§11.7.1τοὺς δʼ οὖν ἐν ἀριστερᾷ εἰσπλέοντι τὸ Κάσπιον πέλαγος παροικοῦντας νομάδας Δάας οἱ νῦν προσαγορεύουσι τοὺς ἐπονομαζομένους Πάρνους·
さて、カスピ海を船で入る者にとって左手に沿って住む遊牧民ダアイ人を、今日の人々はパルノイと名付けられた人々として呼んでいる。
εἶτʼ ἔρημος πρόκειται μεταξύ, καὶ ἐφεξῆς ἡ Ὑρκανία, καθʼ ἣν ἤδη πελαγίζει μέχρι τοῦ συνάψαι τοῖς Μηδικοῖς ὄρεσι καὶ τοῖς Ἀρμενίων.
それから、その間には砂漠が広がっており、それに続いてヒュルカニアがあり、この地方に沿って、海はすでにメディアやアルメニアの山々に接するまで大きく広がっている。
τούτων δʼ ἐστὶ μηνοειδὲς τὸ σχῆμα κατὰ τὰς ὑπωρείας, αἳ τελευτῶσαι πρὸς θάλατταν ποιοῦσι τὸν μυχὸν τοῦ κόλπου.
これらの山麓の形は三日月形をしており、それらは海に向かって終わり、湾の最深部を形成している。
οἰκεῖ δὲ τὴν παρώρειαν ταύτην μέχρι τῶν ἄκρων ἀπὸ θαλάττης ἀρξαμένοις ἐπὶ μικρὸν μὲν τῶν Ἀλβανῶν τι μέρος καὶ τῶν Ἀρμενίων, τὸ δὲ πλέον Γῆλαι καὶ Καδούσιοι καὶ Ἄμαρδοι καὶ Οὐίτιοι καὶ Ἀναριάκαι.
この山麓の、海から始まって山頂に至る地域には、海から数えてわずかな部分にアルバノイ人の一部とアルメニア人が住んでおり、より大部分をゲライ人、カドゥシオイ人、アマルドイ人、ウイティオイ人、アナリアケ人が占拠している。
φασὶ δὲ Παρρασίων τινὰς συνοικῆσαι τοῖς Ἀναριάκαις, οὓς καλεῖσθαι νῦν Παρσίους·
パルラシオン人の一部がアナリアケ人と共に住み、彼らは現在パルシオイと呼ばれているという。
Αἰνιᾶνας δʼ ἐν τῇ Οὐιτίᾳ τειχίσαι πόλιν ἣν Αἰνιάνα καλεῖσθαι, καὶ δείκνυσθαι ὅπλα τε Ἑλληνικὰ ἐνταῦθα καὶ σκεύη χαλκᾶ καὶ ταφάς·
また、アイニアネス人がウイティアの地に都市を築き、それがアイニアナと呼ばれ、そこにはギリシアの武具や青銅の器、そして墓が示されているという。
ἐνταῦθα δὲ καὶ πόλιν Ἀναριάκην, ἐν ᾗ, φασί, δείκνυται μαντεῖον ἐγκοιμωμένων καὶ ἄλλα τινὰ ἔθνη λῃστρικὰ καὶ μάχιμα μᾶλλον ἢ γεωργικά· ποιεῖ δὲ τοῦτο ἡ τραχύτης τῶν τόπων.
さらにこの地にはアナリアケという都市もあり、そこには夢による神託のための神託所があるとされている。 また、農耕よりも略奪や戦闘を好むその他のいくつかの民族も住んでおり、土地の険しさがこの状況をもたらしている。
τὸ μέντοι πλέον τῆς περὶ τὴν ὀρεινὴν παραλίας Καδούσιοι νέμονται, σχεδὸν δέ τι ἐπὶ πεντακισχιλίους σταδίους, ὥς φησι Πατροκλῆς, ὃς καὶ πάρισον ἡγεῖται τὸ πέλαγος τοῦτο τῷ Ποντικῷ.
しかし、山がちの海岸線の大部分はカドゥシオイ人が占めており、その長さはおよそ五千スタディオンに及ぶとパトロクレスは言う。 彼はまた、この海がポントス海とほぼ同じ大きさであると考えている。
ταῦτα μὲν οὖν τὰ χωρία λυπρά.
さて、これらの地域は不毛である。
§11.7.2ἡ δʼ Ὑρκανία σφόδρα εὐδαίμων καὶ πολλὴ καὶ τὸ πλέον πεδιὰς πόλεσί τε ἀξιολόγοις διειλημμένη, ὧν ἐστι Ταλαβρόκη καὶ Σαμαριανὴ καὶ Κάρτα καὶ τὸ βασίλειον Τάπη, ὅ φασι μικρὸν ὑπὲρ τῆς θαλάττης ἱδρυμένον διέχειν τῶν Κασπίων πυλῶν σταδίους χιλίους τετρακοσίους.
一方、ヒュルカニアは極めて豊かで広大であり、その大半は平野であって、注目すべき都市によって分割されている。 それらの中にはタラブロケ、サマリアネ、カルタ、そして王宮のあるタペがあり、このタペは海よりわずか上方に位置し、カスピ門から千四百スタディオン離れているという。
σημεῖα δὲ τῆς εὐδαιμονίας·
その豊かさの証拠は以下の通りである。
ἡ μὲν γὰρ ἄμπελος μετρητὴν οἴνου φέρει, ἡ δὲ συκῆ μεδίμνους ἑξήκοντα, ὁ δὲ σῖτος ἐκ τοῦ ἐκπεσόντος καρποῦ τῆς καλάμης φύεται, ἐν δὲ τοῖς δένδρεσι σμηνουργεῖται καὶ τῶν φύλλων ἀπορρεῖ μέλι·
一本のブドウの木が一メトレテスのワインを産し、一本のイチジクの木が六十メディムノスの果実を実らせ、穀物はこぼれ落ちた種から自然に育ち、木々の中には蜜蜂が巣を作り、葉からは蜜が滴り落ちる。
τοῦτο δὲ γίνεται καὶ τῆς Μηδίας ἐν τῇ Ματιανῇ καὶ τῆς Ἀρμενίας ἐν τῇ Σακασηνῇ καὶ τῇ Ἀραξηνῇ.
このようなことは、メディアのマティアネや、アルメニアのサカセネ、アラクセネでも起こる。
τῆς μέντοι προσηκούσης ἐπιμελείας οὐκ ἔτυχεν οὔτε αὐτὴ οὔτε ἡ ἐπώνυμος αὐτῇ θάλαττα ἄπλους τε οὖσα καὶ ἀργός·
しかしながら、この地方も、それと同じ名を持つ海も、ふさわしい配慮を得ることがなかった。 その海は航行されることもなく、活用もされていなかった。
νῆσοί τέ εἰσιν οἰκεῖσθαι δυνάμεναι, ὡς δʼ εἰρήκασί τινες καὶ χρυσῖτιν ἔχουσαι γῆν.
そこには居住可能な島々があり、ある人々が言うには、金を産出する土壌さえ持っているという。
αἴτιον δʼ ὅτι καὶ οἱ ἡγεμόνες οἵ τʼ ἐξ ἀρχῆς ἐτύγχανον βάρβαροι ὄντες οἱ τῶν Ὑρκανῶν, Μῆδοί τε καὶ Πέρσαι καὶ οἱ ὕστατοι Παρθυαῖοι, χείρους ἐκείνων ὄντες, καὶ ἡ γείτων ἅπασα χώρα λῃστῶν καὶ νομάδων μεστὴ καὶ ἐρημίας.
その理由は、ヒュルカニアの支配者たちが最初から野蛮人であり、メディア人、ペルシア人、そして最後のパルティア人であって、彼らは前の者たちよりも劣っていたこと、また隣接する全地域が略奪者や遊牧民で満ち、荒廃していたことである。
Μακεδόνες δʼ ὀλίγον μὲν χρόνον ἐπῆρξαν, ἀλλʼ ἐν πολέμοις ὄντες καὶ τὰ πόρρω σκοπεῖν οὐ δυνάμενοι.
マケドニア人は短期間だけ支配したが、戦争状態にあり、遠く離れた地にまで目を配ることができなかった。
φησὶ δʼ Ἀριστόβουλος ὑλώδη οὖσαν τὴν Ὑρκανίαν δρῦν ἔχειν, πεύκην δὲ καὶ ἐλάτην καὶ πίτυν μὴ φύειν, τὴν δʼ Ἰνδικὴν πληθύειν τούτοις.
アリストブロスによれば、ヒュルカニアは森林が豊かでオークはあるが、モミ、トドマツ、マツは自生せず、インドにはこれらが豊富にあるという。
τῆς δὲ Ὑρκανίας ἐστὶ καὶ ἡ Νησαία· τινὲς δὲ καὶ καθʼ αὑτὴν τιθέασι τὴν Νησαίαν.
ニサイアもヒュルカニアの一部であるが、ある人々はニサイアを独立した地域として扱っている。