Humanitext Reader

斯特拉波 · 地理学 §12.2.5-12.2.7

卡帕多西亚诸战略区与蒂亚娜及马萨卡的地理

第 376 段,共 577 段 · 希腊语

内容简介

文中介绍了卡帕多西亚地区的各种神职以及无城市战略区的要塞,随后详细阐述了拥有城市的蒂亚尼蒂斯战略区的蒂亚娜,以及坐落在具有火山活动危险环境中的首都马萨卡的地理特征。

§12.2.5τρίτη δʼ ἐστὶν ἱερωσύνη Διὸς Ἀσβαμαίου λειπομένη ταύτης, ἀξιόλογος δʼ ὅμως.
第三个神职是阿斯巴迈俄斯宙斯的神职,虽然不及这一个,但同样值得注意。
ἐνταῦθα δʼ ἐστὶ λάκκος ἁλμυροῦ ὕδατος, ἀξιολόγου λίμνης ἔχων περίμετρον, ὀφρύσι κλειόμενος ὑψηλαῖς τε καὶ ὀρθίαις ὥστʼ ἔχειν κατάβασιν κλιμακώδη·
这里有一个盐水深潭,其周长相当于一个大湖,被高而陡峭的边缘所包围,因而有阶梯状的下行通道。
τὸ δʼ ὕδωρ οὔτʼ αὔξεσθαί φασιν οὔτʼ ἀπόρρυσιν ἔχειν οὐδαμοῦ φανεράν.
人们说这水既不增加,在任何地方也没有明显的流出口。
§12.2.6πόλιν δʼ οὔτε τὸ τῶν Καταόνων ἔχει πεδίον οὔθʼ ἡ Μελιτηνή, φρούρια δʼ ἐρυμνὰ ἐπὶ τῶν ὀρῶν τά τε Ἀζάμορα καὶ τὸ Δάσταρκον, ὃ περιρρεῖται τῷ Καρμάλᾳ ποταμῷ.
卡塔尼亚平原和美利提尼都没有城市,但在山上有坚固的要塞,即阿扎莫拉和达斯塔尔康,后者被卡尔马拉斯河环绕。
ἔχει δὲ καὶ ἱερὸν τὸ τοῦ Κατάονος Ἀπόλλωνος καθʼ ὅλην τιμώμενον τὴν Καππαδοκίαν, ποιησαμένων ἀφιδρύματα ἀπʼ αὐτοῦ.
这里还有一座卡塔翁阿波罗的神庙,在整个卡帕多西亚都受到尊崇,人们从这里迎请分灵制作了神像。
οὐδὲ αἱ ἄλλαι στρατηγίαι πόλεις ἔχουσι πλὴν δυεῖν·
其他战略区除了两个之外也没有城市。
τῶν δὲ λοιπῶν στρατηγιῶν ἐν μὲν τῇ Σαργαραυσηνῇ πολίχνιόν ἐστιν Ἧρπα καὶ ποταμὸς Καρμάλας, ὃς καὶ αὐτὸς εἰς τὴν Κιλικίαν ἐκδίδωσιν· ἐν δὲ ταῖς ἄλλαις ὅ τε Ἄργος ἔρυμα ὑψηλὸν πρὸς τῷ Ταύρῳ, καὶ τὰ Νῶρα ὃ νῦν καλεῖται Νηροασσός, ἐν ᾧ Εὐμένης πολιορκούμενος ἀντέσχε πολὺν χρόνον· καθʼ ἡμᾶς δὲ Σισίνου ὑπῆρξε χρηματοφυλάκιον τοῦ ἐπιθεμένου τῇ Καππαδόκων ἀρχῇ.
在其余的战略区中,萨尔加劳塞内有一座名为赫尔帕的小镇和卡尔马拉斯河,该河自身也流入基利家;在其他战略区中,有靠近托罗斯山脉的高耸要塞阿尔戈斯,以及现在被称为尼罗阿索斯的诺拉,尤曼尼斯在被围困时曾在此坚守了很长时间;在我们这个时代,它是企图篡夺卡帕多西亚人统治权的西西尼斯的金库。
τούτου δʼ ἦν καὶ τὰ Κάδηνα, βασίλειον καὶ πόλεως κατασκευὴν ἔχον· ἔστι δὲ καὶ ἐπὶ τῶν ὅρων τῶν Λυκαονικῶν τὰ Γαρσαύιρα κωμόπολις· λέγεται δʼ ὑπάρξαι ποτὲ καὶ αὕτη μητρόπολις τῆς χώρας.
卡德纳也属于此人,它拥有王宫和城市的格局;在吕卡翁边境上还有加尔萨乌拉,这是一个大镇,据说它也曾是该地区的首都。
ἐν δὲ τῇ Μοριμηνῇ τὸ ἱερὸν τοῦ ἐν Ὀυηνάσοις Διός, ἱεροδούλων κατοικίαν ἔχον τρισχιλίων σχεδόν τι καὶ χώραν ἱερὰν εὔκαρπον, παρέχουσαν πρόσοδον ἐνιαύσιον ταλάντων πεντεκαίδεκα τῷ ἱερεῖ· καὶ οὗτος δʼ ἐστὶ διὰ βίου, καθάπερ καὶ ὁ ἐν Κομάνοις, καὶ δευτερεύει κατὰ τιμὴν μετʼ ἐκεῖνον.
在莫里梅内有乌埃纳萨宙斯的神庙,拥有近三千名神殿奴隶的居所和一片肥沃的圣地,每年给祭司带来十五塔兰特的收入;而他也是终生任职,就像科马纳的祭司一样,其格式在荣誉上仅次于后者。
§12.2.7δύο δὲ μόναι στρατηγίαι πόλεις ἔχουσιν, ἡ μὲν Τυανῖτις τὰ Τύανα ὑποπεπτωκυῖαν τῷ Ταύρῳ τῷ κατὰ τὰς Κιλικίας πύλας, καθʼ ἃς εὐπετέσταται καὶ κοινόταται πᾶσίν εἰσιν αἱ εἰς τὴν Κιλικίαν καὶ τὴν Συρίαν ὑπερβολαί· καλεῖται δὲ Εὐσέβεια ἡ πρὸς τῷ Ταύρῳ ἀγαθὴ δὲ καὶ πεδιὰς ἡ πλείστη.
只有两个战略区拥有城市:一个是蒂亚尼蒂斯战略区,拥有蒂亚纳,它位于基利家门附近的托罗斯山脉脚下,通过这些山口,前往基利家和叙利亚的通道对所有人来说最容易且最常用;它也被称为托罗斯山旁边的尤塞比亚;其大部分土地是优良的平原。
τὰ δὲ Τύανα ἐπίκειται χώματι Σεμιράμιδος τετειχισμένῳ καλῶς.
蒂亚纳建在塞米拉米斯的土垒上,城墙筑得很好。
οὐ πολὺ δʼ ἄπωθεν ταύτης ἐστὶ τά τε Καστάβαλα καὶ τὰ Κύβιστρα, ἔτι μᾶλλον τῷ ὄρει πλησιάζοντα πολίσματα· ὧν ἐν τοῖς Κασταβάλοις ἐστὶ τὸ τῆς Περασίας Ἀρτέμιδος ἱερόν, ὅπου φασὶ τὰς ἱερείας γυμνοῖς τοῖς ποσὶ διʼ ἀνθρακιᾶς βαδίζειν ἀπαθεῖς· κἀνταῦθα δέ τινες τὴν αὐτὴν θρυλοῦσιν ἱστορίαν τὴν περὶ τοῦ Ὀρέστου καὶ τῆς Ταυροπόλου, Περασίαν κεκλῆσθαι φάσκοντες διὰ τὸ πέραθεν κομισθῆναι.
离此不远的是卡斯塔巴拉和库比斯特拉,它们是更靠近山脉的小镇;在卡斯塔巴拉有佩拉西亚阿耳忒弥斯的神庙,据说那里的女祭司们赤脚走在炭火上而不会受伤;在这里,一些人也流传着关于俄瑞斯忒斯和陶罗波洛斯的相同故事,声称因为她是从对岸带来的,所以被称为佩拉西亚。
ἐν μὲν δὴ τῇ Τυανίτιδι στρατηγίᾳ τῶν λεχθεισῶν δέκα ἔστι πόλισμα τὰ Τύανα (τὰς δʼ ἐπικτήτους οὐ συναριθμῶ ταύταις, τὰ Καστάβαλα καὶ τὰ Κύβιστρα καὶ τὰ ἐν τῇ τραχείᾳ Κιλικίᾳ, ἐν ᾗ τὴν Ἐλαιοῦσσαν νησίον εὔκαρπον συνέκτισεν Ἀρχέλαος ἀξιολόγως, καὶ τὸ πλέον ἐνταῦθα διέτριβεν), ἐν δὲ τῇ Κιλικίᾳ καλουμένῃ τὰ Μάζακα ἡ μητρόπολις τοῦ ἔθνους· καλεῖται δʼ Εὐσέβεια καὶ αὕτη ἐπίκλησιν ἡ πρὸς τῷ Ἀργαίῳ· κεῖται γὰρ ὑπὸ τῷ Ἀργαίῳ ὄρει πάντων ὑψηλοτάτῳ καὶ ἀνέκλειπτον χιόνι τὴν ἀκρώρειαν ἔχοντι, ἀφʼ ἧς φασιν οἱ ἀναβαίνοντες (οὗτοι δʼ εἰσὶν ὀλίγοι) κατοπτεύεσθαι ταῖς αἰθρίαις ἄμφω τὰ πελάγη τό τε Ποντικὸν καὶ τὸ Ἰσσικόν.
在蒂亚尼蒂斯战略区中,在所说的十个中,有蒂亚纳这个城镇(我没有将后来获得的土地算在内,即卡斯塔巴拉、库比斯特拉以及荒凉基利家的土地,在荒凉基利家,阿尔克拉奥斯以显著的方式建立了一个肥沃的小岛埃莱乌萨,并在那里度过了大部分时间),而在被称为基利家的战略区,则有该部族的首都马萨卡;这也被通称为阿耳盖俄斯山旁的尤塞比亚;因为它坐落在阿耳盖俄斯山下,该山是所有山中最高的,山顶终年积雪,据登山的人说,在晴天里,从那里可以同时俯瞰两个海洋,即蓬托斯海和伊苏斯海。
τὰ μὲν οὖν ἄλλα ἀφυῆ πρὸς συνοικισμὸν ἔχει πόλεως· ἄνυδρός τε γάρ ἐστι καὶ ἀνώχυρος διὰ τὴν ὀλιγωρίαν τῶν ἡγεμόνων καὶ ἀτείχιστος, τάχα δὲ καὶ ἐπίτηδες, ἵνα μὴ ὡς ἐρύματι πεποιθότες τῷ τείχει σφόδρα λῃστεύοιεν πεδίον οἰκοῦντες λόφους ὑπερδεξίους ἔχοντες καὶ ἀνεμβαλεῖς.
在其他方面,它自然不适合城市建制;因为由于统治者的疏忽,这里缺水且没有要塞防卫,也没有城墙,或许这还是故意为之,以免他们把城墙当成要塞而肆意进行抢劫,因为他们居住在平原上,拥有的丘陵地势优越且不易被侵入。
καὶ τὰ κύκλῳ δὲ χωρία ἔχει τελέως ἄφορα καὶ ἀγεώργητα καίπερ ὄντα πεδινά, ἀλλʼ ἔστιν ἀμμώδη καὶ ὑπόπετρα.
周围的土地虽然是平坦的,但完全荒芜且未经耕作,而是多沙且下方多石。
μικρὸν δʼ ἔτι προϊοῦσι καὶ πυρίληπτα πεδία καὶ μεστὰ βόθρων πυρὸς ἐπὶ σταδίους πολλοὺς ὥστε πόρρωθεν ἡ κομιδὴ τῶν ἐπιτηδείων, καὶ τὸ δοκοῦν δὲ πλεονέκτημα παρακείμενον ἔχει κίνδυνον· ἀξύλου γὰρ ὑπαρχούσης σχεδόν τι τῆς συμπάσης Καππαδοκίας ὁ Ἀργαῖος ἔχει περικείμενον δρυμὸν ὥστε ἐγγύθεν ὁ ξυλισμὸς πάρεστιν, ἀλλʼ οἱ ὑποκείμενοι τῷ δρυμῷ τόποι καὶ αὐτοὶ πολλαχοῦ πυρὰ ἔχουσιν, ἅμα δὲ καὶ ὕφυδροί εἰσι ψυχρῷ ὕδατι, οὔτε τοῦ πυρὸς οὔτε τοῦ ὕδατος εἰς τὴν ἐπιφάνειαν ἐκκύπτοντος, ὥστε καὶ ποάζειν τὴν πλείστην· ἔστι δʼ ὅπου καὶ ἑλῶδές ἐστι τὸ ἔδαφος καὶ νύκτωρ ἐξάπτονται φλόγες ἀπʼ αὐτοῦ.
再往前走一点,就是被火烧过的平原,多里有火穴,延伸许多斯塔迪翁,以至于生活必需品的运输必须从远处进行,而看似优势的地方却潜伏着危险;因为几乎整个卡帕多西亚都缺木材,阿耳盖俄斯山周围环绕着森林,因此伐木很方便,但森林下方的土地也有许多地方藏着火,同时地下又有冷水流淌,火和水都没有喷涌到地表,以至于大部分地方都长满了草;但在一些地方地面是沼泽状的,夜间会有火焰从中燃起。
οἱ μὲν οὖν ἔμπειροι φυλαττόμενοι τὸν ξυλισμὸν ποιοῦνται, τοῖς δὲ πολλοῖς κίνδυνός ἐστι, καὶ μάλιστα τοῖς κτήνεσιν ἐμπίπτουσιν εἰς ἀδήλους βόθρους πυρός.
因此,有经验的人在伐木时会保持警惕,但对大多数人来说,这存在危险,尤其是对牲畜,它们会掉进看不见的火穴中。

词汇与语法注释

  1. §12.2.5λειπομένη ταύτης — 阴性单数现在分词 λειπομένη(不及、逊于)支配比较属格 ταύτης。该代词指代前一节(§12.2.3)中所详述的科马纳的“神职”(ἱερωσύνη)。
  2. §12.2.6ποιησαμένων ἀφιδρύματα ἀπʼ αὐτοῦ — 独立属格(genitive absolute)结构。分词的逻辑主语在上下文中指“卡帕多西亚人”。名词 ἀφίδρυμα 指的是从原神像(本尊)中迎请并制作的复制品或分灵神像,表明了该信仰在地方上的普及。
  3. §12.2.7ὑποπεπτωκυῖαν — 尽管该分词修饰的是中性复数名词 τὰ Τύανα,却使用了阴性单数宾格形式。这属于根据字义而非语法的“按意一致”(constructio ad sensum),即把“蒂亚纳”视同为阴性名词“城市”(πόλις),或者是受到了前文阴性主语 ἡ μὲν Τυανῖτις 的语法吸引和混淆。
  4. §12.2.7ἵνα μὴ ὡς ἐρύματι πεποιθότες τῷ τείχει σφόδρα λῃστεύοιεν — 由 ἵνα μή 引导的否定目的从句,使用 ὀπτική 语气(希求法)λῃστεύοιεν(由于历史主时态之后的时态呼应)。现在完成时活性分词 πεποιθότες 支配与格 τῷ τείχει,而 ὡς(作为)引导同位语名词 ἐρύματι(要塞)。整个结构的意图是“免得他们以城墙为庇护而肆意进行劫掠”。

引用这一段

斯特拉波, 地理学 §12.2.5-12.2.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:12.2.5-12.2.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。