§11.8.1ἀπὸ δὲ τῆς Ὑρκανίας θαλάττης προϊόντι ἐπὶ τὴν ἕω δεξιὰ μέν ἐστι τὰ ὄρη μέχρι τῆς Ἰνδικῆς θαλάττης παρατείνοντα, ἅπερ οἱ Ἕλληνες ὀνομάζουσι Ταῦρον, ἀρξάμενα ἀπὸ τῆς Παμφυλίας καὶ τῆς Κιλικίας καὶ μέχρι δεῦρο προϊόντα ἀπὸ τῆς ἑσπέρας συνεχῆ καὶ τυγχάνοντα ἄλλων καὶ ἄλλων ὀνομάτων.
ヒュルカニア海から東へと進む者にとって、右側にはインドの海まで延びる山脈があり、これらはギリシア人がタウロスと呼ぶもので、パムピュリアとキリキアから始まって西からここまで連続して延びており、様々な異なった名前を持っている。
προσοικοῦσι δʼ αὐτοῦ τὰ προσάρκτια μέρη πρῶτοι μὲν οἱ Γῆλαι καὶ Καδούσιοι καὶ Ἄμαρδοι, καθάπερ εἴρηται, καὶ τῶν Ὑρκανίων τινές, ἔπειτα τὸ τῶν Παρθυαίων ἔθνος καὶ τὸ τῶν Μαργιανῶν καὶ τῶν Ἀρίων καὶ ἡ ἔρημος, ἣν ἀπὸ τῆς Ὑρκανίας ὁρίζει ὁ Σάρνιος ποταμὸς πρὸς ἕω βαδίζουσι καὶ ἐπὶ τὸν Ὦχον.
その北側の部分には、すでに述べられたように、まずゲーライ、カドゥシオイ、アマルドイ、そしてヒュルカニア人の一部が隣接して住んでおり、次いでパルティア人の部族、マルギアノイ、アリオイ、そして砂漠がある。 この砂漠は、東へ、またオコス川へと進む者にとって、ヒュルカニアとの境界をサルニオス川によって画されている。
καλεῖται δὲ τὸ μέχρι δεῦρο ἀπὸ τῆς Ἀρμενίας διατεῖνον ἢ μικρὸν ἀπολεῖπον Παραχοάθρας.
アルメニアからここまで延びているか、あるいはわずかに及ばない部分は、パラコアトラスと呼ばれている。
ἔστι δὲ ἀπὸ τῆς Ὑρκανίας θαλάττης εἰς τοὺς Ἀρίους περὶ ἑξακισχιλίους σταδίους·
ヒュルカニア海からアリオイの地までは約六千スタディオンである。
εἶθʼ ἡ Βακτριανή ἐστι καὶ ἡ Σογδιανή, τελευταῖοι δὲ Σκύθαι νομάδες.
その先にバクトリアネとソグディアネがあり、最後が遊牧のスクタイ人である。
τὰ δʼ ὄρη Μακεδόνες μὲν ἅπαντα τὰ ἐφεξῆς ἀπὸ Ἀρίων Καύκασον ἐκάλεσαν, παρὰ δὲ τοῖς βαρβάροις τά τε ἄκρα κατὰ μέρος ὠνομάζετο ὁ Παροπάμισος τὰ προσβόρεια καὶ τὰ Ἠμωδὰ καὶ τὸ Ἴμαον καὶ ἄλλα τοιαῦτα ὀνόματα ἑκάστοις μέρεσιν ἐπέκειτο.
他方、山々については、マケドニア人はアリオイから続くすべての山々をカウカソスと呼んだが、バルバロイの間では、個々の山頂が部分ごとにパロパミソス、北側のエモダ、イマオン等と名付けられ、それぞれの部分にそのような名前が与えられていた。
§11.8.2ἐν ἀριστερᾷ δὲ τούτοις ἀντιπαράκειται Σκυθικὰ ἔθνη καὶ τὰ νομαδικὰ ἅπασαν ἐκπληροῦντα τὴν βόρειον πλευράν.
これら山々の左側には、スクタイの諸族や遊牧民が対峙して位置しており、北側全体を占めている。
οἱ μὲν δὴ πλείους τῶν Σκυθῶν ἀπὸ τῆς Κασπίας θαλάττης ἀρξάμενοι Δᾶαι προσαγορεύονται, τοὺς δὲ προσεῴους τούτων μᾶλλον Μασσαγέτας καὶ Σάκας ὀνομάζουσι, τοὺς δʼ ἄλλους κοινῶς μὲν Σκύθας ὀνομάζουσιν ἰδίᾳ δʼ ὡς ἑκάστους·
さて、スクタイ人の大部分は、カスピ海から始まってダーアイと呼ばれており、これらのうちより東寄りの人々をマッサゲタイおよびサカイと呼び、その他の人々を共通してスクタイ人と呼び、個別にはそれぞれの名で呼ぶ。
ἅπαντες δʼ ὡς ἐπὶ τὸ πολὺ νομάδες.
彼らはすべて大部分が遊牧民である。
μάλιστα δὲ γνώριμοι γεγόνασι τῶν νομάδων οἱ τοὺς Ἕλληνας ἀφελόμενοι τὴν Βακτριανήν, Ἄσιοι καὶ Πασιανοὶ καὶ Τόχαροι καὶ Σακάραυλοι, ὁρμηθέντες ἀπὸ τῆς περαίας τοῦ Ἰαξάρτου τῆς κατὰ Σάκας καὶ Σογδιανούς, ἣν κατεῖχον Σάκαι.
遊牧民の中で最もよく知られているのは、ギリシア人からバクトリアネを奪った人々、すなわちアシオイ、パシアノイ、トカロイ、サカラウロイであり、彼らはサカイとソグディアノイのところにあるヤクサルテス川の対岸、かつてサカイが占有していた地域から出発した。
καὶ τῶν Δαῶν οἱ μὲν προσαγορεύονται Ἄπαρνοι οἱ δὲ Ξάνθιοι οἱ δὲ Πίσσουροι.
また、ダーアイのうち、ある人々はアパルノイ、ある人々はクサンティオイ、ある人々はピッスロイと呼ばれる。
οἱ μὲν οὖν Ἄπαρνοι πλησιαίτατα τῇ Ὑρκανίᾳ παράκεινται καὶ τῇ κατʼ αὐτὴν θαλάττῃ, οἱ δὲ λοιποὶ διατείνουσι καὶ μέχρι τῆς ἀντιπαρηκούσης τῇ Ἀρίᾳ.
アパルノイはヒュルカニアとその海に最も近く隣接しており、残りの人々はアリアに対向して延びる地域まで達している。
§11.8.3μεταξὺ δʼ αὐτῶν καὶ τῆς Ὑρκανίας καὶ τῆς Παρθυαίας μέχρι Ἀρίων ἔρημος πρόκειται πολλὴ καὶ ἄνυδρος, ἣν διεξιόντες μακραῖς ὁδοῖς κατέτρεχον τήν τε Ὑρκανίαν καὶ τὴν Νησαίαν καὶ τὰ τῶν Παρθυαίων πεδία·
彼らと、ヒュルカニアおよびパルテュアイアからアリアにいたる地域との間には、広大で水の乏しい砂漠が広がっており、彼らは長い旅路を経てここを横切り、ヒュルカニアやニサイア、パルティア人の平原を襲撃していた。
οἱ δὲ συνέθεντο φόρους·
他方、住民たちは貢納を支払うことに同意した。
φόρος δʼ ἦν τὸ ἐπιτρέπειν τακτοῖς τισι χρόνοις τὴν χώραν κατατρέχειν καὶ φέρεσθαι λείαν.
その貢納とは、特定の時期に彼らが国土を襲撃し略奪品を持ち去ることを許すことであった。
ἐπιπολαζόντων δʼ αὐτῶν παρὰ τὰ συγκείμενα ἐπολεμεῖτο, καὶ πάλιν διαλύσεις καὶ ἀναπολεμήσεις ὑπῆρχον.
しかし、彼らが協定に反して襲撃を頻発させると戦争が起こり、再び和解や再戦が行われた。
τοιοῦτος δὲ καὶ ὁ τῶν ἄλλων νομάδων βίος, ἀεὶ τοῖς πλησίον ἐπιτιθεμένων τοτὲ δʼ αὖ διαλλαττομένων.
他の遊牧民の生活もこのようなものであり、常に近隣の者たちを攻撃し、時には再び和解するのである。