Humanitext Reader

ストラボン · 地理誌 §11.14.15-11.14.16

アルメニアの歴代諸王とアナイティス崇拝の習俗

373 / 577 箇所 · ギリシア語

要旨

アルメニアにおけるペルシア人時代からローマ支配下に至る王たちの歴史的変遷とティグラネスの栄枯盛衰を説明し、次いでアキリセネにおけるアナイティス女神崇拝とそれに伴う特異な結婚の習慣について述べる。

§11.14.15ὁ μὲν δὴ παλαιὸς λόγος οὗτος, ὁ δὲ τούτου νεώτερος καὶ κατὰ Πέρσας εἰς τὸ ἐφεξῆς μέχρι εἰς ἡμᾶς ὡς ἐν κεφαλαίῳ πρέποι ἂν μέχρι τοσούτου λεχθείς, ὅτι κατεῖχον τὴν Ἀρμενίαν Πέρσαι καὶ Μακεδόνες, μετὰ ταῦτα οἱ τὴν Συρίαν ἔχοντες καὶ τὴν Μηδίαν·
古代の説は以上の通りである。 一方、これより新しい、ペルシア人の時代から我々の時代に至るまでの歴史は、要約すれば、次のように述べるだけで十分であろう。 すなわち、ペルシア人とマケドニア人がアルメニアを支配し、その後はシリアとメディアを支配する者たちがこれを受け継いだ。
τελευταῖος δʼ ὑπῆρξεν Ὀρόντης ἀπόγονος Ὑδάρνου τῶν ἑπτὰ Περσῶν ἑνός·
最後の支配者は、ペルシア人七人の一人であるハイドアルネスの子孫オロンテスであった。
εἶθʼ ὑπὸ τῶν Ἀντιόχου τοῦ μεγάλου στρατηγῶν τοῦ πρὸς Ῥωμαίους πολεμήσαντος διῃρέθη δίχα, Ἀρταξίου τε καὶ Ζαριάδριος·
その後、ローマ人と戦った大アンティオコスの将軍であったアルタクシアスとザリアドリスによって、領土は二分された。
καὶ ἦρχον οὗτοι τοῦ βασιλέως ἐπιτρέψαντος· ἡττηθέντος δʼ ἐκείνου προσθέμενοι Ῥωμαίοις καθʼ αὑτοὺς ἐτάττοντο βασιλεῖς προσαγορευθέντες.
彼らは王の委託によって統治していたが、王が敗北した後はローマ人に荷担し、自らを王と称して自立した。
τοῦ μὲν οὖν Ἀρταξίου Τιγράνης ἦν ἀπόγονος καὶ εἶχε τὴν ἰδίως λεγομένην Ἀρμενίαν (αὕτη δʼ ἦν προσεχὴς τῇ τε Μηδίᾳ καὶ Ἀλβανοῖς καὶ Ἴβηρσι μέχρι Κολχίδος καὶ τῆς ἐπὶ τῷ Εὐξείνῳ Καππαδοκίας), τοῦ δὲ Ζαριάδριος ὁ Σωφηνὸς Ἀρτάνης ἔχων τὰ νότια μέρη καὶ τούτων τὰ πρὸς δύσιν μᾶλλον.
アルタクシアスの後継者がティグラネスであり、彼はいわゆる本来のアルメニア(これはメディア、アルバニア、イベリアに隣接し、コルキスやエウクセイノス海沿いのカッパドキアにまで及んでいた)を領有していた。 一方、ザリアドリスの子継者はソフェネのアルタネスであり、南部、特にその西方を領有していた。
κατελύθη δʼ οὗτος ὑπὸ τοῦ Τιγράνου, καὶ πάντων κατέστη κύριος ἐκεῖνος.
しかし、このアルタネスはティグラネスによって滅ぼされ、ティグラネスが全域の君主となった。
τύχαις δʼ ἐχρήσατο ποικίλαις·
彼は様々な運命をたどった。
κατʼ ἀρχὰς μὲν γὰρ ὡμήρευσε παρὰ Πάρθοις, ἔπειτα διʼ ἐκείνων ἔτυχε καθόδου, λαβόντων μισθὸν ἑβδομήκοντα αὐλῶνας τῆς Ἀρμενίας·
最初、彼はパルティア人の人質であったが、彼らの支援により帰国を果たした。 その際、報酬としてアルメニアの七十の渓谷をパルティアに引き渡した。
αὐξηθεὶς δὲ καὶ ταῦτα ἀπέλαβε τὰ χωρία καὶ τὴν ἐκείνων ἐπόρθησε τήν τε περὶ Νίνον καὶ τὴν περὶ Ἄρβηλα·
しかし、勢力を拡大すると、これらの土地を奪還しただけでなく、彼らの領土であるニノス周辺やアルベラ周辺を略奪した。
ὑπηκόους δʼ ἔσχε καὶ τὸν Ἀτροπατηνὸν καὶ τὸν Γορδυαῖον, μεθʼ ὧν καὶ τὴν λοιπὴν Μεσοποταμίαν, ἔτι δὲ τὴν Συρίαν αὐτὴν καὶ Φοινίκην διαβὰς τὸν Εὐφράτην ἀνὰ κράτος εἷλεν.
また、アトロパテネの支配者やゴルデュアイの支配者をも従属させ、彼らとともにメソポタミアの残りの部分、さらにユーフラテス川を渡ってシリア自体とフェニキアを武力で奪取した。
ἐπὶ τοσοῦτον δʼ ἐξαρθεὶς καὶ πόλιν ἔκτισε πλησίον τῆς Ἰβηρίας μεταξὺ ταύτης τε καὶ τοῦ κατὰ τὸν Εὐφράτην Ζεύγματος, ἣν ὠνόμασε Τιγρανόκερτα, ἐκ δώδεκα ἐρημωθεισῶν ὑπʼ αὐτοῦ πόλεων Ἑλληνίδων ἀνθρώπους συναγαγών.
こうして強大化した彼は、イベリアの近く、イベリアとユーフラテス川のゼウグマとの間にティグラノケルタを建設し、彼自身によって荒廃させられた十二のギリシアの都市から人々を集めてそこに住まわせた。
ἔφθη δʼ ἐπελθὼν Λεύκολλος ὁ τῷ Μιθριδάτῃ πολεμήσας καὶ τοὺς μὲν οἰκήτορας εἰς τὴν οἰκείαν ἑκάστου ἀπέλυσε, τὸ δὲ κτίσμα ἡμιτελὲς ἔτι ὂν κατέσπασε προσβαλὼν καὶ μικρὰν κώμην κατέλιπεν, ἐξήλασε δὲ καὶ τῆς Συρίας αὐτὸν καὶ τῆς Φοινίκης.
しかし、ミトリダテスと戦っていたルクッルスが先を越して侵攻し、住民たちをそれぞれの故郷へと引き揚げさせ、未完成であった建設物を攻撃して破壊し、そこを小さな村として残し、さらに彼をシリアとフェニキアから追い出した。
διαδεξάμενος δʼ Ἀρταουάσδης ἐκεῖνον τέως μὲν ηὐτύχει φίλος ὢν Ῥωμαίοις, Ἀντώνιον δὲ προδιδοὺς Παρθυαίοις ἐν τῷ πρὸς αὐτοὺς πολέμῳ δίκας ἔτισεν·
彼の後を継いだアルタウァスデスは、しばらくの間はローマ人の友人として繁栄していたが、対パルティア戦においてアントニウスを裏切ったため、罰を受けることとなった。
ἀναχθεὶς γὰρ εἰς Ἀλεξάνδρειαν ὑπʼ αὐτοῦ, δέσμιος πομπευθεὶς διὰ τῆς πόλεως τέως μὲν ἐφρουρεῖτο, ἔπειτʼ ἀνῃρέθη συνάπτοντος τοῦ Ἀκτιακοῦ πολέμου.
彼はアントニウスによってアレクサンドリアに連行され、縛られたまま市内をパレードさせられた後、しばらくの間監禁され、アクティウムの戦いが近づいた頃に殺害された。
μετʼ ἐκεῖνον δὲ πλείους ἐβασίλευσαν ὑπὸ Καίσαρι καὶ Ῥωμαίοις ὄντες·
彼の後は、カエサルとローマ人の配下に置かれた者たちが相次いで王位に就いた。
καὶ νῦν ἔτι συνέχεται τὸν αὐτὸν τρόπον.
そして現在も同じ方法で維持されている。
§11.14.16ἅπαντα μὲν οὖν τὰ τῶν Περσῶν ἱερὰ καὶ Μῆδοι καὶ Ἀρμένιοι τετιμήκασι, τὰ δὲ τῆς Ἀναΐτιδος διαφερόντως Ἀρμένιοι, ἔν τε ἄλλοις ἱδρυσάμενοι τόποις καὶ δὴ καὶ ἐν τῇ Ἀκιλισηνῇ.
さて、ペルシア人のすべての宗教儀礼をメディア人とアルメニア人も同様に尊んできたが、アルメニア人は特にアナイティスの祭儀をとりわけ重んじており、様々な場所に神殿を建て、なかんずくアキリセネに設けている。
ἀνατιθέασι δʼ ἐνταῦθα δούλους καὶ δούλας·
彼らはそこに奴隷の男女を献じる。
καὶ τοῦτο μὲν οὐ θαυμαστόν, ἀλλὰ καὶ θυγατέρας οἱ ἐπιφανέστατοι τοῦ ἔθνους ἀνιεροῦσι παρθένους, αἷς νόμος ἐστὶ καταπορνευθείσαις πολὺν χρόνον παρὰ τῇ θεῷ μετὰ ταῦτα δίδοσθαι πρὸς γάμον, οὐκ ἀπαξιοῦντος τῇ τοιαύτῃ συνοικεῖν οὐδενός.
これは驚くべきことではないが、この民族の最も名高い人々も、自らの娘たちを処女のまま神に献じる。 彼女たちにとって、長い間、女神のもとで娼婦として奉仕した後に結婚することが慣習となっており、そのような女性と共同生活を送ることを拒む者は誰もいない。
τοιοῦτον δέ τι καὶ Ἡρόδοτος λέγει τὸ περὶ τὰς Λυδάς· πορνεύειν γὰρ ἁπάσας.
ヘロドトスも、リュディアの女性たちについて、彼女たちは全員が売春をするという同様のことを述べている。
οὕτω δὲ φιλοφρόνως χρῶνται τοῖς ἐρασταῖς ὥστε καὶ ξενίαν παρέχουσι καὶ δῶρα ἀντιδιδόασι πλείω πολλάκις ἢ λαμβάνουσιν, ἅτʼ ἐξ εὐπόρων οἴκων ἐπιχορηγούμεναι·
彼女たちは情人(客)を非常に厚遇するので、もてなしを提供し、自分が受け取るよりも多くの贈り物を返すこともしばしばである。 彼女たちは裕福な家から資力を提供されているからである。
δέχονται δὲ οὐ τοὺς τυχόντας τῶν ξένων, ἀλλὰ μάλιστα τοὺς ἀπὸ ἴσου ἀξιώματος.
また、だれかれ構わず異邦人を受け入れるのではなく、主に自分と同等の身分の者を受け入れる。

語釈・文法注

  1. 11.14.15πρέποι ἂν... λεχθείς — 希求法に助辞 ἄν を伴う主節の述語 πρέποι ἂν に、アオリスト受動分詞 λεχθείς が条件を表す副詞的にかかっている。「(これだけのことが)語られるならば適切であろう/十分であろう」の意味になり、簡潔な要約の導入として機能している。
  2. 11.14.15τοῦ βασιλέως ἐπιτρέψαντος· ἡττηθέντος δʼ ἐκείνου — 連続する二つの独立属格構文。前者(τοῦ βασιλέως ἐπιτρέψαντος)は「王が委託したことによって(その許しを得て)」という手段または根拠を示し、後者(ἡττηθέντος δʼ ἐκείνου)は「彼(王)が敗北した時に(敗北した後に)」という時間的・譲歩的契機を示す。いずれも当時の宗主国シリアのセレウコス朝(大アンティオコス)との関係を整理する文脈である。
  3. 11.14.15ἔφθη δʼ ἐπελθὼν Λεύκολλος — 動詞 φθάνω(アオリスト ἔφθην)が分詞を伴い、「他の誰かよりも先んじて、先を越して〜する」という意味の補足分詞構文。ここではルクッルスがティグラネスに先んじて(その準備が整う前に)侵攻したことを意味する。
  4. 11.14.16αἷς νόμος ἐστὶ καταπορνευθείσαις — 関係代名詞の与格 αἷς (「彼女たちにとって」)に、完了受動分詞 καταπορνευθείσαις が一致している。不定詞 δίδοσθαι の意味上の主語(与格)を先取りする形になっており、全体で「神殿で一定期間売春を行った後に(結婚へ引き渡されることが)彼女たちの慣習である」という構造を成す。

この箇所を引用する

ストラボン, 地理誌 §11.14.15-11.14.16. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:11.14.15-11.14.16

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。