Humanitext Reader

斯特拉波 · 地理学 §11.7.3-11.7.5

希尔卡尼亚的河流与关于里海的谬说

第 356 段,共 577 段 · 希腊语

内容简介

作者描述了希尔卡尼亚的主要河流及其贸易路线,因亚历山大的野心而产生的关于里海的地理谬误,以及当地海岸洞穴与悬空河流所构成的奇观。

§11.7.3διαρρεῖται δὲ καὶ ποταμοῖς ἡ Ὑρκανία τῷ τε Ὤχῳ καὶ Ὤξῳ μέχρι τῆς εἰς θάλατταν ἐκβολῆς, ὧν ὁ Ὦχος καὶ διὰ τῆς Νησαίας ῥεῖ· ἔνιοι δὲ τὸν Ὦχον εἰς τὸν Ὦξον ἐμβάλλειν φασίν.
希尔卡尼亚也有河流流经,包括奥科斯河和奥克索斯河,一直流到它们入海的口部。 其中,奥科斯河也流经尼萨亚;但有些人说奥科斯河流入奥克索斯河。
Ἀριστόβουλος δὲ καὶ μέγιστον ἀποφαίνει τὸν Ὦξον τῶν ἑωραμένων ὑφʼ ἑαυτοῦ κατὰ τὴν Ἀσίαν πλὴν τῶν Ἰνδικῶν·
阿里斯托布路斯宣称,除了印度的河流之外,奥克索斯河是他自己在亚洲见过的最大的河流。
φησὶ δὲ καὶ εὔπλουν εἶναι καὶ οὗτος καὶ Ἐρατοσθένης παρὰ Πατροκλέους λαβών, καὶ πολλὰ τῶν Ἰνδικῶν φορτίων κατάγειν εἰς τὴν Ὑρκανίαν θάλατταν, ἐντεῦθεν δʼ εἰς τὴν Ἀλβανίαν περαιοῦσθαι καὶ διὰ τοῦ Κύρου καὶ τῶν ἑξῆς τόπων εἰς τὸν Εὔξεινον καταφέρεσθαι.
他还说这条河易于航行,埃拉托斯特尼(从帕特罗克莱斯那里得知)也持相同观点,他们说它将许多印度货物运载到希尔卡尼亚海(里海),并从那里渡运到阿尔巴尼亚,再通过库鲁斯河及随后的地区运往下游至厄克辛海。
οὐ πάνυ δὲ ὑπὸ τῶν παλαιῶν ὁ Ὦχος ὀνομάζεται· Ἀπολλόδωρος μέντοι ὁ τὰ Παρθικὰ γράψας συνεχῶς αὐτὸν ὀνομάζει ὡς ἐγγυτάτω τοῖς Παρθυαίοις ῥέοντα.
奥科斯河在古人中并不十分出名;然而,撰写《巴提亚史》的阿波罗多罗斯却经常提到它,因为它流经离巴提亚人极近的地方。
§11.7.4προσεδοξάσθη δὲ καὶ περὶ τῆς θαλάττης ταύτης πολλὰ ψευδῆ διὰ τὴν Ἀλεξάνδρου φιλοτιμίαν·
由于亚历山大的野心,关于这片海洋也产生了许多虚假的传闻。
ἐπειδὴ γὰρ ὡμολόγητο ἐκ πάντων ὅτι διείργει τὴν Ἀσίαν ἀπὸ τῆς Εὐρώπης ὁ Τάναϊς ποταμός, τὸ δὲ μεταξὺ τῆς θαλάττης καὶ τοῦ Τανάιδος πολὺ μέρος τῆς Ἀσίας ὂν οὐχ ὑπέπιπτε τοῖς Μακεδόσι, στρατηγεῖν δʼ ἔγνωστο ὥστε τῇ φήμῃ γε κἀκείνων δόξαι τῶν μερῶν κρατεῖν τὸν Ἀλέξανδρον, εἰς ἓν συνῆγον τήν τε Μαιῶτιν λίμνην τὴν δεχομένην τὸν Τάναϊν καὶ τὴν Κασπίαν θάλατταν, λίμνην καὶ ταύτην καλοῦντες καὶ συντετρῆσθαι φάσκοντες πρὸς ἀλλήλας ἀμφοτέρας, ἑκατέραν δὲ εἶναι μέρος τῆς ἑτέρας.
因为当时所有人均公认点塔纳伊斯河是亚洲与欧洲的分界,而该海与塔纳伊斯河之间的亚洲大部分地区并未归入马其顿人的统治,但他们决定(在统帅军队时),为了至少在传闻中让亚历山大显得也统治了这些地区,于是将接纳塔纳伊斯河的马蒂亚内湖与里海联系在一起,并称后者也是一个湖,声称两者彼此相通,且每一部分都是另一部分的一部分。
Πολύκλειτος δὲ καὶ πίστεις προφέρεται περὶ τοῦ λίμνην εἶναι τὴν θάλατταν ταύτην, ὄφεις τε γὰρ ἐκτρέφειν καὶ ὑπόγλυκυ εἶναι τὸ ὕδωρ· ὅτι δὲ καὶ οὐχ ἑτέρα τῆς Μαιώτιδός ἐστι, τεκμαιρόμενος ἐκ τοῦ τὸν Τάναϊν εἰς αὐτὴν ἐμβάλλειν· ἐκ γὰρ τῶν αὐτῶν ὀρῶν τῶν Ἰνδικῶν ἐξ ὧν ὅ τε Ὦχος καὶ ὁ Ὦξος καὶ ἄλλοι πλείους φέρεται καὶ ὁ Ἰαξάρτης ἐκδίδωσί τε ὁμοίως ἐκείνοις εἰς τὸ Κάσπιον πέλαγος πάντων ἀρκτικώτατος.
波留克列特斯也提出了这片海是一个湖的证据,即它繁衍水蛇,且水带有些许甜味;而至于它与马蒂亚内湖并无二致,他是从塔纳伊斯河流入其中这一事实来推断的:因为雅克萨尔特斯河与奥科斯河、奥克索斯河及其他许多河流一样,源于相同的印度山脉,并且它和它们相似,在所有河流中最偏北地注入里海。
τοῦτον οὖν ὠνόμασαν Τάναϊν, καὶ προσέθεσάν γε τούτῳ πίστιν, ὡς εἴη Τάναϊς ὃν εἴρηκεν ὁ Πολύκλειτος· τὴν γὰρ περαίαν τοῦ ποταμοῦ τούτου φέρειν ἐλάτην καὶ οἰστοῖς ἐλατίνοις χρῆσθαι τοὺς ταύτῃ Σκύθας· τοῦτο δὲ καὶ τεκμήριον τοῦ τὴν χώραν τὴν πέραν τῆς Εὐρώπης εἶναι, μὴ τῆς Ἀσίας· τὴν γὰρ Ἀσίαν τὴν ἄνω καὶ τὴν πρὸς ἕω μὴ φύειν ἐλάτην.
因此,他们将这股河流命名为塔纳伊斯,并以此作为证据,声称这就是波留克列特斯所说的塔纳伊斯;因为他们说,这条河的对岸生长着冷杉,而该地的塞人使用冷杉木制的箭;这也是彼岸土地属于欧洲而非亚洲的证据,因为上亚洲和偏东的亚洲不生长冷杉。
Ἐρατοσθένης δέ φησι καὶ ἐν τῇ Ἰνδικῇ φύεσθαι ἐλάτην καὶ ἐντεῦθεν ναυπηγήσασθαι τὸν στόλον Ἀλέξανδρον· πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα συγκρούειν Ἐρατοσθένης πειρᾶται, ἡμῖν δʼ ἀποχρώντως εἰρήσθω περὶ αὐτῶν.
但埃拉托斯特尼说,印度也生长冷杉,亚历山大就是在那里建造了船队;埃拉托斯特尼试图指出许多此类矛盾,但对我们而言,关于这些事情的讨论已经足够了。
§11.7.5καὶ τοῦτο δʼ ἐκ τῶν κατὰ τὴν Ὑρκανίαν ἱστορουμένων παραδόξων ἐστὶν ὑπὸ Εὐδόξου καὶ ἄλλων, ὅτι πρόκεινταί τινες ἀκταὶ τῆς θαλάττης ὕπαντροι, τούτων δὲ μεταξὺ καὶ τῆς θαλάττης ὑπόκειται ταπεινὸς αἰγιαλός, ἐκ δὲ τῶν ὕπερθεν κρημνῶν ποταμοὶ ῥέοντες τοσαύτῃ προφέρονται βίᾳ ὥστε ταῖς ἀκταῖς συνάψαντες ἐξακοντίζουσι τὸ ὕδωρ εἰς τὴν θάλατταν, ἄρραντον φυλάττοντες τὸν αἰγιαλὸν ὥστε καὶ στρατοπέδοις ὁδεύσιμον εἶναι σκεπαζομένοις τῷ ῥεύματι, οἱ δʼ ἐπιχώριοι κατάγονται πολλάκις εὐωχίας καὶ θυσίας χάριν εἰς τὸν τόπον, καὶ ποτὲ μὲν ὑπὸ τοῖς ἄντροις κατακλίνονται, ποτὲ δʼ ὑπʼ αὐτῷ τῷ ῥεύματι ἡλιαζόμενοι ἄλλως ἄλλοι τέρπονται, παραφαινομένης ἅμα καὶ τῆς θαλάττης ἑκατέρωθεν καὶ τῆς ᾐόνος ποώδους καὶ ἀνθηρᾶς οὔσης διὰ τὴν ἰκμάδα.
此外,在尤多克索斯等人所记载关于希尔卡尼亚的奇闻中,还有这样一件事:海岸上有一些呈洞穴状的悬崖,在这些悬崖与海洋之间,延伸着一片低洼的沙滩;而从上方峭壁流下的河流以如此巨大的力量奔流,以至于在触及悬崖时将水射向海洋,保持沙滩不被淋湿,从而使军队也可以在水流的遮蔽下通行;当地人经常为了宴会和祭祀而下到该地,有时在洞穴下歇息,有时在水流下方沐浴阳光,各得其乐,同时两旁不仅展现出海洋,而且由于湿气,岸边也是草木繁茂、鲜花盛开。

词汇与语法注释

  1. 11.7.3φησὶ δὲ καὶ εὔπλουν εἶναι καὶ οὗτος καὶ Ἐρατοσθένης — 不定式 εἶναι 的逻辑主语是前文提到的奥克索斯河(ὁ Ὦξος),而主要动词 φησί 的主语则是 οὗτος(阿里斯托布路斯)与 Ἐρατοσθένης(埃拉托斯特尼)。
  2. 11.7.4στρατηγεῖν δʼ ἔγνωστο — 非人称被动完成时动词 ἔγνωστο(“已被决定”)后接不定式 στρατηγεῖν(“指挥军队”)。虽然有观点认为这应被修正为 στρατηγοῖς(“对将领们而言”),但本文按不定式的名词性用法译为“在指挥军队(的考虑下),决定了……”。
  3. 11.7.4τὴν γὰρ περαίαν τοῦ ποταμοῦ τούτου — 单词 περαίαν 是阴性单数宾格形容词,其后省略了诸如 γῆν(土地)或 χώραν(地区)的名词,意为“这条河流的对岸土地”。
  4. 11.7.5ἄρραντον φυλάττοντες τὸν αἰγιαλὸν — 现在分词 φυλάττοντες 以先前出现的“河流(ποταμοί)”为主语,在性(阳性复数)上与阳性名词 ποταμός 一致。它描述了奔流的河水如何物理上使沙滩免于被弄湿。

引用这一段

斯特拉波, 地理学 §11.7.3-11.7.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:11.7.3-11.7.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。