§11.2.1οὕτω δὲ διακειμένων τὸ πρῶτον μέρος οἰκοῦσιν ἐκ μὲν τῶν πρὸς ἄρκτον μερῶν καὶ τὸν Ὠκεανὸν Σκυθῶν τινὲς νομάδες καὶ ἁμάξοικοι, ἐνδοτέρω δὲ τούτων Σαρμάται, καὶ οὗτοι Σκύθαι, Ἄορσοι καὶ Σιρακοὶ μέχρι τῶν Καυκασίων ὀρῶν ἐπὶ μεσημβρίαν τείνοντες, οἱ μὲν νομάδες οἱ δὲ καὶ σκηνῖται καὶ γεωργοί, περὶ δὲ τὴν λίμνην Μαιῶται·
このように配置されている中で、最初の部分には、北の地域およびオケアノス側から、ある種の遊牧民や荷車居住者のスキティア人が住んでおり、これらのより内側にはサルマタイ人が住んでいる。 これらもまたスキティア人であり、アオルソイ人やシラコイ人であって、南に向かってカウカソス山脈まで広がっており、ある者は遊牧民であり、またある者は天幕居住者や農耕民である。 また湖の周辺にはマイオタイ人が住んでいる。
πρὸς δὲ τῇ θαλάττῃ τοῦ Βοσπόρου τὰ κατὰ τὴν Ἀσίαν ἐστὶ καὶ ἡ Σινδική·
ボスポロスの海辺には、アジア側の地域とシンディケ地方がある。
μετὰ δὲ ταύτην Ἀχαιοὶ καὶ Ζυγοὶ καὶ Ἡνίοχοι Κερκέται τε καὶ Μακροπώγωνες.
この後にはアカイオイ人、ズュゴイ人、ヘニオホイ人、ケルケタイ人、そしてマクロポーゴーネス(長髭)人がいる。
ὑπέρκειται δὲ τούτων καὶ τὰ τῶν Φθειροφάγων στενά·
これらの上(上方)には、プテイロパゴイ(虱食い)人の隘路がある。
μετὰ δὲ τοὺς Ἡνιόχους ἡ Κολχὶς ὑπὸ τοῖς Καυκασίοις ὄρεσι κειμένη καὶ τοῖς Μοσχικοῖς.
ヘニオホイ人の後には、カウカソス山脈とモスキコイ山脈の麓に位置するコルキス地方がある。
ἐπεὶ δʼ ὅριον ὑπόκειται τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ὁ Τάναϊς ποταμός, ἐντεῦθεν ἀρξάμενοι τὰ καθʼ ἕκαστα ὑπογράψομεν.
ヨーロッパとアジアの境界としてタナイス川が仮定されているので、ここから始めて個々の詳細を記述することにしよう。
§11.2.2φέρεται μὲν οὖν ἀπὸ τῶν ἀρκτικῶν μερῶν, οὐ μὴν ὡς ἂν κατὰ διάμετρον ἀντίρρους τῷ Νείλῳ, καθάπερ νομίζουσιν οἱ πολλοί, ἀλλὰ ἑωθινώτερος ἐκείνου, παραπλησίως ἐκείνῳ τὰς ἀρχὰς ἀδήλους ἔχων·
さて、タナイス川は北の地域から流れてくるが、多くの人々が考えているように、ナイル川と直径上で正反対に対向して流れるのではない。 むしろそれより東寄りにあり、ナイル川と同様に源流は不明である。
ἀλλὰ τοῦ μὲν πολὺ τὸ φανερὸν χώραν διεξιόντος πᾶσαν εὐεπίμικτον καὶ μακροὺς ἀνάπλους ἔχοντος, τοῦ δὲ Τανάιδος τὰς μὲν ἐκβολὰς ἴσμεν (δύο δʼ εἰσὶν εἰς τὰ ἀρκτικώτατα μέρη τῆς Μαιώτιδος ἑξήκοντα σταδίους ἀλλήλων διέχουσαι), τοῦ δʼ ὑπὲρ τῶν ἐκβολῶν ὀλίγον τὸ γνώριμόν ἐστι διὰ τὰ ψύχη καὶ τὰς ἀπορίας τῆς χώρας, ἃς οἱ μὲν αὐτόχθονες δύνανται φέρειν σαρξὶ καὶ γάλακτι τρεφόμενοι νομαδικῶς, οἱ δʼ ἀλλοεθνεῖς οὐχ ὑπομένουσιν.
しかしナイル川は、容易に往来できる全地域を通り抜けて広く知られた部分が多く、長い上りの航路があるのに対し、タナイス川については、私たちはその河口を知っている(河口は二つあり、マイオティス湖の最も北の部分に、互いに六十スタディオン離れて位置している)。 しかし河口より上流の地域については、寒さと土地の困窮のために、知られている部分はわずかである。 現地の先住民は遊牧的に肉と乳で暮らしてこれに耐えることができるが、他民族の者は耐えられない。
ἄλλως τε οἱ νομάδες δυσεπίμικτοι τοῖς ἄλλοις ὄντες καὶ πλήθει καὶ βίᾳ διαφέροντες ἀποκεκλείκασιν εἰ καί τι πορεύσιμον τῆς χώρας ἐστὶν ἢ εἴ τινας τετύχηκεν ἀνάπλους ἔχων ὁ ποταμός.
その上、遊牧民は他者と交わりにくく、数と力において勝っているため、もしその土地に通行可能な場所や、川に航行可能な上流への路があったとしても、それを遮断してしまっている。
ἀπὸ δὲ τῆς αἰτίας ταύτης οἱ μὲν ὑπέλαβον τὰς πηγὰς ἔχειν αὐτὸν ἐν τοῖς Καυκασίοις ὄρεσι, πολὺν δʼ ἐνεχθέντα ἐπὶ τὰς ἄρκτους εἶτʼ ἀναστρέψαντα ἐκβάλλειν εἰς τὴν Μαιῶτιν (τούτοις δὲ ὁμοδοξεῖ καὶ Θεοφάνης ὁ Μιτυληναῖος), οἱ δʼ ἀπὸ τῶν ἄνω μερῶν τοῦ Ἴστρου φέρεσθαι·
このような理由から、ある人々はタナイス川がカウカソス山脈に源流を持ち、北へ向かって大きく流れ、それから反転してマイオティス湖に注ぐと考えた(ミテュレネのテオパネスもこれと同意見である)。 また他の人々は、イストロス川の上流地域から流れてくるとした。
σημεῖον δὲ φέρουσιν οὐδὲν τῆς πόρρωθεν οὕτω ῥύσεως καὶ ἀπʼ ἄλλων κλιμάτων, ὥσπερ οὐ δυνατὸν ὂν καὶ ἐγγύθεν καὶ ἀπὸ τῶν ἄρκτων.
しかし彼らは、このように遠くから、しかも異なる気候帯から流れてくるという証拠を何も示しておらず、まるで近くから、あるいは北から流れることが不可能であるかのように言っている。
§11.2.3ἐπὶ δὲ τῷ ποταμῷ καὶ τῇ λίμνῃ πόλις ὁμώνυμος οἰκεῖται Τάναϊς, κτίσμα τῶν τὸν Βόσπορον ἐχόντων Ἑλλήνων.
この川と湖のほとりに、同名の都市タナイスが位置しており、ボスポロスを支配していたギリシア人たちの植民都市である。
νεωστὶ μὲν οὖν ἐξεπόρθησεν αὐτὴν Πολέμων ὁ βασιλεὺς ἀπειθοῦσαν, ἦν δʼ ἐμπόριον κοινὸν τῶν τε Ἀσιανῶν καὶ τῶν Εὐρωπαίων νομάδων καὶ τῶν ἐκ τοῦ Βοσπόρου τὴν λίμνην πλεόντων, τῶν μὲν ἀνδράποδα ἀγόντων καὶ δέρματα καὶ εἴ τι ἄλλο τῶν νομαδικῶν, τῶν δʼ ἐσθῆτα καὶ οἶνον καὶ τἆλλα ὅσα τῆς ἡμέρου διαίτης οἰκεῖα ἀντιφορτιζομένων.
最近、ポレモン王が従わなかったこの都市を攻略して破壊したが、かつてはアジアやヨーロッパの遊牧民と、ボスポロスから湖を航行する人々との共通の交易地であった。 前者は奴隷や皮、その他の遊牧民の産物をもたらし、後者は衣服やワイン、その他文明的な生活に適したあらゆる品物を積んできて物々交換を行っていた。
πρόκειται δʼ ἐν ἑκατὸν σταδίοις τοῦ ἐμπορίου νῆσος Ἀλωπεκία, κατοικία μιγάδων ἀνθρώπων·
この交易地の前方百スタディオンのところに、混血の人々の居住地であるアロペキア島がある。
ἔστι δὲ καὶ ἄλλα νησίδια πλησίον ἐν τῇ λίμνῃ.
また、その近くの湖にも他の小島がある。
διέχει δὲ τοῦ στόματος τῆς Μαιώτιδος εὐθυπλοοῦσιν ἐπὶ τὰ βόρεια δισχιλίους καὶ διακοσίους σταδίους ὁ Τάναϊς, οὐ πολὺ δὲ πλείους εἰσὶ παραλεγομένῳ τὴν γῆν.
タナイス川は、マイオティス湖の入り口から北へ直航すれば二千二百スタディオン離れており、沿岸を航行すればそれよりわずかに長い程度である。
§11.2.4ἐν δὲ τῷ παράπλῳ τῷ παρὰ γῆν πρῶτον μέν ἐστιν ἀπὸ τοῦ Τανάιδος προϊοῦσιν ἐν ὀκτακοσίοις σταδίοις ὁ μέγας καλούμενος Ῥομβίτης, ἐν ᾧ τὰ πλεῖστα ἁλιεύματα τῶν εἰς ταριχείας ἰχθύων·
沿岸を航行する際、タナイス川から出発して進むと、まず八百スタディオンのところに「大ロンビテス」と呼ばれる川があり、そこでは塩漬け魚用の最も多くの漁獲が行われる。
ἔπειτα ἐν ἄλλοις ὀκτακοσίοις ὁ ἐλάττων Ῥομβίτης ἄκρα ἔχουσα καὶ αὐτὴ ἁλιείας ἐλάττους·
次に、さらに八百スタディオンのところに「小ロンビテス」があり、それ自体にも岬があって、より小規模な漁業が行われる。
ἔχουσι δὲ οἱ μὲν πρότερον νησία ὁρμητήρια, οἱ δʼ ἐν τῷ μικρῷ Ῥομβίτῃ αὐτοί εἰσιν οἱ Μαιῶται ἐργαζόμενοι·
前者(大ロンビテス)の人々は島々を基地として持っており、小ロンビテスではマイオタイ人自身が漁業を行っている。
οἰκοῦσι γὰρ ἐν τῷ παράπλῳ τούτω παντὶ οἱ Μαιῶται, γεωργοὶ μὲν οὐχ ἧττον δὲ τῶν νομάδων πολεμισταί.
というのも、この沿岸航路全体にマイオタイ人が住んでおり、彼らは農民であると同時に、遊牧民に劣らず戦士でもあるからである。
διῄρηνται δὲ εἰς ἔθνη πλείω τὰ μὲν πλησίον τοῦ Τανάιδος ἀγριώτερα, τὰ δὲ συνάπτοντα τῷ Βοσπόρῳ χειροήθη μᾶλλον.
彼らはいくつかの部族に分かれており、タナイス川に近いものはより野蛮であり、ボスポロスに隣接するものはより従順である。
ἀπὸ δὲ τοῦ μικροῦ Ῥομβίτου στάδιοί εἰσιν ἑξακόσιοι ἐπὶ Τυράμβην καὶ τὸν Ἀντικείτην ποταμόν·
小ロンビテスからテュラムベおよびアンティケイテス川までは六百スタディオンである。
εἶθʼ ἑκατὸν καὶ εἴκοσιν ἐπὶ τὴν κώμην τὴν Κιμμερικήν, ἥτις ἐστὶν ἀφετήριον τοῖς τὴν λίμνην πλέουσιν·
それから、湖を航海する人々の出発地であるキムメリコンという村まで百二十スタディオンである。
ἐν δὲ τῷ παράπλῳ τούτῳ καὶ σκοπαί τινες λέγονται Κλαζομενίων.
この沿岸航路の途中には、クラゾメナイ人のいくつかの見張り台もあると言われている。