πρὸς τὴν ἑσπέραν ἀπὸ τῆς Καταονίας καὶ τὸν νότον·
というのも、アマノス山脈はカタオニアから西および南に向かって、キリキアおよびシリアの海へと延びているからである。
τῇ δὲ τοιαύτῃ διαστάσει περικλείει τὸν Ἰσσικὸν κόλπον ἅπαντα καὶ τὰ μεταξὺ τῶν Κιλίκων πεδία πρὸς τὸν Ταῦρον·
そして、このような広がりによって、イッスス湾全体と、キリキア人たちの平原のうちタウロス山脈に至る中間の地域を囲んでいる。
ὁ δʼ Ἀντίταυρος ἐπὶ τὰς ἄρκτους ἐγκέκλιται καὶ μικρὸν ἐπιλαμβάνει τῶν ἀνατολῶν, εἶτʼ εἰς τὴν μεσόγαιαν τελευτᾷ.
他方、アンティタウロス山脈は北へと傾いており、東の方へと少し広がり、それから内陸へと消えている。
§12.2.3ἐν δὲ τῷ Ἀντιταύρῳ τούτῳ βαθεῖς καὶ στενοί εἰσιν αὐλῶνες, ἐν οἷς ἵδρυται τὰ Κόμανα καὶ τὸ τῆς Ἐνυοῦς ἱερὸν ἣν ἐκεῖνοι Μᾶ ὀνομάζουσι·
このアンティタウロス山脈の中には、深くて狭い渓谷があり、その中にコマナと、彼らがマーと呼ぶエニュオの神殿が設置されている。
πόλις δʼ ἐστὶν ἀξιόλογος, πλεῖστον μέντοι τὸ τῶν θεοφορήτων πλῆθος καὶ τὸ τῶν ἱεροδούλων ἐν αὐτῇ.
そこは注目に値する都市であるが、神に憑かれた者たちの群れや神殿奴隷の数がそこにきわめて多い。
Κατάονες δέ εἰσιν οἱ ἐνοικοῦντες, ἄλλως μὲν ὑπὸ τῷ βασιλεῖ τεταγμένοι, τοῦ δὲ ἱερέως ὑπακούοντες τὸ πλέον·
住民はカタオニア人であり、基本的には王の支配下に置かれているが、大部分において神官に従っている。
ὁ δὲ τοῦ θʼ ἱεροῦ κύριός ἐστι καὶ τῶν ἱεροδούλων, οἳ κατὰ τὴν ἡμετέραν ἐπιδημίαν πλείους ἦσαν τῶν ἑξακισχιλίων, ἄνδρες ὁμοῦ γυναιξί.
そして神官は神殿と神殿奴隷の主であり、我々が滞在したときには彼らは男女あわせて六千人以上いた。
πρόσκειται δὲ τῷ ἱερῷ καὶ χώρα πολλή, καρποῦται δʼ ὁ ἱερεὺς τὴν πρόσοδον, καὶ ἔστιν οὗτος δεύτερος κατὰ τιμὴν τῇ Καππαδοκίᾳ μετὰ τὸν βασιλέα·
神殿には多くの土地も属しており、神官はその収益を享受している。 そしてこの者は、カパドキアにおいて王に次ぐ第二の地位にある。
ὡς δʼ ἐπὶ τὸ πολὺ τοῦ αὐτοῦ γένους ἦσαν οἱ ἱερεῖς τοῖς βασιλεῦσι.
そしてたいていの場合、神官たちは王たちと同じ一族の出身であった。
τὰ δὲ ἱερὰ ταῦτα δοκεῖ Ὀρέστης μετὰ τῆς ἀδελφῆς Ἰφιγενείας κομίσαι δεῦρο ἀπὸ τῆς Ταυρικῆς Σκυθίας, τὰ τῆς Ταυροπόλου Ἀρτέμιδος, ἐνταῦθα δὲ καὶ τὴν πένθιμον κόμην ἀποθέσθαι, ἀφʼ ἧς καὶ τοὔνομα τῇ πόλει.
この神聖な儀礼は、オレステスが姉妹のイフィゲネイアとともにタウリカのスキティアからここに運んできた、タウロポロス・アルテミスのもの(神像)であると考えられている。 そして、ここで彼は喪の髪を剃り落としたとされ、それに由来して都市の名前が付いたとされる。
διὰ μὲν οὖν τῆς πόλεως ταύτης ὁ Σάρος ῥεῖ ποταμός, καὶ διὰ τῶν συναγκειῶν τοῦ Ταύρου διεκπεραιοῦται πρὸς τὰ τῶν Κιλίκων πεδία καὶ τὸ ὑποκείμενον πέλαγος.
さて、この都市を通ってサロス川が流れており、タウロス山脈の峡谷を通り抜けて、キリキア人たちの平野と、その下にある海へと流れ出ている。
§12.2.4διὰ δὲ τῆς Καταονίας ὁ Πύραμος, πλωτός, ἐκ μέσου τοῦ πεδίου τὰς πηγὰς ἔχων·
一方、カタオニアを通ってピュラモス川が流れており、船の航行が可能であり、平原の真ん中からその水源を発している。
ἔστι δὲ βόθρος ἀξιόλογος, διʼ οὗ καθορᾶν ἔστι τὸ ὕδωρ ὑποφερόμενον κρυπτῶς μέχρι πολλοῦ διαστήματος ὑπὸ γῆς, εἶτʼ ἀνατέλλον εἰς τὴν ἐπιφάνειαν·
そこには注目すべき穴があり、それを通して、水がかなりの距離にわたって地下を密かに流れ、その後、地表へと湧き上がってくるのを見ることができる。
τῷ δὲ καθιέντι ἀκόντιον ἄνωθεν εἰς τὸν βόθρον ἡ βία τοῦ ὕδατος ἀντιπράττει τοσοῦτον ὥστε μόλις βαπτίζεσθαι·
上からその穴へ投げ槍を投げ下ろす者に対しては、水の勢いが非常に強く抵抗するので、槍はほとんど沈むことができないほどである。
ἀπλέτῳ δὲ βάθει καὶ πλάτει πολὺς ἐνεχθεὶς ἐπειδὰν συνάψῃ τῷ Ταύρῳ, παράδοξον λαμβάνει τὴν συναγωγήν·
計り知れない深さと幅をもって豊かに流れた後、タウロス山脈に合流すると、驚くべき狭まりを見せる。
παράδοξος δὲ καὶ ἡ διακοπὴ τοῦ ὄρους ἐστὶ διʼ ἧς ἄγεται τὸ ῥεῖθρον·
そして、その流れが導かれる山の裂け目もまた驚くべきものである。
καθάπερ γὰρ ἐν ταῖς ῥῆγμα λαβούσαις πέτραις καὶ σχισθείσαις δίχα τὰς κατὰ τὴν ἑτέραν ἐξοχὰς ὁμολόγους εἶναι συμβαίνει ταῖς κατὰ τὴν ἑτέραν εἰσοχαῖς ὥστε κἂν συναρμοσθῆναι δύνασθαι, οὕτως εἴδομεν καὶ τὰς ὑπερκειμένας τοῦ ποταμοῦ πέτρας ἑκατέρωθεν σχεδόν τι μέχρι τῶν ἀκρωρειῶν ἀνατεινούσας ἐν διαστάσει δυεῖν ἢ τριῶν πλέθρων ἀντικείμενα ἐχούσας τὰ κοῖλα ταῖς ἐξοχαῖς·
というのは、亀裂が生じて真っ二つに裂けた岩石においては、一方の側の突起が、他方の側のくぼみと一致し、再びぴったり合わせることができるかのようになっているのと同様に、我々が見たところ、川の両側にそびえ立ち、ほぼ山頂にまで達する岩壁も、二ないし三プレトロンの間隔を隔てて、その凹部が向かい側の凸部と対向していたからである。
τὸ δὲ ἔδαφος τὸ μεταξὺ πᾶν πέτρινον, βαθύ τι καὶ στενὸν τελέως, ἔχον διὰ μέσου ῥῆγμα ὥστε καὶ κύνα καὶ λαγὼ διάλλεσθαι.
中間の川床はすべて岩だらけで、非常に深く、極めて狭く、その中央には犬や野ウサギが飛び越えられるほどの裂け目がある。
τοῦτο δʼ ἐστὶ τὸ ῥεῖθρον τοῦ ποταμοῦ ἄχρι χείλους πλῆρες, ὀχετῷ πλατεῖ προσεοικός, διὰ δὲ τὴν σκολιότητα καὶ τὴν ἐκ τοσούτου συναγωγὴν καὶ τὸ τῆς φάραγγος βάθος εὐθὺς τοῖς πόρρωθεν προσιοῦσιν ὁ ψόφος βροντῇ προσπίπτει παραπλήσιος·
これが川の流れであり、縁まで水が満ちていて、広い水道のようである。 しかし、蛇行していること、これほど急激に狭まっていること、そして峡谷の深さのために、遠くから近づいてくる人々に対して、その轟音は直ちに雷鳴に似たものとして響く。
διεκβαίνων δὲ τὰ ὄρη τοσαύτην κατάγει χοῦν ἐπὶ θάλατταν, τὴν μὲν ἐκ τῆς Καταονίας τὴν δὲ ἐκ τῶν Κιλίκων πεδίων, ὥστε ἐπʼ αὐτῷ καὶ χρησμὸς ἐκπεπτωκὼς φέρεται τοιοῦτος
"
ἔσσεται ἐσσομένοις, ὅτε Πύραμος ἀργυροδίνης
ἠιόνα προχέων ἱερὴν ἐς Κύπρον ἵκηται
"
παραπλήσιον γάρ τι κἀκεῖ συμβαίνει καὶ ἐν Αἰγύπτῳ, τοῦ Νείλου προσεξηπειροῦντος ἀεὶ τὴν θάλατταν τῇ προσχώσει·
山々を通り抜ける際に、カタオニアから、またキリキアの平原から、非常に多くの泥砂を海へと運ぶので、これに関して次のような神託が下されて伝わっている。 「後世の人々にこのような時が来るであろう、銀の渦巻くピュラモス川が、土砂を堆積させて神聖なキプロス島へと達するときが。 」というのは、そこでもエジプトと同様のことが起こっており、ナイル川がその堆積物によって常に海を陸地化し続けているからである。
καθὸ καὶ Ἡρόδοτος μὲν δῶρον τοῦ ποταμοῦ τὴν Αἴγυπτον εἶπεν, ὁ ποιητὴς δὲ τὴν Φάρον πελαγίαν ὑπάρξαι πρότερον οὐχ ὡς νυνὶ πρόσγειον οὖσαν τῇ Αἰγύπτῳ.
それゆえ、ヘロドトスはエジプトを川の賜物と呼び、詩人は、ファロス島がかつては沖合にあったのであり、現在のようにエジプトに隣接していなかったと述べたのである。