Humanitext Reader

ストラボン · 地理誌 §11.2.11-11.2.13

マイオティス東岸の諸民族と海賊部族の生活様式

346 / 577 箇所 · ギリシア語

要旨

マイオティス湖東岸の諸民族とポレモン王の敗死、海賊行為を行うアカイオイ人・ジュゴイ人・ヘニオコイ人の生活様式、およびミトリダテス王が彼らの領地を経由して逃亡した経路を説明する。

§11.2.11τῶν Μαιωτῶν δʼ εἰσὶν αὐτοί τε οἱ Σινδοὶ καὶ Δανδάριοι καὶ Τορέται καὶ Ἄγροι καὶ Ἀρρηχοί, ἔτι δὲ Τάρπητες Ὀβιδιακηνοὶ Σιττακηνοὶ Δόσκοι, ἄλλοι πλείους·
マイオタイ人に属するのは、シンドイ人自身、ダンダリオイ人、トレタイ人、アグロイ人、アルレコイ人、さらにタルペテス人、オビディアケノイ人、シッタケノイ人、ドスコイ人、そして他の多くの人々である。
τούτων δʼ εἰσὶ καὶ οἱ Ἀσπουργιανοὶ μεταξὺ Φαναγορείας οἰκοῦντες καὶ Γοργιπίας ἐν πεντακοσίοις σταδίοις, οἷς ἐπιθέμενος Πολέμων ὁ βασιλεὺς ἐπὶ προσποιήσει φιλίας οὐ λαθὼν ἀντεστρατηγήθη καὶ ζωγρίᾳ ληφθεὶς ἀπέθανε.
これらの中にはアスプルギアノイ人もおり、彼らはパナゴレイアとゴルギピアの間、五百スタディオンの距離の間に住んでいる。 彼らに対して、ポレモン王は友好を装って攻撃を仕掛けたが、気づかれて逆襲され、生け捕りにされて殺された。
τῶν τε συμπάντων Μαιωτῶν τῶν Ἀσιανῶν οἱ μὲν ὑπήκουον τῶν τὸ ἐμπόριον ἐχόντων τὸ ἐν τῷ Τανάιδι οἱ δὲ τῶν Βοσπορανῶν·
アジア側のマイオタイ人の全体のうち、ある者たちはタナイスにある交易地を支配する人々に服属し、他の者たちはボスポロス人たちに服属していた。
τοτὲ δʼ ἀφίσταντο ἄλλοτʼ ἄλλοι.
そして、ある時はこれら、またある時はそれらの人々が反乱を起こした。
πολλάκις δʼ οἱ τῶν Βοσπορανῶν ἡγεμόνες καὶ τὰ μέχρι τοῦ Τανάιδος κατεῖχον καὶ μάλιστα οἱ ὕστατοι, Φαρνάκης καὶ Ἄσανδρος καὶ Πολέμων.
ボスポロス人の支配者たちはしばしばタナイスに至るまでの地域をも支配しており、とりわけ最後の支配者たちであるパルナケス、アサンドロス、ポレモンがそうであった。
Φαρνάκης δέ ποτε καὶ τὸν Ὕπανιν τοῖς Δανδαρίοις ἐπαγαγεῖν λέγεται διά τινος παλαιᾶς διώρυγος ἀνακαθάρας αὐτὴν κατακλύσαι τὴν χώραν.
パルナケスはかつて、ある古い運河を浚渫して、ヒュパニス川の水をダンダリオイ人の土地へ引き込み、その地方を水浸しにしたと言われている。
§11.2.12μετὰ δὲ τὴν Σινδικὴν καὶ τὴν Γοργιπίαν ἐπὶ τῇ θαλάττῃ ἡ τῶν Ἀχαιῶν καὶ Ζυγῶν καὶ Ἡνιόχων παραλία τὸ πλέον ἀλίμενος καὶ ὀρεινή, τοῦ Καυκάσου μέρος οὖσα.
シンディケ地方およびゴルギピアの次には、海沿いに、アカイオイ人、ジュゴイ人、ヘニオコイ人の沿岸地方があり、その大部分は港がなく、山がちであって、カウカソス山脈の一部をなしている。
ζῶσι δὲ ἀπὸ τῶν κατὰ θάλατταν λῃστηρίων, ἀκάτια ἔχοντες λεπτὰ στενὰ καὶ κοῦφα, ὅσον ἀνθρώπους πέντε καὶ εἴκοσι δεχόμενα, σπάνιον δὲ τριάκοντα δέξασθαι τοὺς πάντας δυνάμενα·
彼らは海上での海賊行為によって暮らしており、細く狭く軽い小舟を用いていて、それはせいぜい25人、稀には全体で30人を乗せることができるものである。
καλοῦσι δʼ αὐτὰ οἱ Ἕλληνες καμάρας.
ギリシア人たちはこれをカマライと呼んでいる。
φασὶ δʼ ἀπὸ τῆς Ἰάσονος στρατιᾶς τοὺς μὲν Φθιώτας Ἀχαιοὺς τὴν ἐνθάδε Ἀχαΐαν οἰκίσαι, Λάκωνας δὲ τὴν Ἡνιοχίαν, ὧν ἦρχον Κρέκας καὶ Ἀμφίστρατος οἱ τῶν Διοσκούρων ἡνίοχοι, καὶ τοὺς Ἡνιόχους ἀπὸ τούτων εἰκὸς ὠνομάσθαι.
イアソンの遠征隊から、プティアのアカイオイ人がこの地のアカイアを、ラコニア人がヘニオキアを創建したと言われており、ラコニア人を率いていたのはディオスクロイの御者であったクレカスとアンフィストラトスであった。 そして、ヘニオコイ人という名も彼らにちなんで名付けられたと考えるのが自然である。
τῶν δʼ οὖν καμαρῶν στόλους κατασκευαζόμενοι καὶ ἐπιπλέοντες τοτὲ μὲν ταῖς ὁλκάσι τοτὲ δὲ χώρᾳ τινὶ ἢ καὶ πόλει θαλαττοκρατοῦσι.
ともかく彼らはカマライの艦隊を組織し、ある時は商船を、またある時はどこかの地域や都市までも襲撃して、海を支配している。
προσλαμβάνουσι δʼ ἔσθʼ ὅτε καὶ οἱ τὸν Βόσπορον ἔχοντες ὑφόρμους χορηγοῦντες καὶ ἀγορὰν καὶ διάθεσιν τῶν ἁρπαζομένων·
ボスポロスを支配している者たちも、時に彼らを支援することがあり、彼らに停泊地を提供し、略奪品の市場や処分方法を用意してやるのである。
ἐπανιόντες δὲ εἰς τὰ οἰκεῖα χωρία, ναυλοχεῖν οὐκ ἔχοντες, ἀναθέμενοι τοῖς ὤμοις τὰς καμάρας ἀναφέρουσιν ἐπὶ τοὺς δρυμοὺς ἐν οἷσπερ καὶ οἰκοῦσι, λυπρὰν ἀροῦντες γῆν·
自らの土地に戻ると、船を係留しておく場所がないため、彼らはカマライを肩に担ぎ、自分たちが住んでいる森林の中へと持ち上げ、そこで痩せた土地を耕す。
καταφέρουσι δὲ πάλιν ὅταν ᾖ καιρὸς τοῦ πλεῖν.
そして、航海の季節になると、それらを再び海へと下ろす。
τὸ δʼ αὐτὸ ποιοῦσι καὶ ἐν τῇ ἀλλοτρίᾳ γνώριμα ἔχοντες ὑλώδη χωρία, ἐν οἷς ἀποκρύψαντες τὰς καμάρας αὐτοὶ πλανῶνται πεζῇ νύκτωρ καὶ μεθʼ ἡμέραν ἀνδραποδισμοῦ χάριν.
彼らは他人の土地でも同様のことを行い、そこにある、勝手を知った森に覆われた場所にカマライを隠し、自らは夜昼を問わず徒歩で徘徊して、人々を奴隷に売るために誘拐する。
ἃ δʼ ἂν λάβωσιν ἐπίλυτρα ποιοῦσι ῥᾳδίως μετὰ τοὺς ἀνάπλους μηνύοντες τοῖς ἀπολέσασιν.
そして彼らが捕らえた者たちについては、出航した(あるいは戻った)後、失った者たちに容易に知らせを送って、身代金と引き換えにする。
ἐν μὲν οὖν τοῖς δυναστευομένοις τόποις ἐστί τις βοήθεια ἐκ τῶν ἡγεμόνων τοῖς ἀδικουμένοις·
したがって、君主たちが支配している地域においては、被害を受けた人々に対して支配者たちからの一定の援助がある。
ἀντεπιτίθενται γὰρ πολλάκις καὶ κατάγουσιν αὐτάνδρους τὰς καμάρας·
なぜなら、彼らしばしば逆襲を仕掛け、乗組員ごとカマライを連行するからである。
ἡ δʼ ὑπὸ Ῥωμαίοις ἀβοηθητοτέρα ἐστὶ διὰ τὴν ὀλιγωρίαν τῶν πεμπομένων.
これに対して、ローマ人の支配下にある地域は、派遣される者たちの怠慢のせいで、より援助が乏しい。
§11.2.13τοιοῦτος μὲν ὁ τούτων βίος·
彼らの生活はこのようなものである。
δυναστεύονται δὲ καὶ οὗτοι ὑπὸ τῶν καλουμένων Σκηπτούχων;
そして彼らもまた、「スケプトゥコイ」と呼ばれる者たちによって支配されている。
καὶ αὐτοὶ δὲ οὗτοι ὑπὸ τυράννοις ἢ βασιλεῦσίν εἰσιν.
そしてこれらスケプトゥコイ自身も、僭主や王たちの配下に置かれている。
οἱ γοῦν Ἡνίοχοι τέτταρας εἶχον βασιλέας, ἡνίκα Μιθριδάτης ὁ Εὐπάτωρ φεύγων ἐκ τῆς προγονικῆς εἰς Βόσπορον διῄει τὴν χώραν αὐτῶν·
現に、ミトリダテス・エウパトルが祖国の地から逃れてボスポロスへと向かう際、彼らの国を通過したが、そのときヘニオコイ人は4人の王を戴いていた。
καὶ αὕτη μὲν ἦν πορεύσιμος αὐτῷ, τῆς δὲ τῶν Ζυγῶν ἀπογνοὺς διά τε δυσχερείας καὶ ἀγριότητας τῇ παραλίᾳ χαλεπῶς ᾔει, τὰ πολλὰ ἐμβαίνων ἐπὶ τὴν θάλατταν, ἕως ἐπὶ τὴν τῶν Ἀχαιῶν ἧκε·
そして彼にとってこの地は通行可能であったが、ジュゴイ人の地についてはその険しさと凶暴さのために通行を断念し、沿岸部を困難に耐えながら進み、その大半は海に入って進み、ついにアカイオイ人の地へと到着した。
καὶ προσλαβόντων τούτων ἐξετέλεσε τὴν ὁδὸν τὴν ἐκ Φάσιδος οὐ πολὺ τῶν τετρακισχιλίων λείπουσαν σταδίων.
そして彼らの援助を得て、彼はファシスからの旅路を完了したが、それは4000スタディオンにわずかに足りないほどの道のりであった。

語釈・文法注

  1. 11.2.11οἷς ἐπιθέμενος Πολέμων ὁ βασιλεὺς ἐπὶ προσποιήσει φιλίας οὐ λαθὼν ἀντεστρατηγήθη — 関係代名詞 οἷς は前文のアスプルギアノイ人(Ἀσπουργιανοί)を指し、分詞 ἐπιθέμενος(攻撃を仕掛けた)の目的語。分詞 οὐ λαθών は「気づかれずにいることなく(気づかれて)」を意味し、動詞 ἀντεστρατηγήθη(逆の策を講じられた、逆襲された)にかかる。
  2. 11.2.13τῆς δὲ τῶν Ζυγῶν ἀπογνοὺς διά τε δυσχερείας καὶ ἀγριότητας — 分詞 ἀπογνούς は ἀπογιγνώσκω(断念する、諦める)のアオリスト能動態分詞で、属格 τῆς(ここでは「土地」γῆς が省略されている)を支配する。「ジュゴイ人の土地を(進むことを)諦めて」の意。

この箇所を引用する

ストラボン, 地理誌 §11.2.11-11.2.13. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:11.2.11-11.2.13

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。