Humanitext Reader

ストラボン · 地理誌 §11.5.1-11.5.4

アマゾン人の風習とアレクサンドロス訪問の伝承

352 / 577 箇所 · ギリシア語

要旨

アマゾン人の住処や彼らの独特な風習、ガルガレウス人との子作りに関する慣習、そして彼女たちをめぐる歴史記述の特異性とアレクサンドロス大王との遭遇説の信憑性を論じている。

§11.5.1ἐν δὲ τοῖς ὑπὲρ τῆς Ἀλβανίας ὄρεσι καὶ τὰς Ἀμαζόνας οἰκεῖν φασι.
アルバニアの上方の山々には、アマゾン人たちも住んでいると言われている。
Θεοφάνης μὲν οὖν ὁ συστρατεύσας τῷ Πομπηίῳ καὶ γενόμενος ἐν τοῖς Ἀλβανοῖς, μεταξὺ τῶν Ἀμαζόνων καὶ τῶν Ἀλβανῶν φησι Γήλας οἰκεῖν καὶ Λήγας Σκύθας, καὶ ῥεῖν ἐνταῦθα τὸν Μερμάδαλιν ποταμὸν τούτων τε καὶ τῶν Ἀμαζόνων ἀνὰ μέσον.
ポンペイウスとともに従軍し、アルバニア人たちのもとに滞在したテオファネスによれば、アマゾン人たちとアルバニア人たちの間にはゲラス人とレガス人のスキタイ人が住んでおり、そこではメルマダリス川がこれら両者とアマゾン人たちのちょうど中間を流れているという。
ἄλλοι δέ, ὧν καὶ ὁ Σκήψιος Μητρόδωρος καὶ Ὑψικράτης, οὐδὲ αὐτοὶ ἄπειροι τῶν τόπων γεγονότες, Γαργαρεῦσιν ὁμόρους αὐτὰς οἰκεῖν φασιν ἐν ταῖς ὑπωρείαις ταῖς πρὸς ἄρκτον τῶν Καυκασίων ὀρῶν ἃ καλεῖται Κεραύνια, τὸν μὲν ἄλλον χρόνον καθʼ αὑτάς, αὐτουργούσας ἕκαστα τά τε πρὸς ἄροτον καὶ φυτουργίαν καὶ τὰ πρὸς τὰς νομὰς καὶ μάλιστα τῶν ἵππων, τὰς δʼ ἀλκιμωτάτας κυνηγεσίαις πλεονάζειν καὶ τὰ πολέμια ἀσκεῖν·
一方、スケプシスのメトロドロスやヒュプシクラテスをはじめとする、自らもこれらの土地に不案内ではない他の人々によれば、彼女たちはケルウニアと呼ばれるカウカソス山脈の北の麓でガルガレウス人と隣り合って住んでおり、普段は彼女たち自身だけで、耕作や植樹、牧畜、特に馬の飼育に関する諸作業を自ら行い、最も勇敢な者たちは狩猟に没頭し、軍事訓練に励んでいるという。
ἁπάσας δʼ ἐπικεκαῦσθαι τὸν δεξιὸν μαστὸν ἐκ νηπίων, ὥστε εὐπετῶς χρῆσθαι τῷ βραχίονι πρὸς ἑκάστην χρείαν, ἐν δὲ τοῖς πρώτοις πρὸς ἀκοντισμόν·
また、右の腕をそれぞれの用途、とりわけ投げ槍を投げるのに容易に使えるようにするため、幼少期からすべての者の右の乳房が焼き切られているという。
χρῆσθαι δὲ καὶ τόξῳ καὶ σαγάρει καὶ πέλτῃ, δορὰς δὲ θηρίων ποιεῖσθαι περίκρανά τε καὶ σκεπάσματα καὶ διαζώματα·
さらに、彼女たちは弓、サガリス(戦斧)、ペルテ(小盾)を用い、野獣の皮で兜や被服、帯を作っているという。
δύο δὲ μῆνας ἐξαιρέτους ἔχειν τοῦ ἔαρος, καθʼ οὓς ἀναβαίνουσιν εἰς τὸ πλησίον ὄρος τὸ διορίζον αὐτάς τε καὶ τοὺς Γαργαρέας.
さらに、春の特別な二ヶ月間があり、その間に彼女たちは、自らとガルガレウス人とを隔てる近くの山へと登る。
ἀναβαίνουσι δὲ κἀκεῖνοι κατὰ ἔθος τι παλαιόν, συνθύσοντές τε καὶ συνεσόμενοι ταῖς γυναιξὶ τεκνοποιίας χάριν ἀφανῶς τε καὶ ἐν σκότει, ὁ τυχὼν τῇ τυχούσῃ, ἐγκύμονας δὲ ποιήσαντες ἀποπέμπουσιν·
ガルガレウス人たちもまた、ある古い慣習に従って登っていき、ともに生贄を捧げ、子作りのために人目を避けて暗闇の中で女性たちと交わるが、出会った者がそのとき出会った女性と交わり、彼女たちを妊娠させてから送り返す。
αἱ δʼ ὅ τι μὲν ἂν θῆλυ τέκωσι κατέχουσιν αὐταί, τὰ δʼ ἄρρενα κομίζουσιν ἐκείνοις ἐκτρέφειν·
彼女たちは、生まれた子が女子であれば自分たちの手元にとどめ、男子であれば彼らに引き渡して育てさせる。
ᾠκείωται δʼ ἕκαστος πρὸς ἕκαστον νομίζων υἱὸν διὰ τὴν ἄγνοιαν.
男たちは、無知ゆえにそれぞれがその子を自分の息子とみなして親しく接するのである。
§11.5.2ὁ δὲ Μερμόδας καταράττων ἀπὸ τῶν ὀρῶν διὰ τῆς τῶν Ἀμαζόνων καὶ τῆς Σιρακηνῆς καὶ ὅση μεταξὺ ἔρημος, εἰς τὴν Μαιῶτιν ἐκδίδωσι.
メルモダス川は山々からアマゾン人の領土、シラケネ地方、そしてその間にある広大な荒野を経て流れ下り、マイオティス湖へと注いでいる。
τοὺς δὲ Γαργαρέας συναναβῆναι μὲν ἐκ Θεμισκύρας φασὶ ταῖς Ἀμαζόσιν εἰς τούσδε τοὺς τόπους, εἶτʼ ἀποστάντας αὐτῶν πολεμεῖν μετὰ Θρᾳκῶν καὶ Εὐβοέων τινῶν πλανηθέντων μέχρι δεῦρο πρὸς αὐτάς, ὕστερον δὲ καταλυσαμένους τὸν πρὸς αὐτὰς πόλεμον ἐπὶ τοῖς λεχθεῖσι ποιήσασθαι συμβάσεις, ὥστε τέκνων συγκοινωνεῖν μόνον, ζῆν δὲ καθʼ αὑτοὺς ἑκατέρους.
ガルガレウス人については、かつてテミストキュラからアマゾン人とともにこれらの地方へと登ってきたが、その後に彼女たちから離反し、この地まで彷徨ってきた一部のトラキア人やエウボイア人とともに彼女たちと戦い、後になって彼女たちとの戦争を終結させ、前述の条件、すなわち子供を共同で得ることだけを目的とし、それ以外はそれぞれが独立して暮らすという条約を結んだと言われている。
§11.5.3ἴδιον δέ τι συμβέβηκε τῷ λόγῳ περὶ τῶν Ἀμαζόνων·
アマゾン人に関する話には特異なことが起こっている。
οἱ μὲν γὰρ ἄλλοι τὸ μυθῶδες καὶ τὸ ἱστορικὸν διωρισμένον ἔχουσι·
というのも、他の話においては神話的なものと歴史的なものが明確に区別されているからである。
τὰ γὰρ παλαιὰ καὶ ψευδῆ καὶ τερατώδη μῦθοι καλοῦνται, ἡ δʼ ἱστορία βούλεται τἀληθές, ἄν τε παλαιὸν ἄν τε νέον, καὶ τὸ τερατῶδες ἢ οὐκ ἔχει ἢ σπάνιον·
古くて虚偽であり、怪物的なものが神話と呼ばれ、歴史は古かろうと新しかろうと真実を求め、怪物的なものは含まないか稀である。
περὶ δὲ τῶν Ἀμαζόνων τὰ αὐτὰ λέγεται καὶ νῦν καὶ πάλαι, τερατώδη τε ὄντα καὶ πίστεως πόρρω.
しかしアマゾン人に関しては、昔も今も同じことが語られており、それは怪物的なものであり、信頼からは程遠いものである。
τίς γὰρ ἂν πιστεύσειεν, ὡς γυναικῶν στρατὸς ἢ πόλις ἢ ἔθνος συσταίη ἄν ποτε χωρὶς ἀνδρῶν;
なぜなら、男なしに女だけの軍隊や都市、民族がかつて成立しえたと、いったい誰が信じるだろうか。
καὶ οὐ μόνον γε συσταίη, ἀλλὰ καὶ ἐφόδους ποιήσαιτο ἐπὶ τὴν ἀλλοτρίαν καὶ κρατήσειεν οὐ τῶν ἐγγὺς μόνον ὥστε καὶ μέχρι τῆς νῦν Ἰωνίας προελθεῖν, ἀλλὰ καὶ διαπόντιον στείλαιτο στρατείαν μέχρι τῆς Ἀττικῆς;
しかも、単に成立しただけでなく、他国への侵略を行い、近隣の者たちだけでなく、現在のイオニアにまで進出して支配し、さらには海を渡ってアッティカにまで遠征軍を送り出したなどと。
τοῦτο γὰρ ὅμοιον ὡς ἂν εἴ τις λέγοι, τοὺς μὲν ἄνδρας γυναῖκας γεγονέναι τοὺς τότε τὰς δὲ γυναῖκας ἄνδρας.
これは、当時の男たちが女になり、女たちが男になったと言うのと同様のことである。
ἀλλὰ μὴν ταῦτά γε αὐτὰ καὶ νῦν λέγεται περὶ αὐτῶν.
しかしながら、まさにこれと同じことが現在でも彼女たちについて語られている。
ἐπιτείνει δὲ τὴν ἰδιότητα καὶ τὸ πιστεύεσθαι τὰ παλαιὰ μᾶλλον ἢ τὰ νῦν·
さらにその特異性を強めているのは、現代のことよりも古代のことの方がより信じられているという点である。
§11.5.4κτίσεις γοῦν πόλεων καὶ ἐπωνυμίαι λέγονται, καθάπερ Ἐφέσου καὶ Σμύρνης καὶ Κύμης καὶ Μυρίνης, καὶ τάφοι καὶ ἄλλα ὑπομνήματα·
少なくとも、エフェソスやスミュルナ、キュメ、ミュリナなどの都市の創建やその名称が語られ、墓やその他の記念碑も存在している。
τὴν δὲ Θεμίσκυραν καὶ τὰ περὶ τὸν Θερμώδοντα πεδία καὶ τὰ ὑπερκείμενα ὄρη ἅπαντες Ἀμαζόνων καλοῦσι, καί φασιν ἐξελαθῆναι αὐτὰς ἐνθένδε.
また、テミストキュラやテルモドン川周辺の平野、その上方の山々は誰もがアマゾン人のものと呼んでおり、彼女たちはそこから追い出されたのだと言われている。
ὅπου δὲ νῦν εἰσίν, ὀλίγοι τε καὶ ἀναποδείκτως καὶ ἀπίστως ἀποφαίνονται·
しかし、彼女たちが今どこにいるのかについては、少数の人々が、何の証明も与えず信頼性もない形で言明しているにすぎない。
καθάπερ καὶ περὶ Θαληστρίας, ἣν Ἀλεξάνδρῳ συμμῖξαί φασιν ἐν τῇ Ὑρκανίᾳ καὶ συγγενέσθαι τεκνοποιίας χάριν, δυναστεύουσαν τῶν Ἀμαζόνων·
タレストリスの件についても同様であり、彼女はヒュルカニアにおいてアレクサンドロスに面会し、子作りのために交わったとされるアマゾン人の支配者であるが、このことは合意されていない。
οὐ γὰρ ὁμολογεῖται τοῦτο· ἀλλὰ τῶν συγγραφέων τοσούτων ὄντων οἱ μάλιστα τῆς ἀληθείας φροντίσαντες οὐκ εἰρήκασιν, οὐδʼ οἱ πιστευόμενοι μάλιστα οὐδενὸς μέμνηνται τοιούτου, οὐδʼ οἱ εἰπόντες τὰ αὐτὰ εἰρήκασι·
非常に多くの著述家がいる中で、真実を最も重視した人々はこれを語っておらず、最も信頼されている人々もこのようなことには一切言及していないし、これを語った人々も同じことを語っているわけではない。
Κλείταρχος δέ φησι τὴν Θαληστρίαν ἀπὸ Κασπίων πυλῶν καὶ Θερμώδοντος ὁρμηθεῖσαν ἐλθεῖν πρὸς Ἀλέξανδρον· εἰσὶ δʼ ἀπὸ Κασπίας εἰς Θερμώδοντα στάδιοι πλείους ἑξακισχιλίων.
クレイタルコスは、タレストリスがカスピの門とテルモドン川から出発してアレクサンドロスのところへ来たと述べているが、カスピ海からテルモドン川までは6000スタディオン以上の距離がある。

語釈・文法注

  1. 11.5.1μεταξὺ τῶν Ἀμαζόνων καὶ τῶν Ἀλβανῶν φησι Γήλας οἰκεῖν — μεταξὺ... φησί の構文において、不定詞 οἰκεῖν の主語は Γήλας καὶ Λήγας Σκύθας であり、テオファネスの報告内容を対格不定詞句(A.C.I.)で導いている。μεταξὺ は前置詞として属格(τῶν Ἀμαζόνων καὶ τῶν Ἀλβανῶν)を支配する。
  2. 11.5.1τὸν μὲν ἄλλον χρόνον καθʼ αὑτάς — τὸν ἄλλον χρόνον は時間の対格(期間を示す)であり、「それ以外の(平常の)時間」を表す。καθ' αὑτάς は「彼女たち自身だけで」「独立して」の意味の副詞的表現であり、男たちと離れて暮らしている状態を示す。
  3. 11.5.2ἀποστάντας αὐτῶν πολεμεῖν — 主文の動詞 φασί からつながる対格不定詞句の一部。ἀποστάντας は自動詞的アオリスト分詞(ἀφίστημι のアオリスト)の対格複数男性形で、主語である Γαργαρέας と性・数・格が一致し、πολεμεῖν(「戦う」の不定詞)に先行する時系列上の動作を表す。αὐτῶν は分詞が表す「離反する」動作の起点を示す属格。
  4. 11.5.3τοῦτο γὰρ ὅμοιον ὡς ἂν εἴ τις λέγοι — ὡς ἂν εἴ τις λέγοι は仮定法(希求法過去 + ἄν)を用いた比較・譲歩の慣用表現で、「あたかも誰かが〜と言うかのようである」の意。ここでの ὅμοιον は、アマゾン人の遠征の話が「あり得ない不条理」と同等であることを表す。
  5. 11.5.4ἀλλὰ τῶν συγγραφέων τοσούτων ὄντων οἱ μάλιστα τῆς ἀληθείας φροντίσαντες οὐκ εἰρήκασιν — τῶν συγγραφέων τοσούτων ὄντων は属格独立(absolute genitive)の構造で、ゆえに・にもかかわらず(ここでは譲歩「これほど多くの歴史家がいるにもかかわらず」)を表す。主句の主語は οἱ μάλιστα τῆς ἀληθείας φροντίσαντες(「真実を最も重んじた人々」)であり、動詞 οὐκ εἰρήκασιν につながる。

この箇所を引用する

ストラボン, 地理誌 §11.5.1-11.5.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:11.5.1-11.5.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。