§11.6.1ἡ δὲ δευτέρα μερὶς ἄρχεται μὲν ἀπὸ τῆς Κασπίας θαλάττης, εἰς ἣν κατέπαυεν ἡ προτέρα·
第二の区分は、第一の区分が終止したカスピ海から始まる。
καλεῖται δʼ ἡ αὐτὴ θάλαττα καὶ Ὑρκανία.
この同じ海はヒュルカニア海とも呼ばれる。
δεῖ δὲ περὶ τῆς θαλάττης εἰπεῖν πρότερον ταύτης καὶ τῶν προσοίκων ἐθνῶν.
しかし、まずこの海と、その周辺に住む諸民族について語らねばならない。
ἔστι δʼ ὁ κόλπος ἀνέχων ἐκ τοῦ ὠκεανοῦ πρὸς μεσημβρίαν κατʼ ἀρχὰς μὲν ἱκανῶς στενός, ἐνδοτέρω δὲ πλατύνεται προϊών, καὶ μάλιστα κατὰ τὸν μυχὸν ἐπὶ σταδίους που καὶ πεντακισχιλίους·
この湾は大洋から南へと伸びており、最初はかなり狭いが、奥に進むにつれて広くなり、特に最深部においては、およそ五千スタディオンの幅に及ぶ。
ὁ δʼ εἴσπλους μέχρι τοῦ μυχοῦ μικρῷ πλειόνων ἂν εἴη συνάπτων πως ἤδη τῇ ἀοικήτῳ.
湾奥までの航路は、それよりわずかに長い程度であろうが、そこですでに居住不可能地域にどうにか接している。
φησὶ δʼ Ἐρατοσθένης τὸν ὑπὸ τῶν Ἑλλήνων γνωριζόμενον περίπλουν τῆς θαλάττης ταύτης τὸν μὲν παρὰ τοὺς Ἀλβανοὺς καὶ τοὺς Καδουσίους εἶναι πεντακισχιλίων καὶ τετρακοσίων, τὸν δὲ παρὰ τὴν Ἀναριακῶν καὶ Μάρδων καὶ Ὑρκανῶν μέχρι τοῦ στόματος τοῦ Ὤξου ποταμοῦ τετρακισχιλίων καὶ ὀκτακοσίων· ἔνθεν δʼ ἐπὶ τοῦ Ἰαξάρτου δισχιλίων τετρακοσίων.
エラトステネスによれば、ギリシア人によって知られているこの海の沿岸航路のうち、アルバノイ人とカドゥシオイ人の居住地に沿ったものは五千四百スタディオンであり、アナリアケ人とマルドイ人とヒュルカノイ人の居住地に沿ってオクソス川の河口に至るものは四千八百スタディオン、そこからヤクサルテス川までは二千四百スタディオンである。
δεῖ δὲ περὶ τῶν ἐν τῇ μερίδι ταύτῃ καὶ τοῖς ἐπὶ τοσοῦτον ἐκτετοπισμένοις ἁπλούστερον ἀκούειν, καὶ μάλιστα περὶ τῶν διαστημάτων.
しかし、この区分にいる人々や、これほど遠く離れた場所にいる人々については、より大雑把に話を聞くべきであり、特に距離についてはそうである。
§11.6.2εἰσπλέοντι δʼ ἐν δεξιᾷ μὲν τοῖς Εὐρωπαίοις οἱ συνεχεῖς Σκύθαι νέμονται καὶ Σαρμάται οἱ μεταξὺ τοῦ Τανάιδος καὶ τῆς θαλάττης ταύτης, νομάδες οἱ πλείους, περὶ ὧν εἰρήκαμεν·
船で入っていく者にとって、右手にはヨーロッパ側の、タナイス川とこの海との間にいる隣接するスキタイ人やサルマタイ人が土地を占拠しており、その大半は遊牧民であって、彼らについては我々がすでに述べた。
ἐν ἀριστερᾷ δʼ οἱ πρὸς ἕω Σκύθαι, νομάδες καὶ οὗτοι, μέχρι τῆς ἑῴας θαλάττης καὶ τῆς Ἰνδικῆς παρατείνοντες.
左手には東方のスキタイ人がおり、彼らもまた遊牧民であって、東方の海やインドの海にまで達している。
ἅπαντας μὲν δὴ τοὺς προσβόρρους κοινῶς οἱ παλαιοὶ τῶν Ἑλλήνων συγγραφεῖς Σκύθας καὶ Κελτοσκύθας ἐκάλουν·
昔のギリシア人の著述家たちは、北方のすべての人々を総称してスキタイ人やケルトスキタイ人と呼んでいた。
οἱ δʼ ἔτι πρότερον διελόντες τοὺς μὲν ὑπὲρ τοῦ Εὐξείνου καὶ Ἴστρου καὶ τοῦ Ἀδρίου κατοικοῦντας Ὑπερβορέους ἔλεγον καὶ Σαυρομάτας καὶ Ἀριμασπούς, τοὺς δὲ πέραν τῆς Κασπίας θαλάττης τοὺς μὲν Σάκας τοὺς δὲ Μασσαγέτας ἐκάλουν, οὐκ ἔχοντες ἀκριβὲς λέγειν περὶ αὐτῶν οὐδέν, καίπερ πρὸς Μασσαγέτας τοῦ Κύρου πόλεμον ἱστοροῦντες.
しかし、さらに以前の著述家たちは区別して、エウクセイノス海、イストロス川、アドリア海の上方に住む人々をヒュペルボレオイ人、サウロマタイ人、アリマスポイ人と呼び、カスピ海の向こう側に住む人々については、ある者をサカイ人、別の人々をマッサゲタイ人と呼んでいたが、彼らは彼らについて何ら正確に語ることはできなかった。 キュロスとマッサゲタイ人との戦争を記録していながらも、そうだったのである。
ἀλλʼ οὔτε περὶ τούτων οὐδὲν ἠκρίβωτο πρὸς ἀλήθειαν, οὔτε τὰ παλαιὰ τῶν Περσικῶν οὔτε τῶν Μηδικῶν ἢ Συριακῶν ἐς πίστιν ἀφικνεῖτο μεγάλην διὰ τὴν τῶν συγγραφέων ἁπλότητα καὶ τὴν φιλομυθίαν.
しかし、これらについて真実に基づいて正確にされたものは何もなく、ペルシア人やメディア人、あるいはシリア人の古い記録も、著述家たちの信じやすさと神話好きのために、大きな信頼性を得るには至らなかった。
§11.6.3ὁρῶντες γὰρ τοὺς φανερῶς μυθογράφους εὐδοκιμοῦντας ᾠήθησαν καὶ αὐτοὶ παρέξεσθαι τὴν γραφὴν ἡδεῖαν, ἐὰν ἐν ἱστορίας σχήματι λέγωσιν ἃ μηδέποτε εἶδον μήτε ἤκουσαν ἢ οὐ παρά γε ἰδόντων, σκοποῦντες δὲ αὐτὸ μόνον τοῦτο ὅ τι ἀκρόασιν ἡδεῖαν ἔχει καὶ θαυμαστήν.
なぜなら、明らかに神話を捏造している者たちが名声を得ているのを見て、彼ら自身も、自分たちが一度も見聞きしたことがないこと、あるいは見た者から聞いたわけでもないことを歴史の体裁で語るならば、自分たちの著作を楽しいものにできると考え、ただ聞く者にとって楽しく驚異的であることだけを追求したからである。
ῥᾷον δʼ ἄν τις Ἡσιόδῳ καὶ Ὁμήρῳ πιστεύσειεν ἡρωολογοῦσι καὶ τοῖς τραγικοῖς ποιηταῖς ἢ Κτησίᾳ τε καὶ Ἡροδότῳ καὶ Ἑλλανίκῳ καὶ ἄλλοις τοιούτοις.
英雄について語るヘシオドスやホメロス、また悲劇詩人たちの方を、クテシアスやヘロドトス、ヘラニコス、その他これらに類する者たちよりも、人はたやすく信じるであろう。
§11.6.4οὐδὲ τοῖς περὶ Ἀλεξάνδρου δὲ συγγράψασιν ῥᾴδιον πιστεύειν τοῖς πολλοῖς·
また、アレクサンドロスについて書いた多くの人々を信じることも容易ではない。
καὶ γὰρ οὗτοι ῥᾳδιουργοῦσι διά τε τὴν δόξαν τὴν Ἀλεξάνδρου καὶ διὰ τὸ τὴν στρατείαν πρὸς τὰς ἐσχατιὰς γεγονέναι τῆς Ἀσίας πόρρω ἀφʼ ἡμῶν· τὸ δὲ πόρρω δυσέλεγκτον.
なぜなら彼らもまた、アレクサンドロスの名声のため、そして彼の遠征がアジアの最果て、すなわち我々から遠く離れた場所で行われたために事実を歪めており、遠く離れたことは検証が困難だからである。
ἡ δὲ τῶν Ῥωμαίων ἐπικράτεια καὶ ἡ τῶν Παρθυαίων πλεῖόν τι προσεκκαλύπτει τῶν παραδεδομένων πρότερον·
しかし、ローマ人の支配とパルティア人の支配は、以前に伝えられていたものよりも、さらに多くのことを明らかにしている。
οἱ γὰρ περὶ ἐκείνων συγγράφοντες καὶ τὰ χωρία καὶ τὰ ἔθνη, ἐν οἷς αἱ πράξεις, πιστότερον λέγουσιν ἢ οἱ πρὸ αὐτῶν·
というのも、彼らについて書く者たちは、歴史的事件の舞台となった地域や諸民族について、以前の者たちよりも信頼できる形で語っている。
μᾶλλον γὰρ κατωπτεύκασι.
なぜなら、彼らはより実際にその目で観察しているからである。