§12.2.1ἔστι δʼ ἡ μὲν Μελιτηνὴ παραπλησία τῇ Κομμαγηνῇ· πᾶσα γάρ ἐστι τοῖς ἡμέροις δένδροις κατάφυτος, μόνη τῆς ἄλλης Καππαδοκίας, ὥστε καὶ ἔλαιον φέρειν καὶ τὸν Μοναρίτην οἶνον τοῖς Ἑλληνικοῖς ἐνάμιλλον·
美利提尼与科马根极其相似;因为这里到处种植着人工栽培的果树,是除卡帕多西亚其他地区外唯一产出橄榄油以及产出可与希腊葡萄酒媲美的莫纳里特斯葡萄酒的地方。
ἀντίκειται δὲ τῇ Σωφηνῇ, μέσον ἔχουσα τὸν Εὐφράτην ποταμὸν καὶ αὐτὴ ἡ Κομμαγηνὴ ὅμορος οὖσα.
它与索斐内相对,中间隔着幼发拉底河,其自身与科马根接壤。
ἔστι δὲ φρούριον ἀξιόλογον τῶν Καππαδόκων ἐν τῇ περαίᾳ Τόμισα· τοῦτο δʼ ἐπράθη μὲν τῷ Σωφηνῷ ταλάντων ἑκατόν, ὕστερον δὲ ἐδωρήσατο Λεύκολλος τῷ Καππάδοκι συστρατεύσαντι ἀριστεῖον κατὰ τὸν πρὸς Μιθριδάτην πόλεμον.
在对岸有一处属于卡帕多西亚人的著名要塞,名叫托米萨;这处要塞曾以一百塔兰特的价格卖给索斐内人,但后来卢库鲁斯在与米特拉达梯的战争中,将其作为战功奖赏赐予了共同作战的卡帕多西亚国王。
§12.2.2ἡ δὲ Καταονία πλατὺ καὶ κοῖλόν ἐστι πεδίον πάμφορον πλὴν τῶν ἀειθαλῶν.
卡塔尼亚是一片宽阔且凹陷的平原,除常绿树木外,这里出产一切作物。
περίκειται δʼ ὄρη ἄλλα τε καὶ Ἀμανὸς ἐκ τοῦ πρὸς νότον μέρους ἀπόσπασμα ὂν τοῦ Κιλικίου Ταύρου, καὶ ὁ Ἀντίταυρος εἰς τἀναντία ἀπερρωγώς.
周围环绕着其他山脉,特别是在南侧有作为基利家托罗斯山脉分支的阿马诺斯山脉,以及向相反方向延伸出来的安提托罗斯山脉。
ὁ μὲν γὰρ Ἀμανὸς ἐπὶ τὴν Κιλικίαν καὶ τὴν Συριακὴν ἐκτείνεται θάλατταν πρὸς τὴν ἑσπέραν ἀπὸ τῆς Καταονίας καὶ τὸν νότον· τῇ δὲ τοιαύτῃ διαστάσει περικλείει τὸν Ἰσσικὸν κόλπον ἅπαντα καὶ τὰ μεταξὺ τῶν Κιλίκων πεδία πρὸς τὸν Ταῦρον·
因为阿马诺斯山脉从卡塔尼亚向西和向南延伸至基利家和叙利亚的海域;通过这样的延伸,它包围了整个伊苏斯湾以及基利家平原至托罗斯山脉之间的区域。
ὁ δʼ Ἀντίταυρος ἐπὶ τὰς ἄρκτους ἐγκέκλιται καὶ μικρὸν ἐπιλαμβάνει τῶν ἀνατολῶν, εἶτʼ εἰς τὴν μεσόγαιαν τελευτᾷ.
而安提托罗斯山脉则向北倾斜,并占有东方的一小部分,然后消失在内陆。
§12.2.3ἐν δὲ τῷ Ἀντιταύρῳ τούτῳ βαθεῖς καὶ στενοί εἰσιν αὐλῶνες, ἐν οἷς ἵδρυται τὰ Κόμανα καὶ τὸ τῆς Ἐνυοῦς ἱερὸν ἣν ἐκεῖνοι Μᾶ ὀνομάζουσι·
在这安提托罗斯山脉中,有深而窄的谷地,科马纳以及他们称之为“玛”的厄倪俄神庙就坐落在其中。
πόλις δʼ ἐστὶν ἀξιόλογος, πλεῖστον μέντοι τὸ τῶν θεοφορήτων πλῆθος καὶ τὸ τῶν ἱεροδούλων ἐν αὐτῇ.
这是一座著名的城市,但城中被神附身的人和神殿奴隶的数量极其庞大。
Κατάονες δέ εἰσιν οἱ ἐνοικοῦντες, ἄλλως μὲν ὑπὸ τῷ βασιλεῖ τεταγμένοι, τοῦ δὲ ἱερέως ὑπακούοντες τὸ πλέον· ὁ δὲ τοῦ θʼ ἱεροῦ κύριός ἐστι καὶ τῶν ἱεροδούλων, οἳ κατὰ τὴν ἡμετέραν ἐπιδημίαν πλείους ἦσαν τῶν ἑξακισχιλίων, ἄνδρες ὁμοῦ γυναιξί.
居民是卡塔尼亚人,他们在其他方面受国王统治,但在更大程度上服从祭司;而祭司则是神庙和神殿奴隶的主人,在我们寄居该地时,男女奴隶合计超过六千人。
πρόσκειται δὲ τῷ ἱερῷ καὶ χώρα πολλή, καρποῦται δʼ ὁ ἱερεὺς τὴν πρόσοδον, καὶ ἔστιν οὗτος δεύτερος κατὰ τιμὴν τῇ Καππαδοκίᾳ μετὰ τὸν βασιλέα· ὡς δʼ ἐπὶ τὸ πολὺ τοῦ αὐτοῦ γένους ἦσαν οἱ ἱερεῖς τοῖς βασιλεῦσι.
神庙还附有大量的土地,祭司享有其收益,其地位在卡帕多西亚仅次于国王,位列第二;而且大多数情况下,祭司与国王属于同一家族。
τὰ δὲ ἱερὰ ταῦτα δοκεῖ Ὀρέστης μετὰ τῆς ἀδελφῆς Ἰφιγενείας κομίσαι δεῦρο ἀπὸ τῆς Ταυρικῆς Σκυθίας, τὰ τῆς Ταυροπόλου Ἀρτέμιδος, ἐνταῦθα δὲ καὶ τὴν πένθιμον κόμην ἀποθέσθαι, ἀφʼ ἧς καὶ τοὔνομα τῇ πόλει.
这些神圣的仪式,即陶罗波洛斯·阿耳忒弥斯的仪式,据信是俄瑞斯忒斯与其姊妹伊菲革涅亚一起从陶里卡斯基泰带到这里的,并且他在此处剃下了丧发,该城市也因此而得名。
διὰ μὲν οὖν τῆς πόλεως ταύτης ὁ Σάρος ῥεῖ ποταμός, καὶ διὰ τῶν συναγκειῶν τοῦ Ταύρου διεκπεραιοῦται πρὸς τὰ τῶν Κιλίκων πεδία καὶ τὸ ὑποκείμενον πέλαγος.
沙罗斯河流经这座城市,并穿过托罗斯山脉的峡谷,流向基利家平原及下方的海域。
§12.2.4διὰ δὲ τῆς Καταονίας ὁ Πύραμος, πλωτός, ἐκ μέσου τοῦ πεδίου τὰς πηγὰς ἔχων·
另一方面,皮拉莫斯河横穿卡塔尼亚,该河可通航,其水源自平原中部。
ἔστι δὲ βόθρος ἀξιόλογος, διʼ οὗ καθορᾶν ἔστι τὸ ὕδωρ ὑποφερόμενον κρυπτῶς μέχρι πολλοῦ διαστήματος ὑπὸ γῆς, εἶτʼ ἀνατέλλον εἰς τὴν ἐπιφάνειαν·
那里有一个著名的深潭,通过它可以看到河水在地下隐秘地流淌很长一段距离,然后重新涌现到地表。
τῷ δὲ καθιέντι ἀκόντιον ἄνωθεν εἰς τὸν βόθρον ἡ βία τοῦ ὕδατος ἀντιπράττει τοσοῦτον ὥστε μόλις βαπτίζεσθαι·
对于从上方将标枪投向深潭的人来说,水流的力量反作用极大,以至于标枪几乎无法沉入水中。
ἀπλέτῳ δὲ βάθει καὶ πλάτει πολὺς ἐνεχθεὶς ἐπειδὰν συνάψῃ τῷ Ταύρῳ, παράδοξον λαμβάνει τὴν συναγωγήν· παράδοξος δὲ καὶ ἡ διακοπὴ τοῦ ὄρους ἐστὶ διʼ ἧς ἄγεται τὸ ῥεῖθρον·
皮拉莫斯河以极深且极宽的浩大水量奔流,当它与托罗斯山脉交汇时,发生了令人惊异的收缩;其河道所通过的山体裂口同样令人惊异。
καθάπερ γὰρ ἐν ταῖς ῥῆγμα λαβούσαις πέτραις καὶ σχισθείσαις δίχα τὰς κατὰ τὴν ἑτέραν ἐξοχὰς ὁμολόγους εἶναι συμβαίνει ταῖς κατὰ τὴν ἑτέραν εἰσοχαῖς ὥστε κἂν συναρμοσθῆναι δύνασθαι, οὕτως εἴδομεν καὶ τὰς ὑπερκειμένας τοῦ ποταμοῦ πέτρας ἑκατέρωθεν σχεδόν τι μέχρι τῶν ἀκρωρειῶν ἀνατεινούσας ἐν διαστάσει δυεῖν ἢ τριῶν πλέθρων ἀντικείμενα ἐχούσας τὰ κοῖλα ταῖς ἐξοχαῖς·
因为正如在产生裂缝并一分为二的岩石中,一侧的凸起刚好与另一侧的凹陷相吻合、以至于可以重新拼合在一起一样,我们也看到河两岸高耸的岩壁,几乎延伸到山顶,在两三普勒特隆的间隔中,其凹面与凸面遥遥相对。
τὸ δὲ ἔδαφος τὸ μεταξὺ πᾶν πέτρινον, βαθύ τι καὶ στενὸν τελέως, ἔχον διὰ μέσου ῥῆγμα ὥστε καὶ κύνα καὶ λαγὼ διάλλεσθαι.
中间的河床完全是岩石,极深且极窄,中间有一条裂缝,以至于连狗和野兔都能跳过去。
τοῦτο δʼ ἐστὶ τὸ ῥεῖθρον τοῦ ποταμοῦ ἄχρι χείλους πλῆρες, ὀχετῷ πλατεῖ προσεοικός, διὰ δὲ τὴν σκολιότητα καὶ τὴν ἐκ τοσούτου συναγωγὴν καὶ τὸ τῆς φάραγγος βάθος εὐθὺς τοῖς πόρρωθεν προσιοῦσιν ὁ ψόφος βροντῇ προσπίπτει παραπλήσιος·
这就是河水奔流的通道,水流直达边缘,宛如一条宽阔的渠道,但由于其弯曲、从极宽处的剧烈收缩以及峡谷的深度,对于从远处走近的人来说,那声音听起来就像打雷一样。
διεκβαίνων δὲ τὰ ὄρη τοσαύτην κατάγει χοῦν ἐπὶ θάλατταν, τὴν μὲν ἐκ τῆς Καταονίας τὴν δὲ ἐκ τῶν Κιλίκων πεδίων, ὥστε ἐπʼ αὐτῷ καὶ χρησμὸς ἐκπεπτωκὼς φέρεται τοιοῦτος
"
ἔσσεται ἐσσομένοις, ὅτε Πύραμος ἀργυροδίνης
ἠιόνα προχέων ἱερὴν ἐς Κύπρον ἵκηται
"
παραπλήσιον γάρ τι κἀκεῖ συμβαίνει καὶ ἐν Αἰγύπτῳ, τοῦ Νείλου προσεξηπειροῦντος ἀεὶ τὴν θάλατταν τῇ προσχώσει·
当它穿过山脉时,将大量的泥沙带到海里,一部分来自卡塔尼亚,另一部分来自基利家平原,以至于关于它还流传着这样一条神谕:“对于后世的人们将会有这样一个时刻,届时银涡旋转的皮拉莫斯河将喷吐泥沙,直至神圣的塞浦路斯。 ”因为在塞浦路斯也发生了与埃及相似的事情,尼罗河总是通过泥沙淤积将海洋不断变为陆地。
καθὸ καὶ Ἡρόδοτος μὲν δῶρον τοῦ ποταμοῦ τὴν Αἴγυπτον εἶπεν, ὁ ποιητὴς δὲ τὴν Φάρον πελαγίαν ὑπάρξαι πρότερον οὐχ ὡς νυνὶ πρόσγειον οὖσαν τῇ Αἰγύπτῳ.
因此,赫罗多德称埃及为“河流的赠礼”,而诗人也说法罗斯岛以前是在外海,而不是像现在这样紧邻埃及陆地。