§11.2.17καὶ ἡ λοιπὴ δὲ Κολχὶς ἐπὶ τῇ θαλάττῃ ἡ πλείων ἐστί·
そして、コルキスの残りの部分の大部分も海に面している。
διαρρεῖ δʼ αὐτὴν ὁ Φᾶσις, μέγας ποταμὸς ἐξ Ἀρμενίας τὰς ἀρχὰς ἔχων, δεχόμενος τόν τε Γλαῦκον καὶ τὸν Ἵππον ἐκ τῶν πλησίον ὀρῶν ἐκπίπτοντας·
そこをファシス川が流れている。 これはアルメニアに源を発する大河で、近隣の山々から流れ下るグラウコス川とイッポス川を合流させている。
ἀναπλεῖται δὲ μέχρι Σαραπανῶν ἐρύματος δυναμένου δέξασθαι καὶ πόλεως συνοικισμόν, ὅθεν πεζεύουσιν ἐπὶ τὸν Κῦρον ἡμέραις τέτταρσι διʼ ἁμαξιτοῦ.
この川はサラパナの要塞まで遡行可能であり、そこは都市の入植地をも収容できる規模である。 そこから、馬車が通れる道路を通って4日間でクロス川へと陸路で行くことができる。
ἐπίκειται δὲ τῷ Φάσιδι ὁμώνυμος πόλις, ἐμπόριον τῶν Κόλχων, τῇ μὲν προβεβλημένη τὸν ποταμὸν τῇ δὲ λίμνην τῇ δὲ τὴν θάλατταν.
ファシス川沿いには、同名の都市が位置しており、これはコルキス人の交易地であって、一方は川、他方は湖、もう一方は海によって遮蔽されている。
ἐντεῦθεν δὲ πλοῦς ἐπʼ Ἀμισοῦ καὶ Σινώπης τριῶν ἡμερῶν ἢ δύο διὰ τὸ τοὺς αἰγιαλοὺς μαλακοὺς εἶναι καὶ τὰς τῶν ποταμῶν ἐκβολάς.
ここからアミソスやシノペへの航海は、海岸が柔らかく、また川の河口があるため、2、3日で済む。
ἀγαθὴ δʼ ἐστὶν ἡ χώρα καὶ καρποῖς πλὴν τοῦ μέλιτος (πικρίζει γὰρ τὸ πλέον) καὶ τοῖς πρὸς ναυπηγίαν πᾶσιν·
この地方は作物(ただし、蜂蜜は例外で、その大部分は苦味があるが)の面でも、また造船に必要なあらゆる物の面でも優れている。
ὕλην τε γὰρ καὶ φύει καὶ ποταμοῖς κατακομίζει, λίνον τε ποιεῖ πολὺ καὶ κάνναβιν καὶ κηρὸν καὶ πίτταν.
というのも、木材を産出し、それを川から運び下ろすことができるだけでなく、多くの亜麻、大麻、蜜蝋、ピッチを生産するからである。
ἡ δὲ λινουργία καὶ τεθρύληται·
また、その亜麻布製造は有名でさえある。
καὶ γὰρ εἰς τοὺς ἔξω τόπους ἐξεκόμιζον, καί τινες βουλόμενοι συγγένειάν τινα τοῖς Κόλχοις πρὸς τοὺς Αἰγυπτίους ἐμφανίζειν ἀπὸ τούτων πιστοῦνται.
なぜなら、彼らは国外の地域へとそれを輸出していたからであり、コルキス人とエジプト人の間にある種の血縁関係を示そうとする人々は、この事実をその証拠としている。
ὑπέρκειται δὲ τῶν λεχθέντων ποταμῶν ἐν τῇ Μοσχικῇ τὸ τῆς Λευκοθέας ἱερὸν Φρίξου ἵδρυμα, καὶ μαντεῖον ἐκείνου, ὅπου κριὸς οὐ θύεται, πλούσιόν ποτε ὑπάρξαν, συληθὲν δὲ ὑπὸ Φαρνάκου καθʼ ἡμᾶς καὶ μικρὸν ὕστερον ὑπὸ Μιθριδάτου τοῦ Περγαμηνοῦ.
上述の川の上方、モスキケ地方には、フリクソスによって創建されたレウコテアの神殿と、彼の神託所がある。 そこでは雄羊は犠牲に捧げられない。 かつては富裕であったが、我々の時代にファルナケスによって、またその少し後にはペルガモンのミトリダテスによって掠奪された。
κακωθείσης γὰρ χώρας
"
νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει,
"
φησὶν Εὐριπίδης.
というのも、国が荒廃すると「神々の事柄も病み、崇められることを望まなくなる」とエウリピデスが言っているからである。
§11.2.18τὸ μὲν γὰρ παλαιὸν ὅσην ἐπιφάνειαν ἔσχεν ἡ χώρα αὕτη δηλοῦσιν οἱ μῦθοι, τὴν Ἰάσονος στρατείαν αἰνιττόμενοι προελθόντος μέχρι καὶ Μηδίας, ἔτι δὲ πρότερον τὴν Φρίξου.
昔、この国がいかに大きな名声を得ていたかは、イアソンの遠征(彼はメディアにまで進出した)や、さらにそれ以前のフリクソスの遠征を暗示する神話が示している。
μετὰ δὲ ταῦτα διαδεξάμενοι βασιλεῖς εἰς σκηπτουχίας διῃρημένην ἔχοντες τὴν χώραν μέσως ἔπραττον·
その後、王たちが王位を継承し、国をいくつかの諸侯領に分割して統治したが、その繁栄は平凡なものであった。
αὐξηθέντος δὲ ἐπὶ πολὺ Μιθριδάτου τοῦ Εὐπάτορος, εἰς ἐκεῖνον ἡ χώρα περιέστη·
しかし、ミトリダテス・エウパトルが勢力を大きく拡大すると、この国は彼の支配下に入った。
ἐπέμπετο δʼ ἀεί τις τῶν φίλων ὕπαρχος καὶ διοικητὴς τῆς χώρας.
そして、彼の「友」の一人が、常に総督および管理者としてこの地に派遣された。
τούτων δὲ ἦν καὶ Μοαφέρνης, ὁ τῆς μητρὸς ἡμῶν θεῖος πρὸς πατρός·
その中には、私の母の父方の叔父であるモアフェルネスもいた。
ἦν δʼ ἔνθεν ἡ πλείστη τῷ βασιλεῖ πρὸς τὰς ναυτικὰς δυνάμεις ὑπουργία.
そして王にとって、海軍力に対する最大の支援がこの地から供給されたのである。
καταλυθέντος δὲ Μιθριδάτου συγκατελύθη καὶ ἡ ὑπʼ αὐτῷ πᾶσα καὶ διενεμήθη πολλοῖς·
ミトリダテスが没落すると、彼の支配下にあったすべての領域もまた解体され、多くの者に分割された。
ὕστατα δὲ Πολέμων ἔσχε τὴν Κολχίδα, κἀκείνου τελευτήσαντος ἡ γυνὴ Πυθοδωρὶς κρατεῖ, βασιλεύουσα καὶ Κόλχων καὶ Τραπεζοῦντος καὶ Φαρνακίας καὶ τῶν ὑπερκειμένων βαρβάρων, περὶ ὧν ἐροῦμεν ἐν τοῖς ὕστερον.
そして最後にポレモンがコルキスを領有し、彼が没すると、その妻ピュトドリスが支配している。 彼女は、コルキス人、トラペズス、ファルナキア、そして彼らの上方に住む野蛮人たちを統治しており、これらについては後ほど述べることにする。
ἡ δʼ οὖν Μοσχική, ἐν ᾗ τὸ ἱερόν, τριμερής ἐστι·
ともかく、その神殿があるモスキケ地方は3つに分割されている。
τὸ μὲν γὰρ ἔχουσιν αὐτῆς Κόλχοι τὸ δὲ Ἴβηρες τὸ δὲ Ἀρμένιοι.
すなわち、その一部をコルキス人が、一部をイベリア人が、一部をアルメニア人が領有している。
ἔστι δὲ καὶ πολίχνιον ἐν τῇ Ἰβηρίᾳ Φρίξου πόλις ἡ νῦν Ἰδήεσσα, εὐερκὲς χωρίον ἐν μεθορίοις τῆς Κολχίδος.
また、イベリアにはフリクソスの町と呼ばれる小さな町(現在のイデエッサ)があり、ここはコルキスの国境地帯にある防御の固い要塞地である。
§11.2.19τῶν δὲ συνερχομένων ἐθνῶν εἰς τὴν Διοσκουριάδα καὶ οἱ Φθειροφάγοι εἰσίν, ἀπὸ τοῦ αὐχμοῦ καὶ τοῦ πίνου λαβόντες τοὔνομα.
ディオスクリアスに集まる諸部族の中にはプテイロパゴイ人もおり、彼らはその汚れと不潔さからその名を得ている。
πλησίον δὲ καὶ οἱ Σοάνες, οὐδὲν βελτίους τούτων τῷ πίνῳ δυνάμει δὲ βελτίους, σχεδὸν δέ τι καὶ κράτιστοι κατὰ ἀλκὴν καὶ δύναμιν·
その近くにはソアネス人もおり、彼らは不潔さにおいては彼らと何ら変わらないが、実力においては勝っており、勇猛さと武力においてほぼ最強の部族である。
δυναστεύουσι γοῦν τῶν κύκλῳ τὰ ἄκρα τοῦ Καυκάσου κατέχοντες τὰ ὑπὲρ τῆς Διοσκουριάδος·
実際、彼らはディオスクリアスの上方にあるカウカソスの山頂部を占拠し、周囲の者たちを支配している。
βασιλέα δʼ ἔχουσι καὶ συνέδριον ἀνδρῶν τριακοσίων, συνάγουσι δʼ ὥς φασι στρατιὰν καὶ εἴκοσι μυριάδων·
彼らには王と300人からなる評議会があり、噂によれば、20万人もの軍勢を集めることができるという。
ἅπαν γάρ ἐστι τὸ πλῆθος μάχιμον, οὐ συντεταγμένον.
というのは、その全人口が戦闘員だからであるが、組織化されてはいない。
παρὰ τούτοις δὲ λέγεται καὶ χρυσὸν καταφέρειν τοὺς χειμάρρους, ὑποδέχεσθαι δʼ αὐτὸν τοὺς βαρβάρους φάτναις κατατετρημέναις καὶ μαλλωταῖς δοραῖς·
彼らの土地では、急流が砂金を運び下ろし、野蛮人たちはそれを穴のあいた樋や毛深い獣皮で受け止めると言われている。
ἀφʼ οὗ δὴ μεμυθεῦσθαι καὶ τὸ χρυσόμαλλον δέρος·
まさにこのことから、金羊毛の伝説が作り出されたのである。
εἰ μὴ καὶ Ἴβηρας ὁμωνύμως τοῖς ἑσπερίοις καλοῦσιν ἀπὸ τῶν ἑκατέρωθι χρυσείων.
あるいは、東のイベリア人が西のイベリア人と同名で呼ばれるのも、双方の地に金鉱があるからかもしれない。
χρῶνται δʼ οἱ Σοάνες φαρμάκοις πρὸς τὰς ἀκίδας θαυμαστοῖς καὶ τοὺς ἀφαρμάκτοις τετρωμένους βέλεσι λυπεῖ κατὰ τὴν ὀσμήν.
ソアネス人は矢の先に見事な毒薬を使用しており、毒の塗られていない矢で傷つけられた者さえ、その臭いによって苦しめられる。
τὰ μὲν οὖν ἄλλα ἔθνη τὰ πλησίον τὰ περὶ τὸν Καύκασον λυπρὰ καὶ μικρόχωρα, τὸ δὲ τῶν Ἀλβανῶν ἔθνος καὶ τὸ τῶν Ἰβήρων, ἃ δὴ πληροῖ μάλιστα τὸν λεχθέντα ἰσθμόν, Καυκάσια καὶ αὐτὰ λέγοιτʼ ἄν, εὐδαίμονα δὲ χώραν ἔχει καὶ σφόδρα καλῶς οἰκεῖσθαι δυναμένην.
さて、カウカソス周辺の他の近隣部族は貧しく、領土も狭い。 しかし、上述の地峡の大部分を占めているアルバニア人とイベリア人の部族は、彼ら自身もカウカソス人と呼べるだろうが、彼らは恵まれた土地を所有しており、極めて良好に居住されうる状態にある。