Humanitext Reader

斯特拉波 · 地理学 §12.1.1-12.1.4

卡帕多西亚的边界与行政区划变迁

第 374 段,共 577 段 · 希腊语

内容简介

本章节描述了卡帕多西亚的地理边界,阐明了曾被视为异族的卡塔onia人如何与卡帕多西亚人同化,并将小亚细亚视为一个地峡。随后,详细记述了从波斯和马其顿时期直至成为罗马行省期间,卡帕多西亚在历史与行政上的分裂及十至十一个战略区的演变。

§12.1.1καὶ ἡ Καππαδοκία δʼ ἐστὶ πολυμερής τε καὶ συχνὰς δεδεγμένη μεταβολάς.
卡帕多西亚同样由许多部分组成,并经历了频繁的变迁。
οἱ δʼ οὖν ὁμόγλωττοι μάλιστά εἰσιν οἱ ἀφοριζόμενοι πρὸς νότον μὲν τῷ Κιλικίῳ λεγομένῳ Ταύρῳ, πρὸς ἕω δὲ τῇ Ἀρμενίᾳ καὶ τῇ Κολχίδι καὶ τοῖς μεταξὺ ἑτερογλώττοις ἔθνεσι, πρὸς ἄρκτον δὲ τῷ Εὐξείνῳ μέχρι τῶν ἐκβολῶν τοῦ Ἅλυος, πρὸς δύσιν δὲ τῷ τε τῶν Παφλαγόνων ἔθνει καὶ Γαλατῶν τῶν τὴν Φρυγίαν ἐποικησάντων μέχρι Λυκαόνων καὶ Κιλίκων τῶν τὴν τραχεῖαν Κιλικίαν νεμομένων.
无论如何,使用相同语言的人主要分布在以下界线之内:南至所谓的基利家托罗斯山脉,东至亚美尼亚、科尔基斯以及介于其间的异族部落,北至黑海直到哈吕斯河口,西至帕弗拉戈尼亚人部族,以及迁入弗里吉亚的加拉太人部族,一直延伸到吕考尼亚人以及占领崎岖基利家的基利家人的领地。
§12.1.2καὶ αὐτῶν δὲ τῶν ὁμογλώττων οἱ παλαιοὶ τοὺς Κατάονας καθʼ αὑτοὺς ἔταττον, ἀντιδιαιροῦντες τοῖς Καππάδοξιν ὡς ἑτεροεθνέσι, καὶ ἐν τῇ διαριθμήσει τῶν ἐθνῶν μετὰ τὴν Καππαδοκίαν ἐτίθεσαν τὴν Καταονίαν, εἶτα τὸν Εὐφράτην καὶ τὰ πέραν ἔθνη, ὥστε καὶ τὴν Μελιτηνὴν ὑπὸ τῇ Καταονίᾳ τάττειν, ἣ μεταξὺ κεῖται ταύτης τε καὶ τοῦ Εὐφράτου συνάπτουσα τῇ Κομμαγηνῇ, μέρος τε τῆς Καππαδοκίας ἐστὶ δέκατον κατὰ τὴν εἰς δέκα στρατηγίας διαίρεσιν τῆς χώρας.
即使在这些同语言的人群中,古人也将卡塔onia人单独列出,将他们与卡帕多西亚人区分开来,视其为不同的民族,并在列举诸民族时,将卡塔onia放在卡帕多西亚之后,然后是幼发拉底河及彼岸的民族,以至于将美利提尼也划归在卡塔onia之下——美利提尼介于卡塔onia与幼发底河之间,与科马根接壤,并且在将该地区划分为十个战略区时,构成了卡帕多西亚的十分之一。
οὕτω γὰρ δὴ οἱ καθʼ ἡμᾶς βασιλεῖς οἱ πρὸ Ἀρχελάου διατεταγμένην εἶχον τὴν ἡγεμονίαν τῆς Καππαδοκίας· δέκατον δʼ ἐστὶ μέρος καὶ ἡ Καταονία.
因为在阿尔克拉乌斯之前,我们时代的国王们就是这样安排卡帕多西亚的统治疆域的;而卡塔onia也是十分之一的部分。
καθʼ ἡμᾶς δὲ εἶχε στρατηγὸν ἑκατέρα ἴδιον·
在我们这个时代,这两处地方各有其专属的战略官。
οὔτε δʼ ἐκ τῆς διαλέκτου διαφορᾶς τινος ἐν τούτοις πρὸς τοὺς ἄλλους Καππάδοκας ἐμφαινομένης οὔτε ἐκ τῶν ἄλλων ἐθῶν, θαυμαστὸν πῶς ἠφάνισται τελέως τὰ σημεῖα τῆς ἀλλοεθνίας.
然而,由于从方言上看,他们与其他的卡帕多西亚人没有任何显现出来的差异,从其他习俗上看也是如此,因此他们曾属不同民族的痕迹如何完全消失,实在令人惊异。
ἦσαν δʼ οὖν διωρισμένοι, προσεκτήσατο δʼ αὐτοὺς Ἀριαράθης ὁ πρῶτος προσαγορευθεὶς Καππαδόκων βασιλεύς.
无论如何,他们以前确实是被区分开来的,但被尊称为首位卡帕多西亚国王的阿里亚拉特斯并吞了他们。
§12.1.3ἔστι δʼ ὥσπερ χερρονήσου μεγάλης ἰσθμὸς οὗτος, σφιγγόμενος θαλάτταις δυσὶ τῇ τε τοῦ Ἰσσικοῦ κόλπου μέχρι τῆς τραχείας Κιλικίας καὶ τῇ τοῦ Εὐξείνου μεταξὺ Σινώπης τε καὶ τῆς τῶν Τιβαρηνῶν παραλίας·
这一地区就像是一个大半岛的地峡,被两片海洋所夹峙:一片是伊苏斯湾一直到崎岖基利家的海,另一片是西诺普与蒂巴雷尼人沿岸之间的黑海。
ἐντὸς δὲ τοῦ ἰσθμοῦ λέγομεν χερρόνησον τὴν προσεσπέριον τοῖς Καππάδοξιν ἅπασαν, ἣν Ἡρόδοτος μὲν ἐντὸς Ἅλυος καλεῖ· αὕτη γὰρ ἔστιν ἧς ἦρξεν ἁπάσης Κροῖσος· λέγει δʼ αὐτὸν ἐκεῖνος τύραννον ἐθνέων τῶν ἐντὸς Ἅλυος ποταμοῦ.
在地峡内侧,我们称卡帕多西亚人以西的整个地区为半岛,赫罗多德称其为“哈吕斯河以内”;因为这是克罗伊苏斯统治的全部疆域,赫罗多德称他为“哈吕斯河以内诸民族的统治者”。
οἱ δὲ νῦν τὴν ἐντὸς τοῦ Ταύρου καλοῦσιν Ἀσίαν, ὁμωνύμως τῇ ὅλῃ ἠπείρῳ ταύτην Ἀσίαν προσαγορεύοντες.
而现在的人们则称其为“托罗斯山脉以内的亚洲”,以整块大陆的同名来称呼这片“亚洲”。
περιέχεται δʼ ἐν αὐτῇ πρῶτα μὲν ἔθνη τὰ ἀπὸ τῆς ἀνατολῆς Παφλαγόνες τε καὶ Φρύγες καὶ Λυκάονες, ἔπειτα Βιθυνοὶ καὶ Μυσοὶ καὶ ἡ Ἐπίκτητος, ἔτι δὲ Τρῳὰς καὶ Ἑλλησποντία, μετὰ δὲ τούτους ἐπὶ θαλάττῃ μὲν Ἑλλήνων οἵ τε Αἰολεῖς καὶ Ἴωνες τῶν δʼ ἄλλων Κᾶρές τε καὶ Λύκιοι, ἐν δὲ τῇ μεσογαίᾳ Λυδοί.
其中首先包含有来自东方的民族:帕弗拉戈尼亚人、弗里吉亚人和吕考尼亚人;其次是比提尼亚人、米西亚人和埃皮克特托斯,此外还有特罗阿斯和赫勒斯滂;在这些人之后,沿海的有希腊人中的埃奥利斯人和爱奥尼亚人,其他民族中的卡里亚人和吕基亚人,内陆则是吕底亚人。
§12.1.4περὶ μὲν οὖν τῶν ἄλλων ἐροῦμεν ὕστερον.
关于其他地区,我们稍后再谈。
τὴν δὲ Καππαδοκίαν εἰς δύο σατραπείας μερισθεῖσαν ὑπὸ τῶν Περσῶν παραλαβόντες Μακεδόνες περιεῖδον τὰ μὲν ἑκόντες τὰ δʼ ἄκοντες εἰς βασιλείας ἀντὶ σατραπειῶν περιστᾶσαν·
至于卡帕多西亚,在被波斯人划分为两个萨特拉庇领后,接管此处的马其顿人,或自愿或不情愿地,听任其演变为王国而非萨特拉庇领。
ὧν τὴν μὲν ἰδίως Καππαδοκίαν ὠνόμασαν καὶ πρὸς τῷ Ταύρῳ καὶ νὴ Δία μεγάλην Καππαδοκίαν, τὴν δὲ Πόντον, οἱ δὲ τὴν πρὸς τῷ Πόντῳ Καππαδοκίαν.
在这些王国中,他们将一处命名为狭义卡帕多西亚,也称托罗斯旁的卡帕多西亚,甚至称为大卡帕多西亚;另一处则称为波特斯,也有人称其为临波特斯卡帕多西亚。
τῆς δὲ μεγάλης Καππαδοκίας νῦν μὲν οὐκ ἴσμεν πω τὴν διάταξιν· τελευτήσαντος γὰρ τὸν βίον Ἀρχελάου τοῦ βασιλεύσαντος, ἔγνω Καῖσάρ τε καὶ ἡ σύγκλητος ἐπαρχίαν εἶναι Ῥωμαίων αὐτήν.
至于大卡帕多西亚,我们目前还不知道其具体的行政划分;因为统治此地的国王阿尔克拉乌斯去世后,凯撒和元老院已决定将其设为罗马人的行省。
ἐπʼ ἐκείνου δὲ καὶ τῶν πρὸ αὐτοῦ βασιλέων εἰς δέκα στρατηγίας διῃρημένης τῆς χώρας, πέντε μὲν ἐξητάζοντο αἱ πρὸς τῷ Ταύρῳ, Μελιτηνὴ Καταονία Κιλικία Τυανῖτις Γαρσαυρῖτις, πέντε δὲ λοιπαὶ Λαουιανσηνὴ Σαργαραυσηνὴ Σαραουηνὴ Χαμανηνὴ Μοριμηνή.
但在他及他之前的国王统治时期,该地区被划分为十个战略区,托罗斯山脉旁的五个战略区为:美利提尼、卡塔onia、基利家、蒂亚尼蒂斯、加尔萨乌里蒂斯;其余五个为:劳伊安塞内、萨尔加劳塞内、萨劳埃内、卡马内内、莫里梅内。
προσεγένετο δʼ ὕστερον παρὰ Ῥωμαίων ἐκ τῆς Κιλικίας τοῖς πρὸ Ἀρχελάου καὶ ἑνδεκάτη στρατηγία, ἡ περὶ Καστάβαλά τε καὶ Κύβιστρα μέχρι τῆς Ἀντιπάτρου τοῦ λῃστοῦ Δέρβης, τῷ δὲ Ἀρχελάῳ καὶ ἡ τραχεῖα περὶ Ἐλαιοῦσσαν Κιλικία καὶ πᾶσα ἡ τὰ πειρατήρια συστησαμένη.
后来,罗马人又将基利家的一部分作为第十一个战略区赐予了阿尔克拉乌斯之前的国王们,即卡斯塔巴拉和屈比斯特拉周边、直到强盗安提帕特的德尔贝一带;而阿尔克拉乌斯还额外获得了埃莱乌萨周边的崎岖基利家以及曾经组织海盗活动的整个沿海地区。

词汇与语法注释

  1. 12.1.1οἱ δʼ οὖν ὁμόγλωττοι... οἱ ἀφοριζόμενοι — 带有冠词的分词 οἱ ἀφοριζόμενοι 用作修饰语,限定主语 οἱ ὁμόγλωττοι(使用相同语言的人,即狭义卡帕多西亚人)。动词 ἀφορίζω 的被动语态意为“被划定界线”。
  2. 12.1.2ὥστε καὶ τὴν Μελιτηνὴν ὑπὸ τῇ Καταονίᾳ τάττειν — 连词 ὥστε 引导带不定式 τάττειν 的结果从句。τάττειν 的逻辑主语是前文主句的主语 οἱ παλαιοί(古人),而 τὴν Μελιτηνὴν 是其宾格宾语。
  3. 12.1.2διατεταγμένην εἶχον τὴν ἡγεμονίαν — 由完成时被动分词 διατεταγμένην 与未完成过去时动词 εἶχον(源自 ἔχω)构成的迂言表达。这种结构在后古典时期得到发展,是现代希腊语完成时态的前身,表示一种持续的完成状态:“使统治权保持在已被编排好的状态”。
  4. 12.1.2οὔτε δʼ ἐκ τῆς διαλέκτου διαφορᾶς τινος... ἐμφαινομένης — 由 οὔτε... οὔτε... 并列的两个属格独立(genitive absolute)结构。διαφορᾶς τινος(任何差异)作主语,现在分词 ἐμφαινομένης(显现、呈现)作谓语。
  5. 12.1.4περιεῖδον... περιστᾶσαν — 动词 περιεῖδον(περιοράω 的强变化过去时,意为“忽视、听任”)要求接补充性分词,表示“听任……发生”。此处,περιστᾶσαν(περιίστημι 的第二过去时主动分词,作不及物动词用,意为“转变、演变为”)即为该补充性分词。
  6. 12.1.4ἡ τὰ πειρατήρια συστησαμένη — 带有冠词的阴性单数分词(συνίστημι 的过去时中动语态)。它修饰前文的名词 τραχεῖα... Κιλικία(崎岖基利家),指“组织了海盗活动的地区”。名词 πειρατήριον 在此处意为“海盗集团、海盗行为或海盗组织”。

引用这一段

斯特拉波, 地理学 §12.1.1-12.1.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:12.1.1-12.1.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。