§11.6.1ἡ δὲ δευτέρα μερὶς ἄρχεται μὲν ἀπὸ τῆς Κασπίας θαλάττης, εἰς ἣν κατέπαυεν ἡ προτέρα· καλεῖται δʼ ἡ αὐτὴ θάλαττα καὶ Ὑρκανία.
第二部分始于里海,即第一部分结束之处;这同一海也被称为希尔卡尼亚海。
δεῖ δὲ περὶ τῆς θαλάττης εἰπεῖν πρότερον ταύτης καὶ τῶν προσοίκων ἐθνῶν.
但我们必须先谈谈这片海以及居住在其附近的民族。
ἔστι δʼ ὁ κόλπος ἀνέχων ἐκ τοῦ ὠκεανοῦ πρὸς μεσημβρίαν κατʼ ἀρχὰς μὲν ἱκανῶς στενός, ἐνδοτέρω δὲ πλατύνεται προϊών, καὶ μάλιστα κατὰ τὸν μυχὸν ἐπὶ σταδίους που καὶ πεντακισχιλίους· ὁ δʼ εἴσπλους μέχρι τοῦ μυχοῦ μικρῷ πλειόνων ἂν εἴη συνάπτων πως ἤδη τῇ ἀοικήτῳ.
该海湾自大洋向南延伸,起初相当狭窄,但越往里走越宽阔,尤其在最深处,宽度约为五千斯塔迪亚;而航行至其最深处的距离可能稍长一些,并在某种程度上已与无人居住的土地相连。
φησὶ δʼ Ἐρατοσθένης τὸν ὑπὸ τῶν Ἑλλήνων γνωριζόμενον περίπλουν τῆς θαλάττης ταύτης τὸν μὲν παρὰ τοὺς Ἀλβανοὺς καὶ τοὺς Καδουσίους εἶναι πεντακισχιλίων καὶ τετρακοσίων, τὸν δὲ παρὰ τὴν Ἀναριακῶν καὶ Μάρδων καὶ Ὑρκανῶν μέχρι τοῦ στόματος τοῦ Ὤξου ποταμοῦ τετρακισχιλίων καὶ ὀκτακοσίων· ἔνθεν δʼ ἐπὶ τοῦ Ἰαξάρτου δισχιλίων τετρακοσίων.
埃拉托斯特尼说,希腊人所熟知的这片海的沿岸航道,沿着阿尔巴尼亚人和卡杜西亚人的部分为五千四百斯塔迪亚,而沿着阿纳里亚卡人、马尔迪人和希尔卡尼亚人直到奥克苏斯河口的部分为四千八百斯塔迪亚,由此到亚克萨尔特斯河为二千四百斯塔迪亚。
δεῖ δὲ περὶ τῶν ἐν τῇ μερίδι ταύτῃ καὶ τοῖς ἐπὶ τοσοῦτον ἐκτετοπισμένοις ἁπλούστερον ἀκούειν, καὶ μάλιστα περὶ τῶν διαστημάτων.
然而,对于这一部分中的人以及距离如此遥远的人,我们应当以更宽泛的态度去听取,尤其是关于距离。
§11.6.2εἰσπλέοντι δʼ ἐν δεξιᾷ μὲν τοῖς Εὐρωπαίοις οἱ συνεχεῖς Σκύθαι νέμονται καὶ Σαρμάται οἱ μεταξὺ τοῦ Τανάιδος καὶ τῆς θαλάττης ταύτης, νομάδες οἱ πλείους, περὶ ὧν εἰρήκαμεν· ἐν ἀριστερᾷ δʼ οἱ πρὸς ἕω Σκύθαι, νομάδες καὶ οὗτοι, μέχρι τῆς ἑῴας θαλάττης καὶ τῆς Ἰνδικῆς παρατείνοντες.
对于乘船进入的人来说,右侧是欧洲一侧相接的塞人(斯基泰人)和生活在塔奈斯河与这片海之间的萨尔马提亚人,他们大多是游牧民,我们已经提到过他们;左侧是东方的塞人,他们同样是游牧民,一直延伸到东方的海洋和印度。
ἅπαντας μὲν δὴ τοὺς προσβόρρους κοινῶς οἱ παλαιοὶ τῶν Ἑλλήνων συγγραφεῖς Σκύθας καὶ Κελτοσκύθας ἐκάλουν· οἱ δʼ ἔτι πρότερον διελόντες τοὺς μὲν ὑπὲρ τοῦ Εὐξείνου καὶ Ἴστρου καὶ τοῦ Ἀδρίου κατοικοῦντας Ὑπερβορέους ἔλεγον καὶ Σαυρομάτας καὶ Ἀριμασπούς, τοὺς δὲ πέραν τῆς Κασπίας θαλάττης τοὺς μὲν Σάκας τοὺς δὲ Μασσαγέτας ἐκάλουν, οὐκ ἔχοντες ἀκριβὲς λέγειν περὶ αὐτῶν οὐδέν, καίπερ πρὸς Μασσαγέτας τοῦ Κύρου πόλεμον ἱστοροῦντες.
的确,古代的希腊作家们把所有北方民族通称为塞人或凯尔特-塞人;但更早的作家则将他们区分开来,将居住在厄克辛海、伊斯特罗斯河和亚得里亚海上方的人称为超北风人(海波里恩人)、萨乌罗马泰人和阿里马斯波伊人,而将里海彼岸的人有的称为塞迦人,有的称为马萨革泰人,尽管他们无法对这些人说出任何准确的情况,哪怕他们记载了居鲁士对马萨革泰人的战争。
ἀλλʼ οὔτε περὶ τούτων οὐδὲν ἠκρίβωτο πρὸς ἀλήθειαν, οὔτε τὰ παλαιὰ τῶν Περσικῶν οὔτε τῶν Μηδικῶν ἢ Συριακῶν ἐς πίστιν ἀφικνεῖτο μεγάλην διὰ τὴν τῶν συγγραφέων ἁπλότητα καὶ τὴν φιλομυθίαν.
然而,关于这些民族,并没有任何依据事实而被精确确定的事情,而且由于作家的轻信和对神话的热爱,波斯人、米底人或叙利亚人的古老记录也没能获得太大的可信度。
§11.6.3ὁρῶντες γὰρ τοὺς φανερῶς μυθογράφους εὐδοκιμοῦντας ᾠήθησαν καὶ αὐτοὶ παρέξεσθαι τὴν γραφὴν ἡδεῖαν, ἐὰν ἐν ἱστορίας σχήματι λέγωσιν ἃ μηδέποτε εἶδον μήτε ἤκουσαν ἢ οὐ παρά γε ἰδόντων, σκοποῦντες δὲ αὐτὸ μόνον τοῦτο ὅ τι ἀκρόασιν ἡδεῖαν ἔχει καὶ θαυμαστήν.
因为,他们看到那些公然虚构神话的人享有盛誉,便以为自己如果以历史的形式,讲述自己从未见过也未听过的事情——或者至少不是从目击者那里听来的——也同样能使自己的著作令人愉悦,他们仅仅追求那能让听众感到愉快和奇异的东西。
ῥᾷον δʼ ἄν τις Ἡσιόδῳ καὶ Ὁμήρῳ πιστεύσειεν ἡρωολογοῦσι καὶ τοῖς τραγικοῖς ποιηταῖς ἢ Κτησίᾳ τε καὶ Ἡροδότῳ καὶ Ἑλλανίκῳ καὶ ἄλλοις τοιούτοις.
的确,比起克特西亚斯、希罗多德、赫拉尼科斯以及其他此类作家,人们更容易相信讲述英雄故事的赫西俄德和荷马,以及悲剧诗人。
§11.6.4οὐδὲ τοῖς περὶ Ἀλεξάνδρου δὲ συγγράψασιν ῥᾴδιον πιστεύειν τοῖς πολλοῖς· καὶ γὰρ οὗτοι ῥᾳδιουργοῦσι διά τε τὴν δόξαν τὴν Ἀλεξάνδρου καὶ διὰ τὸ τὴν στρατείαν πρὸς τὰς ἐσχατιὰς γεγονέναι τῆς Ἀσίας πόρρω ἀφʼ ἡμῶν· τὸ δὲ πόρρω δυσέλεγκτον.
此外,要相信大多数关于亚历山大的记述也并不容易;因为他们也同样歪曲事实,这既是因为亚历山大的声望,也是因为他的远征到达了亚洲的尽头,远离我们;而远离我们的事物是难以验证的。
ἡ δὲ τῶν Ῥωμαίων ἐπικράτεια καὶ ἡ τῶν Παρθυαίων πλεῖόν τι προσεκκαλύπτει τῶν παραδεδομένων πρότερον· οἱ γὰρ περὶ ἐκείνων συγγράφοντες καὶ τὰ χωρία καὶ τὰ ἔθνη, ἐν οἷς αἱ πράξεις, πιστότερον λέγουσιν ἢ οἱ πρὸ αὐτῶν· μᾶλλον γὰρ κατωπτεύκασι.
然而,罗马人的统治和巴提亚(安息)人的统治揭示了比以前流传下来的更多的东西;因为记载他们事迹的人在谈到事件发生的地点和民族时,比他们之前的作家更为可信,因为他们更实际地进行了观察。