Humanitext Reader

ストラボン · 地理誌 §12.1.1-12.1.4

カッパドキアの境界と行政区分の変遷

374 / 577 箇所 · ギリシア語

要旨

カッパドキアの地理的境界を示し、かつて異民族とされたカタオニア人が同化した経緯、小アジア全体の「地峡」としての構造を解説し、ペルシア・マケドニア期からローマ属州化に至るまでの歴史的・行政的分割(十ないし十一の戦略区)の変遷を詳述する。

§12.1.1καὶ ἡ Καππαδοκία δʼ ἐστὶ πολυμερής τε καὶ συχνὰς δεδεγμένη μεταβολάς. οἱ δʼ οὖν ὁμόγλωττοι μάλιστά εἰσιν οἱ ἀφοριζόμενοι πρὸς νότον μὲν τῷ Κιλικίῳ λεγομένῳ Ταύρῳ, πρὸς ἕω δὲ τῇ Ἀρμενίᾳ καὶ τῇ Κολχίδι καὶ τοῖς μεταξὺ ἑτερογλώττοις ἔθνεσι, πρὸς ἄρκτον δὲ τῷ Εὐξείνῳ μέχρι τῶν ἐκβολῶν τοῦ Ἅλυος, πρὸς δύσιν δὲ τῷ τε τῶν Παφλαγόνων ἔθνει καὶ Γαλατῶν τῶν τὴν Φρυγίαν ἐποικησάντων μέχρι Λυκαόνων καὶ Κιλίκων τῶν τὴν τραχεῖαν Κιλικίαν νεμομένων. §12.1.2καὶ αὐτῶν δὲ τῶν ὁμογλώττων οἱ παλαιοὶ τοὺς Κατάονας καθʼ αὑτοὺς ἔταττον, ἀντιδιαιροῦντες τοῖς Καππάδοξιν ὡς ἑτεροεθνέσι, καὶ ἐν τῇ διαριθμήσει τῶν ἐθνῶν μετὰ τὴν Καππαδοκίαν ἐτίθεσαν τὴν Καταονίαν, εἶτα τὸν Εὐφράτην καὶ τὰ πέραν ἔθνη, ὥστε καὶ τὴν Μελιτηνὴν ὑπὸ τῇ Καταονίᾳ τάττειν, ἣ μεταξὺ κεῖται ταύτης τε καὶ τοῦ Εὐφράτου συνάπτουσα τῇ Κομμαγηνῇ, μέρος τε τῆς Καππαδοκίας ἐστὶ δέκατον κατὰ τὴν εἰς δέκα στρατηγίας διαίρεσιν τῆς χώρας. οὕτω γὰρ δὴ οἱ καθʼ ἡμᾶς βασιλεῖς οἱ πρὸ Ἀρχελάου διατεταγμένην εἶχον τὴν ἡγεμονίαν τῆς Καππαδοκίας· δέκατον δʼ ἐστὶ μέρος καὶ ἡ Καταονία. καθʼ ἡμᾶς δὲ εἶχε στρατηγὸν ἑκατέρα ἴδιον· οὔτε δʼ ἐκ τῆς διαλέκτου διαφορᾶς τινος ἐν τούτοις πρὸς τοὺς ἄλλους Καππάδοκας ἐμφαινομένης οὔτε ἐκ τῶν ἄλλων ἐθῶν, θαυμαστὸν πῶς ἠφάνισται τελέως τὰ σημεῖα τῆς ἀλλοεθνίας. ἦσαν δʼ οὖν διωρισμένοι, προσεκτήσατο δʼ αὐτοὺς Ἀριαράθης ὁ πρῶτος προσαγορευθεὶς Καππαδόκων βασιλεύς. §12.1.3ἔστι δʼ ὥσπερ χερρονήσου μεγάλης ἰσθμὸς οὗτος, σφιγγόμενος θαλάτταις δυσὶ τῇ τε τοῦ Ἰσσικοῦ κόλπου μέχρι τῆς τραχείας Κιλικίας καὶ τῇ τοῦ Εὐξείνου μεταξὺ Σινώπης τε καὶ τῆς τῶν Τιβαρηνῶν παραλίας· ἐντὸς δὲ τοῦ ἰσθμοῦ λέγομεν χερρόνησον τὴν προσεσπέριον τοῖς Καππάδοξιν ἅπασαν, ἣν Ἡρόδοτος μὲν ἐντὸς Ἅλυος καλεῖ· αὕτη γὰρ ἔστιν ἧς ἦρξεν ἁπάσης Κροῖσος· λέγει δʼ αὐτὸν ἐκεῖνος τύραννον ἐθνέων τῶν ἐντὸς Ἅλυος ποταμοῦ. οἱ δὲ νῦν τὴν ἐντὸς τοῦ Ταύρου καλοῦσιν Ἀσίαν, ὁμωνύμως τῇ ὅλῃ ἠπείρῳ ταύτην Ἀσίαν προσαγορεύοντες. περιέχεται δʼ ἐν αὐτῇ πρῶτα μὲν ἔθνη τὰ ἀπὸ τῆς ἀνατολῆς Παφλαγόνες τε καὶ Φρύγες καὶ Λυκάονες, ἔπειτα Βιθυνοὶ καὶ Μυσοὶ καὶ ἡ Ἐπίκτητος, ἔτι δὲ Τρῳὰς καὶ Ἑλλησποντία, μετὰ δὲ τούτους ἐπὶ θαλάττῃ μὲν Ἑλλήνων οἵ τε Αἰολεῖς καὶ Ἴωνες τῶν δʼ ἄλλων Κᾶρές τε καὶ Λύκιοι, ἐν δὲ τῇ μεσογαίᾳ Λυδοί. §12.1.4περὶ μὲν οὖν τῶν ἄλλων ἐροῦμεν ὕστερον. τὴν δὲ Καππαδοκίαν εἰς δύο σατραπείας μερισθεῖσαν ὑπὸ τῶν Περσῶν παραλαβόντες Μακεδόνες περιεῖδον τὰ μὲν ἑκόντες τὰ δʼ ἄκοντες εἰς βασιλείας ἀντὶ σατραπειῶν περιστᾶσαν· ὧν τὴν μὲν ἰδίως Καππαδοκίαν ὠνόμασαν καὶ πρὸς τῷ Ταύρῳ καὶ νὴ Δία μεγάλην Καππαδοκίαν, τὴν δὲ Πόντον, οἱ δὲ τὴν πρὸς τῷ Πόντῳ Καππαδοκίαν. τῆς δὲ μεγάλης Καππαδοκίας νῦν μὲν οὐκ ἴσμεν πω τὴν διάταξιν· τελευτήσαντος γὰρ τὸν βίον Ἀρχελάου τοῦ βασιλεύσαντος, ἔγνω Καῖσάρ τε καὶ ἡ σύγκλητος ἐπαρχίαν εἶναι Ῥωμαίων αὐτήν. ἐπʼ ἐκείνου δὲ καὶ τῶν πρὸ αὐτοῦ βασιλέων εἰς δέκα στρατηγίας διῃρημένης τῆς χώρας, πέντε μὲν ἐξητάζοντο αἱ πρὸς τῷ Ταύρῳ, Μελιτηνὴ Καταονία Κιλικία Τυανῖτις Γαρσαυρῖτις, πέντε δὲ λοιπαὶ Λαουιανσηνὴ Σαργαραυσηνὴ Σαραουηνὴ Χαμανηνὴ Μοριμηνή. προσεγένετο δʼ ὕστερον παρὰ Ῥωμαίων ἐκ τῆς Κιλικίας τοῖς πρὸ Ἀρχελάου καὶ ἑνδεκάτη στρατηγία, ἡ περὶ Καστάβαλά τε καὶ Κύβιστρα μέχρι τῆς Ἀντιπάτρου τοῦ λῃστοῦ Δέρβης, τῷ δὲ Ἀρχελάῳ καὶ ἡ τραχεῖα περὶ Ἐλαιοῦσσαν Κιλικία καὶ πᾶσα ἡ τὰ πειρατήρια συστησαμένη.
カッパドキアもまた多くの部分からなり、度重なる変遷を経てきた。ともかく、同じ言語を話す人々が主に住む地域は、南はキリキアのタウロスと呼ばれる山脈、東はアルメニア、コルキス、およびその間に住む異言語の諸民族、北はハリュス川の河口に至るエウクセイノス海、西はパフラゴニア人の民族、およびフリュギアに入植したガラティア人から、リュカオニア人や「険しいキリキア」を領有するキリキア人に至る地域によって画定されている。この同じ言語を話す人々の中でも、古代の人々はカタオニア人をカッパドキア人とは異なる民族として区別して彼ら自身で別個に位置づけ、諸民族を列挙する際にはカッパドキアの次にカタオニアを置き、次いでユーフラテス川とその彼方の諸民族を配置した。そのため、カタオニアとユーフラテス川の間に位置してコンマゲネに隣接するメリテネさえもカタオニアの下に置いたが、この地域は国を10の戦略区に分ける区分によれば、カッパドキアの10分の1を構成する部分である。というのも、アルケラオス以前の我々の時代の王たちは、カッパドキアの支配領域をこのように編成して統治していたからである。カタオニアもまた10分の1の部分である。我々の時代には、この両地域はそれぞれ独自の戦略官を置いていた。しかし、彼らの方言において他のカッパドキア人との間にいかなる相違も現れておらず、他の習俗においても同様であるため、彼らが異なる民族であったという痕跡がどのようにして完全に消失してしまったのかは驚くべきことである。ともかく、彼らはかつて区別されていたが、カッパドキア人の最初の王と呼ばれたアリアラテスが彼らを併合した。この地域は、あたかも巨大な半島の地峡のようであり、イッソス湾から「険しいキリキア」に至る海と、シノペからティバレニ人の沿岸に至るエウクセイノス海という二つの海によって挟まれている。地峡の内側において、我々はカッパドキア人の西側にある全地域を半島と呼んでおり、ヘロドトスはこれを「ハリュス川の内側」と呼んでいる。クロイソスが支配した全領域がこれに該当するからであり、ヘロドトスは彼を「ハリュス川の内側の諸民族の支配者」と呼んでいる。しかし、今日の人々はこの地域を大陸全体と同じ名で「アジア」と呼び、「タウロス内側のアジア」と称している。この中には、まず東からパフラゴニア人、フリュギア人、リュカオニア人という諸民族が含まれ、次いでビテュニア人、ミュシア人、エピクテトス地方、さらにトロアスとヘレスポントスが、そしてこれらの後には、海沿いにギリシア人のうちアイオリス人とイオニア人が、その他の民族のうちカリア人とリュキア人が、そして内陸にはリュディア人が位置している。他の民族については後で述べることにしよう。一方、カッパドキアはペルシア人によって二つのサトラペイアに分割されていたが、これを受け継いだマケドニア人は、それがサトラペイアの代わりに王国へと移行するのを、自発的に、あるいは不本意ながらも黙認した。彼らはこれらの王国のうち、一方を本来のカッパドキア、あるいはタウロス近隣のカッパドキア、またゼウスにかけて「大カッパドキア」と呼び、他方をポントス、あるいは一部の人々はポントス近隣のカッパドキアと呼んだ。大カッパドキアの行政区分については、現在ではまだよく分かっていない。統治していた王アルケラオスが世を去った後、カエサルと元老院がここをローマ人の属州とすることを決定したからである。彼とその前の王たちの時代には、この国は10の戦略区に分割されており、タウロス近隣の5つとして、メリテネ、カタオニア、キリキア、テュアニティス、ガルサウリティスが数えられ、残りの5つはラウイアンセネ、サルガラウセネ、サラウエネ、カマネネ、モリメネであった。その後、アルケラオス以前の王たちに対して、ローマ人によってキリキアから11番目の戦略区が追加された。それはカスタバラとキュビストラ周辺から、盗賊アンティパトロスのデルベに至る地域であった。またアルケラオスには、エライウッサ周辺の「険しいキリキア」と、海賊団を組織していた全沿岸地域も追加された。

語釈・文法注

  1. 12.1.1οἱ δʼ οὖν ὁμόγλωττοι... οἱ ἀφοριζόμενοι — 冠詞付きの分詞 οἱ ἀφοριζόμενοι は、主語 οἱ ὁμόγλωττοι(同じ言語を話す人々、すなわち本来のカッパドキア人)の限定または属性を示す。ἀφορίζω は受動態で「境界を画定される」の意。
  2. 12.1.2ὥστε καὶ τὴν Μελιτηνὴν ὑπὸ τῇ Καταονίᾳ τάττειν — 接続詞 ὥστε が不定詞 τάττειν を伴って結果節(〜という結果になる、〜するほどだ)を形成している。τάττειν の意味上の主語は、前文の主語である οἱ παλαιοί(古代の人々)であり、τὴν Μελιτηνὴν がその対格目的語である。
  3. 12.1.2διατεταγμένην εἶχον τὴν ἡγεμονίαν — 完了受動分詞 διατεταγμένην と未完了過去動詞 εἶχον(ἔχω)を組み合わせた迂言(ペリフラシス)的表現であり、古典期以降に発達し近代ギリシア語の完了時制へとつながる構造。「支配(領域)を編成された状態に維持していた」という持続的な完了状態を表す。
  4. 12.1.2οὔτε δʼ ἐκ τῆς διαλέκτου διαφορᾶς τινος... ἐμφαινομένης — οὔτε... οὔτε... によって並列された二つの属格独立格(genitive absolute)構文。διαφορᾶς τινος(いかなる差異も)が主語、現在分詞 ἐμφαινομένης(現れている、見出される)が述語。
  5. 12.1.4περιεῖδον... περιστᾶσαν — 動詞 περιοράω(見過ごす、容認する)の強変化過去(アオリスト)である περιεῖδον は、補足分詞を伴って「〜するのを黙認する、放置する」を意味する。ここでは περιστᾶσαν(περιίστημι の第二アオリスト能動態分詞で、ここでは自動詞的に「(〜に)移行する、移り変わる」)がその補足分詞。
  6. 12.1.4ἡ τὰ πειρατήρια συστησαμένη — 冠詞付きの女性単数分詞(συνίστημι のアオリスト中間態)。先行する名詞 τραχεῖα... Κιλικία(ケワシ・キリキア)を修飾、または「海賊行為を組織した地域」を指す。名詞 πειρατήριον はここでは「海賊の集団、海賊行為、または海賊船団」を意味する。

この箇所を引用する

ストラボン, 地理誌 §12.1.1-12.1.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:12.1.1-12.1.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。