§11.5.1ἐν δὲ τοῖς ὑπὲρ τῆς Ἀλβανίας ὄρεσι καὶ τὰς Ἀμαζόνας οἰκεῖν φασι.
据说在阿尔巴尼亚上方的山脉中,也居住着亚马逊人。
Θεοφάνης μὲν οὖν ὁ συστρατεύσας τῷ Πομπηίῳ καὶ γενόμενος ἐν τοῖς Ἀλβανοῖς, μεταξὺ τῶν Ἀμαζόνων καὶ τῶν Ἀλβανῶν φησι Γήλας οἰκεῖν καὶ Λήγας Σκύθας, καὶ ῥεῖν ἐνταῦθα τὸν Μερμάδαλιν ποταμὸν τούτων τε καὶ τῶν Ἀμαζόνων ἀνὰ μέσον.
与庞培一同出征并曾到过阿尔巴尼亚人那里的狄奥法内斯说,在亚马逊人与阿尔巴尼亚人之间居住着属斯基泰人的格莱人和莱格人,而梅尔马达里斯河正流经这些人与亚马逊人之间。
ἄλλοι δέ, ὧν καὶ ὁ Σκήψιος Μητρόδωρος καὶ Ὑψικράτης, οὐδὲ αὐτοὶ ἄπειροι τῶν τόπων γεγονότες, Γαργαρεῦσιν ὁμόρους αὐτὰς οἰκεῖν φασιν ἐν ταῖς ὑπωρείαις ταῖς πρὸς ἄρκτον τῶν Καυκασίων ὀρῶν ἃ καλεῖται Κεραύνια, τὸν μὲν ἄλλον χρόνον καθʼ αὑτάς, αὐτουργούσας ἕκαστα τά τε πρὸς ἄροτον καὶ φυτουργίαν καὶ τὰ πρὸς τὰς νομὰς καὶ μάλιστα τῶν ἵππων, τὰς δʼ ἀλκιμωτάτας κυνηγεσίαις πλεονάζειν καὶ τὰ πολέμια ἀσκεῖν·
但其他一些同样并非不熟悉这些地方的人(其中有斯凯普西斯的米特罗多鲁斯和许普西克拉特斯)则说,她们居住在被称为凯劳尼亚的高加索山脉北麓,与加尔加里亚人相邻。 平时她们独居,自己操持耕作、植树以及放牧(尤其是牧马)的一切事务,而其中最骁勇的人则专注于狩猎和军事训练。
ἁπάσας δʼ ἐπικεκαῦσθαι τὸν δεξιὸν μαστὸν ἐκ νηπίων, ὥστε εὐπετῶς χρῆσθαι τῷ βραχίονι πρὸς ἑκάστην χρείαν, ἐν δὲ τοῖς πρώτοις πρὸς ἀκοντισμόν·
据说所有人在婴儿时期就已被烧灼右乳,以便能轻易地使用右臂进行各种活动,尤其是投掷标枪。
χρῆσθαι δὲ καὶ τόξῳ καὶ σαγάρει καὶ πέλτῃ, δορὰς δὲ θηρίων ποιεῖσθαι περίκρανά τε καὶ σκεπάσματα καὶ διαζώματα·
她们还使用弓、双刃战斧和小盾,并用野兽的皮制作头盔、衣服和腰带。
δύο δὲ μῆνας ἐξαιρέτους ἔχειν τοῦ ἔαρος, καθʼ οὓς ἀναβαίνουσιν εἰς τὸ πλησίον ὄρος τὸ διορίζον αὐτάς τε καὶ τοὺς Γαργαρέας.
她们在春季有两个特定的月份,在此期间她们会登上将自己与加尔加里亚人隔开的邻近山脉。
ἀναβαίνουσι δὲ κἀκεῖνοι κατὰ ἔθος τι παλαιόν, συνθύσοντές τε καὶ συνεσόμενοι ταῖς γυναιξὶ τεκνοποιίας χάριν ἀφανῶς τε καὶ ἐν σκότει, ὁ τυχὼν τῇ τυχούσῃ, ἐγκύμονας δὲ ποιήσαντες ἀποπέμπουσιν·
加尔加里亚人也按照某种古老的习俗登上去,共同举行祭祀,并为了生育后代而与妇女们暗中在黑暗中交合,任一男子与遇见的任一女子交合;在使她们怀孕后,便将她们送回。
αἱ δʼ ὅ τι μὲν ἂν θῆλυ τέκωσι κατέχουσιν αὐταί, τὰ δʼ ἄρρενα κομίζουσιν ἐκείνοις ἐκτρέφειν· ᾠκείωται δʼ ἕκαστος πρὸς ἕκαστον νομίζων υἱὸν διὰ τὴν ἄγνοιαν.
妇女们若生下女婴则自己留存,若生下男婴则送去给加尔加里亚人抚养;每个人因无从知晓,都将送来的婴儿视作自己的儿子而予以接纳。
§11.5.2ὁ δὲ Μερμόδας καταράττων ἀπὸ τῶν ὀρῶν διὰ τῆς τῶν Ἀμαζόνων καὶ τῆς Σιρακηνῆς καὶ ὅση μεταξὺ ἔρημος, εἰς τὴν Μαιῶτιν ἐκδίδωσι.
梅尔莫达斯河从山中奔流而下,穿过亚马逊人的领地、西拉凯内以及它们之间的所有荒漠,注入麦奥蒂斯湖。
τοὺς δὲ Γαργαρέας συναναβῆναι μὲν ἐκ Θεμισκύρας φασὶ ταῖς Ἀμαζόσιν εἰς τούσδε τοὺς τόπους, εἶτʼ ἀποστάντας αὐτῶν πολεμεῖν μετὰ Θρᾳκῶν καὶ Εὐβοέων τινῶν πλανηθέντων μέχρι δεῦρο πρὸς αὐτάς, ὕστερον δὲ καταλυσαμένους τὸν πρὸς αὐτὰς πόλεμον ἐπὶ τοῖς λεχθεῖσι ποιήσασθαι συμβάσεις, ὥστε τέκνων συγκοινωνεῖν μόνον, ζῆν δὲ καθʼ αὑτοὺς ἑκατέρους.
关于加尔加里亚人,据说他们最初与亚马逊人一起从塞米斯库拉登上了这些地方,但随后背叛了她们,并与一些漂泊到此处的色雷斯人和优卑亚人联合与她们作战;后来他们结束了与她们的战争,并按照上述条件达成协议,即仅在生育子女方面进行合作,而双方各自独立生活。
§11.5.3ἴδιον δέ τι συμβέβηκε τῷ λόγῳ περὶ τῶν Ἀμαζόνων·
关于亚马逊人的叙述发生了一件奇异的事情。
οἱ μὲν γὰρ ἄλλοι τὸ μυθῶδες καὶ τὸ ἱστορικὸν διωρισμένον ἔχουσι·
因为其他所有的叙述中,神话与历史都是区分开来的。
τὰ γὰρ παλαιὰ καὶ ψευδῆ καὶ τερατώδη μῦθοι καλοῦνται, ἡ δʼ ἱστορία βούλεται τἀληθές, ἄν τε παλαιὸν ἄν τε νέον, καὶ τὸ τερατῶδες ἢ οὐκ ἔχει ἢ σπάνιον·
古老、虚假且怪诞的内容被称为神话,而历史追求真实,无论古今,且不包含怪诞,或者极少包含。
περὶ δὲ τῶν Ἀμαζόνων τὰ αὐτὰ λέγεται καὶ νῦν καὶ πάλαι, τερατώδη τε ὄντα καὶ πίστεως πόρρω.
然而关于亚马逊人,无论过去还是现在,人们所说的都是同样的话,这些话既怪诞又令人难以置信。
τίς γὰρ ἂν πιστεύσειεν, ὡς γυναικῶν στρατὸς ἢ πόλις ἢ ἔθνος συσταίη ἄν ποτε χωρὶς ἀνδρῶν;
因为谁会相信,一个没有男子的女子军队、城市或民族能够建立起来?
καὶ οὐ μόνον γε συσταίη, ἀλλὰ καὶ ἐφόδους ποιήσαιτο ἐπὶ τὴν ἀλλοτρίαν καὶ κρατήσειεν οὐ τῶν ἐγγὺς μόνον ὥστε καὶ μέχρι τῆς νῦν Ἰωνίας προελθεῖν, ἀλλὰ καὶ διαπόντιον στείλαιτο στρατείαν μέχρι τῆς Ἀττικῆς;
而且不仅建立起来,甚至还能侵入他国领土,不仅征服邻国,以至于一直推进到如今的伊奥尼亚,甚至还跨海远征直到阿提卡?
τοῦτο γὰρ ὅμοιον ὡς ἂν εἴ τις λέγοι, τοὺς μὲν ἄνδρας γυναῖκας γεγονέναι τοὺς τότε τὰς δὲ γυναῖκας ἄνδρας.
因为这无异于说当时的男子变成了女子,而女子变成了男子。
ἀλλὰ μὴν ταῦτά γε αὐτὰ καὶ νῦν λέγεται περὶ αὐτῶν.
然而,即使是现在,人们对她们所说的依然是这些相同的事。
ἐπιτείνει δὲ τὴν ἰδιότητα καὶ τὸ πιστεύεσθαι τὰ παλαιὰ μᾶλλον ἢ τὰ νῦν·
而这种特异性更加深了,因为古代的事情反而比现代的事情更被人相信。
§11.5.4κτίσεις γοῦν πόλεων καὶ ἐπωνυμίαι λέγονται, καθάπερ Ἐφέσου καὶ Σμύρνης καὶ Κύμης καὶ Μυρίνης, καὶ τάφοι καὶ ἄλλα ὑπομνήματα·
至少,人们谈到了许多城市的创建和命名,例如以弗所、斯密那、库美和米里纳,此外还有坟墓及其他遗迹。
τὴν δὲ Θεμίσκυραν καὶ τὰ περὶ τὸν Θερμώδοντα πεδία καὶ τὰ ὑπερκείμενα ὄρη ἅπαντες Ἀμαζόνων καλοῦσι, καί φασιν ἐξελαθῆναι αὐτὰς ἐνθένδε.
所有人将塞米斯库拉、瑟莫顿河周围的平原以及其上方的山脉都称为亚马逊人的领地,并说她们是从那里被赶走的。
ὅπου δὲ νῦν εἰσίν, ὀλίγοι τε καὶ ἀναποδείκτως καὶ ἀπίστως ἀποφαίνονται·
但是至于她们现在何处,只有少数人发表言论,且既无证据也令人难以置信。
καθάπερ καὶ περὶ Θαληστρίας, ἣν Ἀλεξάνδρῳ συμμῖξαί φασιν ἐν τῇ Ὑρκανίᾳ καὶ συγγενέσθαι τεκνοποιίας χάριν, δυναστεύουσαν τῶν Ἀμαζόνων·
关于萨勒斯特里亚的事情也是如此,据说她在希尔卡尼亚会见了亚历山大,并为了生育子女而与他同房,她是亚马逊人的统治者。
οὐ γὰρ ὁμολογεῖται τοῦτο· ἀλλὰ τῶν συγγραφέων τοσούτων ὄντων οἱ μάλιστα τῆς ἀληθείας φροντίσαντες οὐκ εἰρήκασιν, οὐδʼ οἱ πιστευόμενοι μάλιστα οὐδενὸς μέμνηνται τοιούτου, οὐδʼ οἱ εἰπόντες τὰ αὐτὰ εἰρήκασι·
因为这件事并未达成共识;相反,在如此多的历史学家里,最注重真实的人都没有提到它,那些最受信赖的人也根本没有提及此类事情,而那些讲述了此事的人,说法也互不一致。
Κλείταρχος δέ φησι τὴν Θαληστρίαν ἀπὸ Κασπίων πυλῶν καὶ Θερμώδοντος ὁρμηθεῖσαν ἐλθεῖν πρὸς Ἀλέξανδρον· εἰσὶ δʼ ἀπὸ Κασπίας εἰς Θερμώδοντα στάδιοι πλείους ἑξακισχιλίων.
克雷塔科斯说,萨勒斯特里亚是从卡斯皮门和瑟莫顿河出发来见亚历山大的;但是从卡斯皮海到瑟莫顿河的距离在六千斯塔迪亚以上。