Humanitext Reader

ストラボン · 地理誌 §11.7.3-11.7.5

ヒュルカニアの河川とカスピ海を巡る誤説

356 / 577 箇所 · ギリシア語

要旨

ヒュルカニアの主要な河川とその水路、アレクサンドロスの野心に伴い流布したカスピ海を巡る地理的誤説、そして現地の海岸の洞窟や川の流れがもたらす奇観について記述している。

§11.7.3διαρρεῖται δὲ καὶ ποταμοῖς ἡ Ὑρκανία τῷ τε Ὤχῳ καὶ Ὤξῳ μέχρι τῆς εἰς θάλατταν ἐκβολῆς, ὧν ὁ Ὦχος καὶ διὰ τῆς Νησαίας ῥεῖ·
またヒュルカニアは、オコス川とオクソス川という川によっても、海への河口にいたるまで貫流されており、これらのうちオコス川はニサイアをも流れている。
ἔνιοι δὲ τὸν Ὦχον εἰς τὸν Ὦξον ἐμβάλλειν φασίν.
ある人々は、オコス川がオクソス川に流れ込むと言っている。
Ἀριστόβουλος δὲ καὶ μέγιστον ἀποφαίνει τὸν Ὦξον τῶν ἑωραμένων ὑφʼ ἑαυτοῦ κατὰ τὴν Ἀσίαν πλὴν τῶν Ἰνδικῶν·
アリストブロスは、オクソス川を、インドの川を除いて、アジアで彼自身が見た川の中で最大のものであると表明している。
φησὶ δὲ καὶ εὔπλουν εἶναι καὶ οὗτος καὶ Ἐρατοσθένης παρὰ Πατροκλέους λαβών, καὶ πολλὰ τῶν Ἰνδικῶν φορτίων κατάγειν εἰς τὴν Ὑρκανίαν θάλατταν, ἐντεῦθεν δʼ εἰς τὴν Ἀλβανίαν περαιοῦσθαι καὶ διὰ τοῦ Κύρου καὶ τῶν ἑξῆς τόπων εἰς τὸν Εὔξεινον καταφέρεσθαι.
また彼も、そしてパトロクレスから情報を得たエラトステネスも、この川が航行可能であると言っており、多くのインドの貨物をヒュルカニア海へと運び下ろし、そこからアルバニアへと運ばれ、キュロス川とそれに続く地域を通じてポントス海へと運ばれると述べている。
οὐ πάνυ δὲ ὑπὸ τῶν παλαιῶν ὁ Ὦχος ὀνομάζεται·
オコス川は古代の人々にはあまり言及されていない。
Ἀπολλόδωρος μέντοι ὁ τὰ Παρθικὰ γράψας συνεχῶς αὐτὸν ὀνομάζει ὡς ἐγγυτάτω τοῖς Παρθυαίοις ῥέοντα.
しかしながら、パルティア史を書いたアポロドロスは、パルティア人に最も近くを流れているとして、絶えずこれに言及している。
§11.7.4προσεδοξάσθη δὲ καὶ περὶ τῆς θαλάττης ταύτης πολλὰ ψευδῆ διὰ τὴν Ἀλεξάνδρου φιλοτιμίαν·
また、アレクサンドロスの野心のために、この海についても多くの誤った説が付け加えられた。
ἐπειδὴ γὰρ ὡμολόγητο ἐκ πάντων ὅτι διείργει τὴν Ἀσίαν ἀπὸ τῆς Εὐρώπης ὁ Τάναϊς ποταμός, τὸ δὲ μεταξὺ τῆς θαλάττης καὶ τοῦ Τανάιδος πολὺ μέρος τῆς Ἀσίας ὂν οὐχ ὑπέπιπτε τοῖς Μακεδόσι, στρατηγεῖν δʼ ἔγνωστο ὥστε τῇ φήμῃ γε κἀκείνων δόξαι τῶν μερῶν κρατεῖν τὸν Ἀλέξανδρον, εἰς ἓν συνῆγον τήν τε Μαιῶτιν λίμνην τὴν δεχομένην τὸν Τάναϊν καὶ τὴν Κασπίαν θάλατταν, λίμνην καὶ ταύτην καλοῦντες καὶ συντετρῆσθαι φάσκοντες πρὸς ἀλλήλας ἀμφοτέρας, ἑκατέραν δὲ εἶναι μέρος τῆς ἑτέρας.
というのも、タナイス川がアジアとヨーロッパを隔てていることはすべての人々の間で合意されていたが、この海とタナイス川の間の、アジアの大部分である領域はマケドニア人の支配下に入っておらず、遠征を指揮するにあたり、噂においてだけでも、アレクサンドロスがそれらの地域をも支配しているように見せることを決意したため、彼らはタナイス川を受け入れるマイオティス湖とカスピ海を一つに結びつけ、この海をも湖と呼び、双方が互いにつながっており、一方が他方の一部であると主張した。
Πολύκλειτος δὲ καὶ πίστεις προφέρεται περὶ τοῦ λίμνην εἶναι τὴν θάλατταν ταύτην, ὄφεις τε γὰρ ἐκτρέφειν καὶ ὑπόγλυκυ εἶναι τὸ ὕδωρ·
ポリュクレイトスは、この海が湖であることの証拠を提示している。 すなわち、蛇を育むこと、および水がやや甘いことである。
ὅτι δὲ καὶ οὐχ ἑτέρα τῆς Μαιώτιδός ἐστι, τεκμαιρόμενος ἐκ τοῦ τὸν Τάναϊν εἰς αὐτὴν ἐμβάλλειν·
また、それがマイオティス湖と異ならないということについても、タナイス川がそこに流れ込んでいることから推測している。
ἐκ γὰρ τῶν αὐτῶν ὀρῶν τῶν Ἰνδικῶν ἐξ ὧν ὅ τε Ὦχος καὶ ὁ Ὦξος καὶ ἄλλοι πλείους φέρεται καὶ ὁ Ἰαξάρτης ἐκδίδωσί τε ὁμοίως ἐκείνοις εἰς τὸ Κάσπιον πέλαγος πάντων ἀρκτικώτατος.
というのも、オコス川やオクソス川、その他多くの川が流れるのと同じインドの山々からヤクサルテス川も流れており、それらと同様に、すべての中で最も北寄りの位置でカスピ海に注ぎ込んでいるからである。
τοῦτον οὖν ὠνόμασαν Τάναϊν, καὶ προσέθεσάν γε τούτῳ πίστιν, ὡς εἴη Τάναϊς ὃν εἴρηκεν ὁ Πολύκλειτος·
そこで彼らはこの川をタナイスと名付け、ポリュクレイトスが言ったのがタナイスであるという証拠をこれに付け加えた。
τὴν γὰρ περαίαν τοῦ ποταμοῦ τούτου φέρειν ἐλάτην καὶ οἰστοῖς ἐλατίνοις χρῆσθαι τοὺς ταύτῃ Σκύθας·
すなわち、この川の対岸にはモミが生えており、その地のスクタイ人はモミ製の矢を用いている、ということである。
τοῦτο δὲ καὶ τεκμήριον τοῦ τὴν χώραν τὴν πέραν τῆς Εὐρώπης εἶναι, μὴ τῆς Ἀσίας·
そしてこれが、対岸の土地がアジアではなくヨーロッパであることの証拠でもある。
τὴν γὰρ Ἀσίαν τὴν ἄνω καὶ τὴν πρὸς ἕω μὴ φύειν ἐλάτην.
なぜなら、高地のアジアや東のアジアにはモミが生えないから、というのである。
Ἐρατοσθένης δέ φησι καὶ ἐν τῇ Ἰνδικῇ φύεσθαι ἐλάτην καὶ ἐντεῦθεν ναυπηγήσασθαι τὸν στόλον Ἀλέξανδρον·
しかしエラトステネスは、インドにもモミが生え、そこからアレクサンドロスは艦隊を建造したと言っている。
πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα συγκρούειν Ἐρατοσθένης πειρᾶται, ἡμῖν δʼ ἀποχρώντως εἰρήσθω περὶ αὐτῶν.
エラトステネスはこのような多くの矛盾を衝突させようと試みているが、我々にとっては、これらについては十分に語られたこととしよう。
§11.7.5καὶ τοῦτο δʼ ἐκ τῶν κατὰ τὴν Ὑρκανίαν ἱστορουμένων παραδόξων ἐστὶν ὑπὸ Εὐδόξου καὶ ἄλλων, ὅτι πρόκεινταί τινες ἀκταὶ τῆς θαλάττης ὕπαντροι, τούτων δὲ μεταξὺ καὶ τῆς θαλάττης ὑπόκειται ταπεινὸς αἰγιαλός, ἐκ δὲ τῶν ὕπερθεν κρημνῶν ποταμοὶ ῥέοντες τοσαύτῃ προφέρονται βίᾳ ὥστε ταῖς ἀκταῖς συνάψαντες ἐξακοντίζουσι τὸ ὕδωρ εἰς τὴν θάλατταν, ἄρραντον φυλάττοντες τὸν αἰγιαλὸν ὥστε καὶ στρατοπέδοις ὁδεύσιμον εἶναι σκεπαζομένοις τῷ ῥεύματι, οἱ δʼ ἐπιχώριοι κατάγονται πολλάκις εὐωχίας καὶ θυσίας χάριν εἰς τὸν τόπον, καὶ ποτὲ μὲν ὑπὸ τοῖς ἄντροις κατακλίνονται, ποτὲ δʼ ὑπʼ αὐτῷ τῷ ῥεύματι ἡλιαζόμενοι ἄλλως ἄλλοι τέρπονται, παραφαινομένης ἅμα καὶ τῆς θαλάττης ἑκατέρωθεν καὶ τῆς ᾐόνος ποώδους καὶ ἀνθηρᾶς οὔσης διὰ τὴν ἰκμάδα.
また、ウドクソスや他の人々によってヒュルカニアに関して伝えられている不思議なことの中には、次のようなものもある。 すなわち、海に面して、洞窟をなしたいくつかの崖が突き出ており、これらと海の間には低い砂浜が広がっている。 そして上方の崖から流れる川が、非常に激しい勢いで流れ出るため、崖に達すると水を海へと射出し、砂浜に水を一滴もかけずに保っている。 そのため、その下は、流れによって屋根のように覆われつつ、軍勢も行軍可能である。 地元の人々はしばしば宴会や生贄のためにその場所へ下っていき、ある時は洞窟の下に横たわり、ある時はその流れの下で日光浴をしたりして、それぞれに楽しんでいる。 その際、両側には海が見え、湿気のおかげで草深く花に満ちた浜辺が目の前に現れるのである。

語釈・文法注

  1. 11.7.3φησὶ δὲ καὶ εὔπλουν εἶναι καὶ οὗτος καὶ Ἐρατοσθένης — 不定詞 εἶναι の意味上の主語は前述の ὁ Ὦξος(オクソス川)であり、文の主語は καὶ οὗτος(アリストブロス)および Ἐρατοσθένης(エラトステネス)である。
  2. 11.7.4στρατηγεῖν δʼ ἔγνωστο — 非人称動詞の受動態完了 ἔγνωστο(決定された)に、目的語のように不定詞 στρατηγεῖν(軍を指揮すること)が続いている。あるいはこれを στρατηγοῖς(将軍たちに)の誤記として「将軍たちに決定された」と解釈する説もあるが、本文では不定詞を名詞的に取り「遠征を指揮するにあたり、決定された」と解釈している。
  3. 11.7.4τὴν γὰρ περαίαν τοῦ ποταμοῦ τούτου — περαίαν は女性形容詞の単数対格で、文脈上 γῆν(土地)または χώραν(地域)が省略されており、「この川の対岸の土地」を意味する。
  4. 11.7.5ἄρραντον φυλάττοντες τὸν αἰγιαλὸν — 現在分詞 φυλάττοντες は、前述の「川(ποταμοί)」を主語とするが、性(男性複数)が文脈上の川(ποταμός, 男性名詞)と一致している。川の流れが物理的に砂浜を濡らさないように機能していることを表す。

この箇所を引用する

ストラボン, 地理誌 §11.7.3-11.7.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:11.7.3-11.7.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。