§12.2.10μέγεθος δὲ τῆς χώρας κατὰ πλάτος μὲν τὸ ἀπὸ τοῦ Πόντου πρὸς τὸν Ταῦρον ὅσον χίλιοι καὶ ὀκτακόσιοι στάδιοι, μῆκος δὲ ἀπὸ τῆς Λυκαονίας καὶ Φρυγίας μέχρι Εὐφράτου πρὸς τὴν ἕω καὶ τὴν Ἀρμενίαν περὶ τρισχιλίους.
关于该国的疆域,在宽度上,自蓬托斯至托罗斯山脉约一千八百斯塔迪翁;在长度上,自吕卡翁尼亚和弗里吉亚至东部的幼发拉底河及亚美尼亚约三千斯塔迪翁。
ἀγαθὴ δὲ καρποῖς, μάλιστα δὲ σίτῳ καὶ βοσκήμασι παντοδαποῖς·
该国盛产作物,尤以小麦和各类牲畜为最。
νοτιωτέρα δʼ οὖσα τοῦ Πόντου ψυχροτέρα ἐστίν·
尽管它比蓬托斯偏南,但气候却更为寒冷。
ἡ δὲ Βαγαδανία καίπερ πεδιὰς οὖσα καὶ νοτιωτάτη πασῶν (ὑποπέπτωκε γὰρ τῷ Ταύρῳ) μόλις τῶν καρπίμων τι φέρει δένδρων, ὀναγροβότος δʼ ἐστὶ καὶ αὕτη καὶ ἡ πολλὴ τῆς ἄλλης, καὶ μάλιστα ἡ περὶ Γαρσαύιρα καὶ Λυκαονίαν καὶ Μοριμηνήν.
巴加达尼亚虽为平原且在所有地区中最偏南(因其坐落在托罗斯山脉脚下),却几乎不产任何果树,此处以及其他大部分土地都是野驴的牧场,尤其是加尔萨维拉、吕卡翁尼亚和莫里梅内周边地区。
ἐν δὲ τῇ Καππαδοκίᾳ γίνεται καὶ ἡ λεγομένη Σινωπικὴ μίλτος ἀρίστη τῶν πασῶν· ἐνάμιλλος δʼ ἐστὶν αὐτῇ καὶ ἡ Ἰβηρική·
卡帕多西亚还产有所谓的锡诺普红土,在所有红土中品质最佳;伊比利亚的红土亦可与其媲美。
ὠνομάσθη δὲ Σινωπικὴ διότι κατάγειν ἐκεῖσε εἰώθεσαν οἱ ἔμποροι πρὶν ἢ τὸ τῶν Ἐφεσίων ἐμπόριον μέχρι τῶν ἐνθάδε ἀνθρώπων διῖχθαι.
它之所以被称为锡诺普红土,是因为在以弗所人的商埠向此地人民扩展之前,商人们习惯将其运往该地。
λέγεται δὲ καὶ κρυστάλλου πλάκας καὶ ὀνυχίτου λίθου πλησίον τῆς τῶν Γαλατῶν ὑπὸ τῶν Ἀρχελάου μεταλλευτῶν εὑρῆσθαι.
据说,在靠近加拉太人边界的地方,阿里拉乌斯的矿工还发现了水晶板和缟玛瑙。
ἦν δέ τις τόπος καὶ λίθου λευκοῦ τῷ ἐλέφαντι κατὰ τὴν χρόαν ἐμφεροῦς ὥσπερ ἀκόνας τινὰς οὐ μεγάλας ἐκφέρων, ἐξ ὧν τὰ λάβια τοῖς μαχαιρίοις κατεσκεύαζον· ἄλλος δὲ εἰς διόπτρας βώλους μεγάλας ἐκδιδούς, ὥστε καὶ ἔξω κομίζεσθαι.
还有一个地方出产一种颜色类似象牙的白石,能产出像小砺石一样的石块,用以制作小刀的柄;另一个地方则出产可作透光窗的大块矿石,甚至运销国外。
ὅριον δʼ ἐστὶ τοῦ Πόντου καὶ τῆς Καππαδοκίας ὀρεινή τις παράλληλος τῷ Ταύρῳ, τὴν ἀρχὴν ἔχουσα ἀπὸ τῶν ἑσπερίων ἄκρων τῆς Χαμμανηνῆς, ἐφʼ ἧς ἵδρυται φρούριον ἀπότομον Δασμένδα, μέχρι τῶν ἑωθινῶν τῆς Λαουιανσηνῆς.
蓬托斯与卡帕多西亚的边界是一条与托罗斯山脉平行的山地,起自哈马内内西端(其上建有地势险峻的达斯门达要塞),止于拉维安塞内东部。
στρατηγίαι δʼ εἰσὶ τῆς Καππαδοκίας ἥ τε Χαμμανηνὴ καὶ ἡ Λαουιανσηνή.
哈马内内和拉维安塞内是卡帕多西亚的军管区。
§12.2.11συνέβη δέ, ἡνίκα πρῶτον Ῥωμαῖοι τὰ κατὰ τὴν Ἀσίαν διῴκουν νικήσαντες Ἀντίοχον, καὶ φιλίας καὶ συμμαχίας ἐποιοῦντο πρός τε τὰ ἔθνη καὶ τοὺς βασιλέας, τοῖς μὲν ἄλλοις βασιλεῦσιν αὐτοῖς καθʼ ἑαυτοὺς δοθῆναι τὴν τιμὴν ταύτην, τῷ δὲ Καππάδοκι καὶ αὐτῷ δὲ τῷ ἔθνει κοινῇ.
当罗马人击败安条克并首次整顿亚细亚事务、与各民族及国王缔结友好同盟时,其他国王都是以个人身份获得此项荣誉,而卡帕多西亚王则是与其民族共同获得。
ἐκλιπόντος δὲ τοῦ βασιλικοῦ γένους οἱ μὲν Ῥωμαῖοι συνεχώρουν αὐτοῖς αὐτονομεῖσθαι κατὰ τὴν συγκειμένην φιλίαν τε καὶ συμμαχίαν πρὸς τὸ ἔθνος, οἱ δὲ πρεσβευσάμενοι τὴν μὲν ἐλευθερίαν παρῃτοῦντο (οὐ γὰρ δύνασθαι φέρειν αὐτὴν ἔφασαν), βασιλέα δʼ ἠξίουν αὐτοῖς ἀποδειχθῆναι.
当王室绝嗣时,罗马人允许他们根据与该民族缔结的友好同盟进行自治,但他们派遣使节,谢绝了自由(因为他们自称无法承受自由),并请求为他们指定一位国王。
οἱ δὲ θαυμάσαντες εἴ τινες οὕτως εἶεν ἀπειρηκότες πρὸς τὴν ἐλευθερίαν ἐπέτρεψαν δʼ οὖν αὐτοῖς ἐξ ἑαυτῶν ἑλέσθαι κατὰ χειροτονίαν ὃν ἂν βούλωνται·
罗马人虽对竟然有人如此厌弃自由感到惊异,但还是允许他们通过投票从自己人中选举他们想要的人。
καὶ εἵλοντο Ἀριοβαρζάνην·
于是他们选举了阿里奥巴尔赞。
εἰς τριγονίαν δὲ προελθόντος τοῦ γένους ἐξέλιπε, κατεστάθη δʼ ὁ Ἀρχέλαος οὐδὲν προσήκων αὐτοῖς Ἀντωνίου καταστήσαντος.
当该家族传至第三代时便绝嗣了,由安东尼立了与他们毫无血缘关系的阿里拉乌斯为王。
ταῦτα καὶ περὶ τῆς μεγάλης Καππαδοκίας· περὶ δὲ τῆς τραχείας Κιλικίας τῆς προστεθείσης αὐτῇ βέλτιόν ἐστιν ἐν τῷ περὶ τῆς ὅλης Κιλικίας λόγῳ διελθεῖν.
关于大卡帕多西亚的事便止于此;至于并入其中的“崎岖的基利家”,在关于整个基利家的叙述中进行探讨会更好。