Humanitext Reader

ストラボン · 地理誌 §11.2.5-11.2.10

キムメリオス・ボスポロスの沿岸と周辺諸都市

345 / 577 箇所 · ギリシア語

要旨

キムメリコンからコロコンダメに至る沿岸地域の地理、氷結するボスポロス海峡の様子、およびコウココンダミティス湖周辺の著名な都市やアプロディテの神話について説明する。

§11.2.5τὸ δὲ Κιμμερικὸν πόλις ἦν πρότερον ἐπὶ χερρονήσου ἱδρυμένη, τὸν ἰσθμὸν τάφρῳ καὶ χώματι κλείουσα·
キムメリコンはかつて半島の上に築かれた都市であり、地峡を堀と土塁で閉ざしていた。
ἐκέκτηντο δʼ οἱ Κιμμέριοι μεγάλην ποτὲ ἐν τῷ Βοσπόρῳ δύναμιν, διόπερ καὶ Κιμμερικὸς Βόσπορος ὠνομάσθη.
キムメリア人はかつてボスポロスにおいて大きな勢力を誇っていたため、ここもまたキムメリアのボスポロスと名付けられた。
οὗτοι δʼ εἰσὶν οἱ τοὺς τὴν μεσόγαιαν οἰκοῦντας ἐν τοῖς δεξιοῖς μέρεσι τοῦ Πόντου μέχρι Ἰωνίας ἐπιδραμόντες.
彼らこそ、ポントスの右側の内陸に住む人々を、イオニアに至るまで襲撃した者たちである。
τούτους μὲν οὖν ἐξήλασαν ἐκ τῶν τόπων Σκύθαι, τοὺς δὲ Σκύθας Ἕλληνες οἱ Παντικάπαιον καὶ τὰς ἄλλας οἰκίσαντες πόλεις τὰς ἐν Βοσπόρῳ.
彼らをこれらの土地から追い出したのはスキティア人であり、そのスキティア人を追い出したのは、パンティカパイオンやボスポロスの他の都市を創建したギリシア人たちであった。
§11.2.6εἶτʼ ἐπὶ τὴν Ἀχίλλειον κώμην εἴκοσιν, ἐν ᾗ τὸ Ἀχιλλέως ἱερόν·
それからアキレイオンという村まで二十スタディオンであり、そこにはアキレウスの神殿がある。
ἐνταῦθα δʼ ἐστὶν ὁ στενώτατος πορθμὸς τοῦ στόματος τῆς Μαιώτιδος ὅσον εἴκοσι σταδίων ἢ πλειόνων, ἔχων ἐν τῇ περαίᾳ κώμην τὸ Μυρμήκιον (πλησίον δʼ ἐστὶ τοῦ Ἡρακλείου) καὶ τὸ Παρθένιον.
そして、ここがマイオティス湖の入り口の最も狭い海峡であり、その幅はおよそ二十スタディオンかそれ以上あって、対岸にはミュルメキオンという村(これはヘラクレイオンの近くにある)とパルテニオンがある。
§11.2.7ἐντεῦθεν δʼ ἐπὶ τὸ Σατύρου μνῆμα ἐνενήκοντα στάδιοι·
そこからサテュロスの墓までは九十スタディオンである。
τοῦτο δʼ ἐστὶν ἐπʼ ἄκρας τινὸς χωστὸν ἀνδρὸς τῶν ἐπιφανῶς δυναστευσάντων τοῦ Βοσπόρου.
これは、ある岬の上に築かれた墳墓であり、ボスポロスを顕著に支配した(名高い支配者であった)人物のものである。
§11.2.8πλησίον δὲ κώμη Πατραεύς, ἀφʼ ἧς ἐπὶ κώμην Κοροκονδάμην ἑκατὸν τριάκοντα·
その近くにはパトラエウスという村があり、そこからコロコンダメという村までは百三十スタディオンである。
αὕτη δʼ ἐστὶ τοῦ Κιμμερικοῦ καλουμένου Βοσπόρου πέρας.
この村が、いわゆるキムメリアのボスポロスの終点である。
καλεῖται δὲ οὕτως ὁ στενωπὸς ἐπὶ τοῦ στόματος τῆς Μαιώτιδος ἀπὸ τῶν κατὰ τὸ Ἀχίλλειον καὶ τὸ Μυρμήκιον στενῶν διατείνων μέχρι πρὸς τὴν Κοροκονδάμην καὶ τὸ ἀντικείμενον αὐτῇ κώμιον τῆς Παντικαπαίων γῆς ὄνομα Ἄκραν ἑβδομήκοντα σταδίων διειργόμενον πορθμῷ·
このマイオティス湖の入り口にある狭水路は、そのように呼ばれているが、これはアキレイオンとミュルメキオンの辺りの狭い場所から、コロコンダメ、およびそれと七十スタディオンの海峡で隔てられて対向しているパンティカパイオン領の「アクラ」という名の小村のところまで延びている。
μέχρι γὰρ δεῦρο καὶ ὁ κρύσταλλος διατείνει, πηττομένης τῆς Μαιώτιδος κατὰ τοὺς κρυμοὺς ὥστε πεζεύεσθαι.
なぜなら、冬の寒さの間にマイオティス湖が凍りついて徒歩で渡れるようになる際、氷はここまで延びるからである。
ἅπας δʼ ἐστὶν εὐλίμενος ὁ στενωπὸς οὗτος.
この狭水路は全体として良い港を備えている。
§11.2.9ὑπέρκειται δὲ τῆς Κοροκονδάμης εὐμεγέθης λίμνη, ἣν καλοῦσιν ἀπʼ αὐτῆς Κοροκονδαμῖτιν·
コロコンダメの上方には、非常に大きな湖が横たわっており、人々はこれにちなんでコロコンダミティス湖と呼んでいる。
ἐκδίδωσι δʼ ἀπὸ δέκα σταδίων τῆς κώμης εἰς τὴν θάλατταν·
そしてその湖は、この村から十スタディオン離れたところで海へと流れ出ている。
ἐμβάλλει δὲ εἰς τὴν λίμνην ἀπορρώξ τις τοῦ Ἀντικείτου ποταμοῦ, καὶ ποιεῖ νῆσον περίκλυστόν τινα ταύτῃ τε τῇ λίμνῃ καὶ τῇ Μαιώτιδι καὶ τῷ ποταμῷ.
またアンティケイテス川の一つの支流がこの湖へと流れ込んでおり、この湖とマイオティス湖と川とによって、周囲を水に囲まれた一種の島を形成している。
τινὲς δὲ καὶ τοῦτον τὸν ποταμὸν Ὕπανιν προσαγορεύουσι, καθάπερ καὶ τὸν πρὸς τῷ Βορυσθένει.
ある人々は、ボリュステネス川の近くの川と同様に、この川をもヒュパニス川と呼んでいる。
§11.2.10εἰσπλεύσαντι δʼ εἰς τὴν Κοροκονδαμῖτιν ἥ τε Φαναγόρειά ἐστι πόλις ἀξιόλογος καὶ Κῆποι καὶ Ἑρμώνασσα καὶ τὸ Ἀπάτουρον τὸ τῆς Ἀφροδίτης ἱερόν·
コロコンダミティス湖へと船で入る者にとっては、著名な都市パナゴレイア、ケポイ、ヘルモナッサ、そしてアプロディテの神殿であるアパトゥロンがある。
ὧν ἡ Φαναγόρεια καὶ οἱ Κῆποι κατὰ τὴν λεχθεῖσαν νῆσον ἵδρυνται εἰσπλέοντι ἐν ἀριστερᾷ, αἱ δὲ λοιπαὶ πόλεις ἐν δεξιᾷ πέραν Ὑπάνιος ἐν τῇ Σινδικῇ.
これらのうち、パナゴレイアとケポイは、進入する者にとって左側、上述の島に築かれており、残りの都市は右側、ヒュパニス川の向こう側のシンディケ地方にある。
ἔστι δὲ καὶ Γοργιπία ἐν τῇ Σινδικῇ, τὸ βασίλειον τῶν Σινδῶν πλησίον θαλάττης, καὶ Ἀβοράκη.
シンディケ地方には、海の近くにシンドイ人の王宮であるゴルギピアもあり、またアボラケもある。
τοῖς δὲ τοῦ Βοσπόρου δυνάσταις ὑπήκοοι ὄντες ἅπαντες Βοσπορανοὶ καλοῦνται·
ボスポロスの支配者たちに服従しているため、彼らは皆ボスポロス人と呼ばれている。
καὶ ἔστι τῶν μὲν Εὐρωπαίων Βοσπορανῶν μητρόπολις τὸ Παντικάπαιον, τῶν δʼ Ἀσιανῶν τὸ Φαναγόρειον (καλεῖται γὰρ καὶ οὕτως ἡ πόλις), καὶ δοκεῖ τῶν μὲν ἐκ τῆς Μαιώτιδος καὶ τῆς ὑπερκειμένης βαρβάρου κατακομιζομένων ἐμπόριον εἶναι τὰ Φαναγόρεια, τῶν δʼ ἐκ τῆς θαλάττης ἀναφερομένων ἐκεῖσε τὸ Παντικάπαιον.
そして、ヨーロッパ側のボスポロス人の首都はパンティカパイオンであり、アジア側のそれはパナゴレイオン(この都市はこうも呼ばれる)である。 パナゴレイアは、マイオティス湖やその上方の野蛮人の地から運ばれてくる商品の交易地とみなされており、パンティカパイオンは、海からそこへと運ばれる商品の交易地とみなされている。
ἔστι δὲ καὶ ἐν τῇ Φαναγορείᾳ τῆς Ἀφροδίτης ἱερὸν ἐπίσημον τῆς Ἀπατούρου·
また、パナゴレイアにはアパトゥロスのアプロディテの有名な神殿がある。
ἐτυμολογοῦσι δὲ τὸ ἐπίθετον τῆς θεοῦ μῦθόν τινα προστησάμενοι, ὡς ἐπιθεμένων ἐνταῦθα τῇ θεῷ τῶν γιγάντων ἐπικαλεσαμένη τὸν Ἡρακλέα κρύψειεν ἐν κευθμῶνί τινι, εἶτα τῶν γιγάντων ἕκαστον δεχομένη καθʼ ἕνα τῷ Ἡρακλεῖ παραδιδοίη δολοφονεῖν ἐξ ἀπάτης.
人々はある神話を口実にして女神のこの異名を語源的に説明している。 すなわち、ここで巨人たちが女神を襲撃した際、彼女はヘラクレースを呼び寄せてある洞窟の中に隠し、それから巨人たちを一人ずつ招き入れては、欺きによって殺害させるためにヘラクレースに引き渡した、というものである。

語釈・文法注

  1. 11.2.5τοὺς τὴν μεσόγαιαν οἰκοῦντας ἐν τοῖς δεξιοῖς μέρεσι τοῦ Πόντου μέχρι Ἰωνίας ἐπιδραμόντες — 前置詞句 ἐν τοῖς δεξιοῖς μέρεσι τοῦ Πόντου(ポントス[黒海]の右側[南側]において)は、名詞化された分詞句 τοὺς τὴν μεσόγαιαν οἰκοῦντας(内陸に住む人々)を修飾し、彼らの居住地を説明している。また、分詞 ἐπιδραμόντες(襲撃した)は、対格の目的語としてこの部分を取り、副詞句 μέχρι Ἰωνίας(イオニアに至るまで)を伴って襲撃の範囲を示している。
  2. 11.2.8καλεῖται δὲ οὕτως ὁ στενωπὸς ... ἑβδομήκοντα σταδίων διειργόμενον πορθμῷ — 主節の主語は ὁ στενωπὸς(狭水路)で、これに呼応する一致分詞 διατείνων(延びている)が続き、アキレイオンからコロコンダメおよび対岸の村アクラまでの範囲を示している。最後の中性分詞 διειργόμενον(隔てられている)は、中性名詞 κώμιον(小村)に性・数・格が一致しており、コロコンダメとアクラの間の距離と地理的関係を補足的に説明している。
  3. 11.2.10εἰσπλεύσαντι δʼ εἰς τὴν Κοροκονδαμῖτιν — 「関係の与格(視点の与格)」であり、「(船で)ココロンダミティス湖に入っていく人にとって(〜がある)」という地理的案内の視点を提示している。特定の主語を必要としない非個人的な表現方法である。

この箇所を引用する

ストラボン, 地理誌 §11.2.5-11.2.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:11.2.5-11.2.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。