Humanitext Reader

ストラボン · 地理誌 §11.3.1-11.3.6

カウカソス・イベリアの地勢と四つの階層

349 / 577 箇所 · ギリシア語

要旨

イベリア地方の都市的な居住実態、主要な河川システム(特にクロス川)、および住民の平野部と山岳部での生活様式の違いについて記述する。また、他地方からの4つの難所となる進入路と、イベリア社会を構成する4つの厳格な階級制度について説明する。

§11.3.1καὶ δὴ ἥ γε Ἰβηρία κατοικεῖται καλῶς τὸ πλέον πόλεσί τε καὶ ἐποικίοις, ὥστε καὶ κεραμωτὰς εἶναι στέγας καὶ ἀρχιτεκτονικὴν τὴν τῶν οἰκήσεων κατασκευὴν καὶ ἀγορὰς καὶ τἆλλα κοινά.
そして実際、イベリアは大部分、都市や集落によって良好に居住されており、その結果、屋根は瓦葺きであり、住居の構造は建築術的であり、広場やその他の公共施設も存在する。
§11.3.2τῆς δὲ χώρας τὰ μὲν κύκλῳ τοῖς Καυκασίοις ὄρεσι περιέχεται·
この地方の周囲はカウカソス山脈によって囲まれている。
προπεπτώκασι γάρ, ὡς εἶπον, ἀγκῶνες ἐπὶ τὴν μεσημβρίαν εὔκαρποι, περιλαμβάνοντες τὴν σύμπασαν Ἰβηρίαν καὶ συνάπτοντες πρός τε τὴν Ἀρμενίαν καὶ τὴν Κολχίδα·
というのも、私が言ったように、肥沃な山脚が南に向かって突き出ており、イベリア全体を取り囲んで、アルメニアおよびコルキスと結びついているからである。
ἐν μέσῳ δʼ ἐστὶ πεδίον ποταμοῖς διάρρυτον, μεγίστῳ δὲ τῷ Κύρῳ, ὃς τὴν ἀρχὴν ἔχων ἀπὸ τῆς Ἀρμενίας, εἰσβαλὼν εὐθὺς εἰς τὸ πεδίον τὸ λεχθέν, παραλαβὼν καὶ τὸν Ἄραγον ἐκ τοῦ Καυκάσου ῥέοντα καὶ ἄλλα ὕδατα διὰ στενῆς ποταμίας εἰς τὴν Ἀλβανίαν ἐκπίπτει·
その中央には、川々によって、特に最大のものであるクロス川によって潤された平野がある。 この川はアルメニアに源を発し、直ちに上述の平野へと流れ込み、カウカソスから流れるアラゴス川やその他の水流を合流させて、狭い川谷を通ってアルバニアへと流れ出る。
μεταξὺ δὲ ταύτης τε καὶ τῆς Ἀρμενίας ἐνεχθεὶς πολὺς διὰ πεδίων εὐβοτουμένων σφόδρα, δεξάμενος καὶ πλείους ποταμούς, ὧν ἐστιν ὅ τε Ἀλαζόνιος καὶ ὁ Σανδοβάνης καὶ ὁ Ῥοιτάκης καὶ Χάνης πλωτοὶ πάντες εἰς τὴν Κασπίαν ἐμβάλλει θάλατταν.
そして、この地とアルメニアの間を、極めて牧草の豊かな平野を通って豊かな水量で流れたのち、さらに多くの川(その中には、いずれも舟行可能なアラゾニオス川、サンドバネス川、ロイタケス川、カネス川がある)を受け入れて、カスピ海へと流れ込む。
ἐκαλεῖτο δὲ πρότερον Κόρος.
かつてはコロスと呼ばれていた。
§11.3.3τὸ μὲν οὖν πεδίον τῶν Ἰβήρων οἱ γεωργικώτεροι καὶ πρὸς εἰρήνην νενευκότες οἰκοῦσιν ἀρμενιστί τε καὶ μηδιστὶ ἐσκευασμένοι, τὴν δʼ ὀρεινὴν οἱ πλείους καὶ μάχιμοι κατέχουσι Σκυθῶν δίκην ζῶντες καὶ Σαρματῶν, ὧνπερ καὶ ὅμοροι καὶ συγγενεῖς εἰσιν·
さて、イベリア人のうち、農耕をより好み、平和に傾いている人々が平野部に住んでおり、彼らはアルメニア風およびメディア風の身なりをしている。 他方、山岳地帯は、多数派でありかつ戦闘的な人々が占拠しており、彼らは隣人であり親族でもあるスキタイ人やサウルマタイ人のように暮らしている。
ἅπτονται δʼ ὅμως καὶ γεωργίας, πολλάς τε μυριάδας συνάγουσιν καὶ ἐξ ἑαυτῶν καὶ ἐξ ἐκείνων, ἐπειδάν τι συμπέσῃ θορυβῶδες.
しかし、彼らは農耕にも従事しており、何らかの動乱が生じたときには、自分たち自身からも、またそれらの人々からも、何万人もの軍勢を集める。
§11.3.4τέτταρες δʼ εἰσὶν εἰς τὴν χώραν εἰσβολαί·
この国への進入路は4つある。
μία μὲν διὰ Σαραπανῶν φρουρίου Κολχικοῦ καὶ τῶν κατʼ αὐτὸ στενῶν, διʼ ὧν ὁ Φᾶσις γεφύραις ἑκατὸν καὶ εἴκοσι περατὸς γινόμενος διὰ τὴν σκολιότητα καταρρεῖ τραχὺς καὶ βίαιος εἰς τὴν Κολχίδα, πολλοῖς χειμάρροις κατὰ τὰς ἐπομβρίας ἐκχαραδρουμένων τῶν τόπων.
1つ目は、コルキスの要塞サラパナと、それに沿った狭路を通るもので、その狭路を通って、ファシス川は、その屈曲のために120回も橋で渡らねばならないのであるが、荒々しく激しい勢いでコルキスへと流れ下っており、大雨の際には多くの急流によって一帯が浸食されて深い谷となる。
γεννᾶται δʼ ἐκ τῶν ὑπερκειμένων ὀρῶν πολλαῖς συμπληρούμενος πηγαῖς, ἐν δὲ τοῖς πεδίοις καὶ ἄλλους προσλαμβάνει ποταμούς, ὧν ἐστιν ὅ τε Γλαῦκος καὶ ὁ Ἵππος·
この川は上方の山々に源を発し、多くの水源によって水量を増し、平野部ではさらに他の川(その中にはグラウコス川やイッポス川がある)を合流させる。
πληρωθεὶς δὲ καὶ γενόμενος πλωτὸς ἐξίησιν εἰς τὸν Πόντον καὶ ἔχει πόλιν ὁμώνυμον ἐφʼ αὑτῷ καὶ λίμνην πλησίον.
そして、水量を増して舟行可能となったのちポントス海(黒海)へと注ぎ、その川沿いには同名の都市、そして近くには湖がある。
ἡ μὲν οὖν ἐκ τῆς Κολχίδος εἰς τὴν Ἰβηρίαν ἐμβολὴ τοιαύτη, πέτραις καὶ ἐρύμασι καὶ ποταμοῖς χαραδρώδεσι διακεκλεισμένη.
このように、コルキスからイベリアへの進入路はこのようなものであり、岩や要塞、そして渓谷を流れる川によって閉ざされている。
§11.3.5ἐκ δὲ τῶν πρὸς ἄρκτον νομάδων ἐπὶ τρεῖς ἡμέρας ἀνάβασις χαλεπή, καὶ μετὰ ταύτην ποταμία στενὴ ἐπὶ τοῦ Ἀράγου ποταμοῦ τεττάρων ἡμερῶν ὁδὸν ἔχουσα ἐφʼ ἕνα, φρουρεῖ δὲ τὸ πέρας τῆς ὁδοῦ τεῖχος δύσμαχον·
また北方の遊牧民の側からは、3日間にわたる困難な登り坂があり、その先にはアラゴス川沿いの狭い川谷が4日間の行程にわたって続いており、一人ずつしか通れない。 そしてその道の終端は、攻略の困難な障壁によって守られている。
ἀπὸ δὲ τῆς Ἀλβανίας διὰ πέτρας πρῶτον λατομητὴ εἴσοδος, εἶτα διὰ τέλματος ὃ ποιεῖ ὁ ποταμὸς ἐκ τοῦ Καυκάσου καταπίπτων.
アルバニアの側からは、最初は岩を切り拓いて作られた進入路があり、次いで、カウカソスから流れ下る川が作り出す沼地を通る。
ἀπὸ δὲ τῆς Ἀρμενίας τὰ ἐπὶ τῷ Κύρῳ στενὰ καὶ τὰ ἐπὶ τῷ Ἀράγῳ·
アルメニアの側からは、クロス川沿いの狭路とアラゴス川沿いの狭路がある。
πρὶν γὰρ εἰς ἀλλήλους συμπεσεῖν, ἔχουσιν ἐπικειμένας πόλεις ἐρυμνὰς ἐπὶ πέτραις διεχούσαις ἀλλήλων ὅσον ἑκκαίδεκα σταδίους, ἐπὶ μὲν τῷ Κύρῳ τὴν Ἁρμοζικὴν ἐπὶ δὲ θατέρῳ Σευσάμορα.
というのも、これら2つの川が合流する前に、互いに約16スタディオン離れた岩の上に、それぞれ強固な都市がそびえているからである。 すなわち、クロス川沿いにはハルモジケが、もう一方の川沿いにはセウサモラがある。
ταύταις δὲ ἐχρήσατο ταῖς εἰσβολαῖς πρότερον Πομπήιος ἐκ τῶν Ἀρμενίων ὁρμηθείς, καὶ μετὰ ταῦτα Κανίδιος.
かつて、アルメニアから進軍したポンペイウスはこれらの進入路を最初に利用し、その後カニディウスもこれを利用した。
§11.3.6τέτταρα δὲ καὶ γένη τῶν ἀνθρώπων οἰκεῖ τὴν χώραν·
また、この地には4つの人々の階層が居住している。
ἓν μὲν καὶ πρῶτον ἐξ οὗ τοὺς βασιλέας καθιστᾶσι κατʼ ἀγχιστείαν τε καὶ ἡλικίαν τὸν πρεσβύτατον, ὁ δὲ δεύτερος δικαιοδοτεῖ καὶ στρατηλατεῖ.
1つ目は、最上位の階層であり、ここから王たちが血縁関係および年齢によって選ばれ、最年長の者が王となる。 そして第2位の者が裁判を行い、軍を率いる。
δεύτερον δὲ τὸ τῶν ἱερέων οἳ ἐπιμελοῦνται καὶ τῶν πρὸς τοὺς ὁμόρους δικαίων.
2つ目は祭司の階層であり、彼らは隣人たちとの権利関係をも司っている。
τρίτον δὲ τὸ τῶν στρατευομένων καὶ γεωργούντων.
3つ目は、軍役に就く者かつ農耕を行う者の階層である。
τέταρτον δὲ τὸ τῶν λαῶν, οἳ βασιλικοὶ δοῦλοί εἰσι καὶ πάντα διακονοῦνται τὰ πρὸς τὸν βίον.
4つ目は平民の階層であり、彼らは王の奴隷であって、生活に必要なあらゆる用役を果たす。
κοιναὶ δʼ εἰσὶν αὐτοῖς αἱ κτήσεις κατὰ συγγένειαν, ἄρχει δὲ καὶ ταμιεύει ἑκάστην ὁ πρεσβύτατος.
財産は親族ごとに彼らの間で共有されており、最年長の者がそれぞれの財産を管理し支配する。
τοιοῦτοι μὲν οἱ Ἴβηρες καὶ ἡ χώρα αὐτῶν.
イベリア人とその国は、このようなものである。

語釈・文法注

  1. §11.3.1ὥστε καὶ κεραμωτὰς εἶναι στέγας — 接続詞 `ὥστε`(結果節)に導かれる対格不定詞構文。不定詞 `εἶναι` の主語として `στέγας`、`τὴν τῶν οἰκήσεων κατασκευὴν`、`ἀγορὰς καὶ τἆλλα κοινά` が並列されており、`κεραμωτὰς` と `ἀρχιτεκτονικὴν` はそれぞれ主語に係る述語形容詞として機能している。
  2. §11.3.5ἐφʼ ἕνα — 前置詞 `ἐπί` +対格 `ἕνα` で、「一列になって」「一人ずつ」を意味する。通路が極めて狭く、一列でしか進めない困難な地形であることを表現している。
  3. §11.3.6κατʼ ἀγχιστείαν τε καὶ ἡλικίαν τὸν πρεσβύτατον — 「血縁(親族関係)および年齢に応じて、最も年長者(を王にする)」という王位継承の規則を示す表現。`καθιστᾶσι`(彼らは任命する)の直接目的語 `τοὺς βασιλέας` に対し、`τὸν πρεσβύτατον` はそれと同格、または実質的な実詞目的語(任命される対象)として機能している。

この箇所を引用する

ストラボン, 地理誌 §11.3.1-11.3.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:11.3.1-11.3.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。