Humanitext Reader

斯特拉波 · 地理学 §11.3.1-11.3.6

高加索伊比利亚的地势与四大阶层

第 349 段,共 577 段 · 希腊语

内容简介

作者描述了伊比利亚的城市化居住状况、其主要的河流系统(特别是库鲁斯河),以及平原上农耕居民与山地好战居民之间的生活方式对比。此外,他还概述了进入该国的四条险要通道,以及伊比利亚社会划分出的四个独特阶层。

§11.3.1καὶ δὴ ἥ γε Ἰβηρία κατοικεῖται καλῶς τὸ πλέον πόλεσί τε καὶ ἐποικίοις, ὥστε καὶ κεραμωτὰς εἶναι στέγας καὶ ἀρχιτεκτονικὴν τὴν τῶν οἰκήσεων κατασκευὴν καὶ ἀγορὰς καὶ τἆλλα κοινά.
确实,伊比利亚的大部分地区通过城市和定居点得到了良好的居住,以至于他们的屋顶是瓦葺的,住宅的建造是具有建筑艺术性的,并且有市场和其他公共设施。
§11.3.2τῆς δὲ χώρας τὰ μὲν κύκλῳ τοῖς Καυκασίοις ὄρεσι περιέχεται· προπεπτώκασι γάρ, ὡς εἶπον, ἀγκῶνες ἐπὶ τὴν μεσημβρίαν εὔκαρποι, περιλαμβάνοντες τὴν σύμπασαν Ἰβηρίαν καὶ συνάπτοντες πρός τε τὴν Ἀρμενίαν καὶ τὴν Κολχίδα·
该地区的周围部分被高加索山脉所环绕;正如我所说,肥沃的山脊向南延伸,包围了整个伊比利亚,并与亚美尼亚和科尔基斯相接。
ἐν μέσῳ δʼ ἐστὶ πεδίον ποταμοῖς διάρρυτον, μεγίστῳ δὲ τῷ Κύρῳ, ὃς τὴν ἀρχὴν ἔχων ἀπὸ τῆς Ἀρμενίας, εἰσβαλὼν εὐθὺς εἰς τὸ πεδίον τὸ λεχθέν, παραλαβὼν καὶ τὸν Ἄραγον ἐκ τοῦ Καυκάσου ῥέοντα καὶ ἄλλα ὕδατα διὰ στενῆς ποταμίας εἰς τὴν Ἀλβανίαν ἐκπίπτει· μεταξὺ δὲ ταύτης τε καὶ τῆς Ἀρμενίας ἐνεχθεὶς πολὺς διὰ πεδίων εὐβοτουμένων σφόδρα, δεξάμενος καὶ πλείους ποταμούς, ὧν ἐστιν ὅ τε Ἀλαζόνιος καὶ ὁ Σανδοβάνης καὶ ὁ Ῥοιτάκης καὶ Χάνης πλωτοὶ πάντες εἰς τὴν Κασπίαν ἐμβάλλει θάλατταν.
在中央有一片由河流灌溉的平原,其中最大的是库鲁斯河(Cyrus),它发源于亚美尼亚,直接流入上述平原,接纳了从高加索流出的阿拉戈斯河(Aragus)和其他水流,通过狭窄的河道流入阿尔巴尼亚;并在该地与亚美尼亚之间、通过牧草极其丰茂的平原奔流,接纳了更多河流,其中有阿拉佐尼奥斯河(Alazonius)、沙多巴内斯河(Sandobanes)、罗伊塔克斯河(Rhoetaces)和卡内斯河(Chanes),这些河流皆可通航,最终注入卡斯皮海。
ἐκαλεῖτο δὲ πρότερον Κόρος.
它以前被称为科罗斯(Corus)。
§11.3.3τὸ μὲν οὖν πεδίον τῶν Ἰβήρων οἱ γεωργικώτεροι καὶ πρὸς εἰρήνην νενευκότες οἰκοῦσιν ἀρμενιστί τε καὶ μηδιστὶ ἐσκευασμένοι, τὴν δʼ ὀρεινὴν οἱ πλείους καὶ μάχιμοι κατέχουσι Σκυθῶν δίκην ζῶντες καὶ Σαρματῶν, ὧνπερ καὶ ὅμοροι καὶ συγγενεῖς εἰσιν·
伊比利亚人中较倾向于农耕和和平的人居住在平原上,他们的装束类似于亚美尼亚人和米底亚人;而大部分人及好战者占领着山地,过着类似于斯基泰人和萨尔马提亚人的生活,他们既是这些人的邻居,也是亲族。
ἅπτονται δʼ ὅμως καὶ γεωργίας, πολλάς τε μυριάδας συνάγουσιν καὶ ἐξ ἑαυτῶν καὶ ἐξ ἐκείνων, ἐπειδάν τι συμπέσῃ θορυβῶδες.
然而,他们也从事农耕,一旦发生动乱,他们能从自身以及那些人中集结起数万大军。
§11.3.4τέτταρες δʼ εἰσὶν εἰς τὴν χώραν εἰσβολαί· μία μὲν διὰ Σαραπανῶν φρουρίου Κολχικοῦ καὶ τῶν κατʼ αὐτὸ στενῶν, διʼ ὧν ὁ Φᾶσις γεφύραις ἑκατὸν καὶ εἴκοσι περατὸς γινόμενος διὰ τὴν σκολιότητα καταρρεῖ τραχὺς καὶ βίαιος εἰς τὴν Κολχίδα, πολλοῖς χειμάρροις κατὰ τὰς ἐπομβρίας ἐκχαραδρουμένων τῶν τόπων.
进入该国共有四条通道:一条是通过科尔基斯的萨拉帕纳要塞及其附近的狭路,法斯川(Phasis)因其弯曲而在其间可以通过一百二十座桥梁渡过,它粗犷而凶猛地流下至科尔基斯,在大雨时许多急流将这些地方冲刷成深谷。
γεννᾶται δʼ ἐκ τῶν ὑπερκειμένων ὀρῶν πολλαῖς συμπληρούμενος πηγαῖς, ἐν δὲ τοῖς πεδίοις καὶ ἄλλους προσλαμβάνει ποταμούς, ὧν ἐστιν ὅ τε Γλαῦκος καὶ ὁ Ἵππος· πληρωθεὶς δὲ καὶ γενόμενος πλωτὸς ἐξίησιν εἰς τὸν Πόντον καὶ ἔχει πόλιν ὁμώνυμον ἐφʼ αὑτῷ καὶ λίμνην πλησίον.
它发源于上方的山脉,由许多泉水汇合而成,并在平原上接纳其他河流,其中有格劳科斯河和伊波斯河;在水流充沛并可通航后注入黑海(Pontus),其畔有同名城市,附近有湖。
ἡ μὲν οὖν ἐκ τῆς Κολχίδος εἰς τὴν Ἰβηρίαν ἐμβολὴ τοιαύτη, πέτραις καὶ ἐρύμασι καὶ ποταμοῖς χαραδρώδεσι διακεκλεισμένη.
因此,从科尔基斯进入伊比利亚的通道便是如此,被岩石、要塞和多深谷的河流所阻断。
§11.3.5ἐκ δὲ τῶν πρὸς ἄρκτον νομάδων ἐπὶ τρεῖς ἡμέρας ἀνάβασις χαλεπή, καὶ μετὰ ταύτην ποταμία στενὴ ἐπὶ τοῦ Ἀράγου ποταμοῦ τεττάρων ἡμερῶν ὁδὸν ἔχουσα ἐφʼ ἕνα, φρουρεῖ δὲ τὸ πέρας τῆς ὁδοῦ τεῖχος δύσμαχον· ἀπὸ δὲ τῆς Ἀλβανίας διὰ πέτρας πρῶτον λατομητὴ εἴσοδος, εἶτα διὰ τέλματος ὃ ποιεῖ ὁ ποταμὸς ἐκ τοῦ Καυκάσου καταπίπτων.
而从北方的游牧民一侧,有三天的艰难攀登,其后是一条沿着阿拉戈斯河的狭窄河谷,有可容一人通行的四天路程,通道的尽头有一面难以攻克的城墙防守;从阿尔巴尼亚一侧,首先是通过开凿岩石而成的通道,然后是通过由高加索流下的河流所形成的沼泽。
ἀπὸ δὲ τῆς Ἀρμενίας τὰ ἐπὶ τῷ Κύρῳ στενὰ καὶ τὰ ἐπὶ τῷ Ἀράγῳ· πρὶν γὰρ εἰς ἀλλήλους συμπεσεῖν, ἔχουσιν ἐπικειμένας πόλεις ἐρυμνὰς ἐπὶ πέτραις διεχούσαις ἀλλήλων ὅσον ἑκκαίδεκα σταδίους, ἐπὶ μὲν τῷ Κύρῳ τὴν Ἁρμοζικὴν ἐπὶ δὲ θατέρῳ Σευσάμορα.
从亚美尼亚一侧,有库鲁斯河畔的狭路和阿拉戈斯河畔的狭路;因为在两河交汇之前,在相距约十六斯塔迪翁的岩石上建有坚固的城市,库鲁斯河畔的是哈尔莫齐凯,另一条河畔的是塞乌萨莫拉。
ταύταις δὲ ἐχρήσατο ταῖς εἰσβολαῖς πρότερον Πομπήιος ἐκ τῶν Ἀρμενίων ὁρμηθείς, καὶ μετὰ ταῦτα Κανίδιος.
过去,庞培从亚美尼亚出发时曾利用过这些通道,其后卡尼迪乌斯也利用过。
§11.3.6τέτταρα δὲ καὶ γένη τῶν ἀνθρώπων οἰκεῖ τὴν χώραν· ἓν μὲν καὶ πρῶτον ἐξ οὗ τοὺς βασιλέας καθιστᾶσι κατʼ ἀγχιστείαν τε καὶ ἡλικίαν τὸν πρεσβύτατον, ὁ δὲ δεύτερος δικαιοδοτεῖ καὶ στρατηλατεῖ.
该国居住着四个阶层的人:第一个也是最首要的阶层,他们根据血缘和年龄确立最年长者为王,而第二顺位者执掌司法和率领军队。
δεύτερον δὲ τὸ τῶν ἱερέων οἳ ἐπιμελοῦνται καὶ τῶν πρὸς τοὺς ὁμόρους δικαίων.
第二个是祭司阶层,他们掌管祭祀以及与邻人之间的权利关系。
τρίτον δὲ τὸ τῶν στρατευομένων καὶ γεωργούντων.
第三个是服兵役并从事农耕的阶层。
τέταρτον δὲ τὸ τῶν λαῶν, οἳ βασιλικοὶ δοῦλοί εἰσι καὶ πάντα διακονοῦνται τὰ πρὸς τὸν βίον.
第四个是平民阶层,他们是王室的奴隶,提供生活所需的一切服务。
κοιναὶ δʼ εἰσὶν αὐτοῖς αἱ κτήσεις κατὰ συγγένειαν, ἄρχει δὲ καὶ ταμιεύει ἑκάστην ὁ πρεσβύτατος.
他们的财产按亲族关系共有,最年长者统治并管理每一个家庭的财产。
τοιοῦτοι μὲν οἱ Ἴβηρες καὶ ἡ χώρα αὐτῶν.
伊比利亚人及其国家便是如此。

词汇与语法注释

  1. §11.3.1ὥστε καὶ κεραμωτὰς εἶναι στέγας — 由连词 `ὥστε`(引导结果从句)所引出的“对格加不定式”结构。不定式 `εἶναι` 的主语为并列的 `στέγας`、`τὴν τῶν οἰκήσεων κατασκευὴν` 以及 `ἀγορὰς καὶ τἆλλα κοινά`;而 `κεραμωτὰς` 与 `ἀρχιτεκτονικὴν` 则分别作为修饰对应主语的表语形容词。
  2. §11.3.5ἐφʼ ἕνα — 介词 `ἐπί` 加上对格 `ἕνα`,意为“一个接一个”或“成单纵队”,用以强调该通道极其狭窄,人们只能排成单行通过的险峻地形。
  3. §11.3.6κατʼ ἀγχιστείαν τε καὶ ἡλικίαν τὸν πρεσβύτατον — 标示王位继承规则的表达:“根据血缘关系与年龄,[立]最年长者”。相对于动词 `καθιστᾶσι`(他们确立)的直接宾语 `τοὺς βασιλέας`,`τὸν πρεσβύτατον` 起着同位语或实际宾语的作用,指明具体被确立为王的人。

引用这一段

斯特拉波, 地理学 §11.3.1-11.3.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:11.3.1-11.3.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。