Humanitext Reader

斯特拉波 · 地理学 §11.2.5-11.2.10

基梅里亚博斯普鲁斯沿岸与周边诸城

第 345 段,共 577 段 · 希腊语

内容简介

本文描述了从基梅里孔到科罗康达梅沿岸地区的地理特征、结冰的博斯普鲁斯海峡状况,以及科罗康达米蒂斯湖周边的著名城市,包括法纳戈里亚阿芙罗狄蒂的神话。

§11.2.5τὸ δὲ Κιμμερικὸν πόλις ἦν πρότερον ἐπὶ χερρονήσου ἱδρυμένη, τὸν ἰσθμὸν τάφρῳ καὶ χώματι κλείουσα· ἐκέκτηντο δʼ οἱ Κιμμέριοι μεγάλην ποτὲ ἐν τῷ Βοσπόρῳ δύναμιν, διόπερ καὶ Κιμμερικὸς Βόσπορος ὠνομάσθη.
基梅里孔以前是建在半岛上的一座城市,用壕沟和土垒封闭了地峡;基美里亚人曾在博斯普鲁斯拥有巨大的势力,因此该地也被命名为基美里亚博斯普鲁斯。
οὗτοι δʼ εἰσὶν οἱ τοὺς τὴν μεσόγαιαν οἰκοῦντας ἐν τοῖς δεξιοῖς μέρεσι τοῦ Πόντου μέχρι Ἰωνίας ἐπιδραμόντες.
正是他们,袭击了居住在蓬托斯右侧内陆地区直到伊奥尼亚的人们。
τούτους μὲν οὖν ἐξήλασαν ἐκ τῶν τόπων Σκύθαι, τοὺς δὲ Σκύθας Ἕλληνες οἱ Παντικάπαιον καὶ τὰς ἄλλας οἰκίσαντες πόλεις τὰς ἐν Βοσπόρῳ.
后来,这些地方的基美里亚人被斯基泰人驱逐,而斯基泰人又被创建了潘蒂卡派翁和博斯普鲁斯其他城市的希腊人所驱逐。
§11.2.6εἶτʼ ἐπὶ τὴν Ἀχίλλειον κώμην εἴκοσιν, ἐν ᾗ τὸ Ἀχιλλέως ἱερόν· ἐνταῦθα δʼ ἐστὶν ὁ στενώτατος πορθμὸς τοῦ στόματος τῆς Μαιώτιδος ὅσον εἴκοσι σταδίων ἢ πλειόνων, ἔχων ἐν τῇ περαίᾳ κώμην τὸ Μυρμήκιον (πλησίον δʼ ἐστὶ τοῦ Ἡρακλείου) καὶ τὸ Παρθένιον.
然后行二十斯塔迪翁到阿基雷翁村,那里有阿喀琉斯的非凡神庙;这里是迈奥蒂斯湖口最窄的海峡,大约有二十斯塔迪翁或更多,对岸有米尔梅基翁村(在赫拉克雷翁附近)和帕尔特尼翁。
§11.2.7ἐντεῦθεν δʼ ἐπὶ τὸ Σατύρου μνῆμα ἐνενήκοντα στάδιοι· τοῦτο δʼ ἐστὶν ἐπʼ ἄκρας τινὸς χωστὸν ἀνδρὸς τῶν ἐπιφανῶς δυναστευσάντων τοῦ Βοσπόρου.
从那里到萨蒂罗斯之墓是九十斯塔迪翁;这是在某处海岬上堆起的一座坟冢,属于曾显赫统治博斯普鲁斯的人。
§11.2.8πλησίον δὲ κώμη Πατραεύς, ἀφʼ ἧς ἐπὶ κώμην Κοροκονδάμην ἑκατὸν τριάκοντα· αὕτη δʼ ἐστὶ τοῦ Κιμμερικοῦ καλουμένου Βοσπόρου πέρας.
附近是帕特拉埃乌斯村,从那里到科罗康达梅村是一百三十斯塔迪翁;这里是所谓的基美里亚博斯普鲁斯的终点。
καλεῖται δὲ οὕτως ὁ στενωπὸς ἐπὶ τοῦ στόματος τῆς Μαιώτιδος ἀπὸ τῶν κατὰ τὸ Ἀχίλλειον καὶ τὸ Μυρμήκιον στενῶν διατείνων μέχρι πρὸς τὴν Κοροκονδάμην καὶ τὸ ἀντικείμενον αὐτῇ κώμιον τῆς Παντικαπαίων γῆς ὄνομα Ἄκραν ἑβδομήκοντα σταδίων διειργόμενον πορθμῷ· μέχρι γὰρ δεῦρο καὶ ὁ κρύσταλλος διατείνει, πηττομένης τῆς Μαιώτιδος κατὰ τοὺς κρυμοὺς ὥστε πεζεύεσθαι.
迈奥蒂斯湖口处的这条狭水道因之得名,它从阿基雷翁和米尔梅基翁附近的狭窄处延伸,直到科罗康达梅以及在潘蒂卡派翁人领地中与它相对的、名为阿克拉的小村庄,其间由一个宽七十斯塔迪翁的海峡相隔;因为在严寒时期迈奥蒂斯湖结冰以至可以徒步通过时,冰层也一直延伸到这里。
ἅπας δʼ ἐστὶν εὐλίμενος ὁ στενωπὸς οὗτος.
整个这条狭水道都拥有良好的港口。
§11.2.9ὑπέρκειται δὲ τῆς Κοροκονδάμης εὐμεγέθης λίμνη, ἣν καλοῦσιν ἀπʼ αὐτῆς Κοροκονδαμῖτιν· ἐκδίδωσι δʼ ἀπὸ δέκα σταδίων τῆς κώμης εἰς τὴν θάλατταν· ἐμβάλλει δὲ εἰς τὴν λίμνην ἀπορρώξ τις τοῦ Ἀντικείτου ποταμοῦ, καὶ ποιεῖ νῆσον περίκλυστόν τινα ταύτῃ τε τῇ λίμνῃ καὶ τῇ Μαιώτιδι καὶ τῷ ποταμῷ.
在科罗康达梅的上方躺着一个巨大的湖泊,人们因该村而称之为科罗康达米蒂斯湖;它在距离该村十斯塔迪翁处注入大海;而安蒂凯特斯河的一条支流注入该湖,使这里成为由该湖、迈奥蒂斯湖以及这条河流环绕而成的某种岛屿。
τινὲς δὲ καὶ τοῦτον τὸν ποταμὸν Ὕπανιν προσαγορεύουσι, καθάπερ καὶ τὸν πρὸς τῷ Βορυσθένει.
有些人也称这条河为休帕尼斯河,就像靠近波里斯特涅斯河的那条河一样。
§11.2.10εἰσπλεύσαντι δʼ εἰς τὴν Κοροκονδαμῖτιν ἥ τε Φαναγόρειά ἐστι πόλις ἀξιόλογος καὶ Κῆποι καὶ Ἑρμώνασσα καὶ τὸ Ἀπάτουρον τὸ τῆς Ἀφροδίτης ἱερόν· ὧν ἡ Φαναγόρεια καὶ οἱ Κῆποι κατὰ τὴν λεχθεῖσαν νῆσον ἵδρυνται εἰσπλέοντι ἐν ἀριστερᾷ, αἱ δὲ λοιπαὶ πόλεις ἐν δεξιᾷ πέραν Ὑπάνιος ἐν τῇ Σινδικῇ.
对于乘船进入科罗康达米蒂斯湖的人来说,有著名的城市法纳戈里亚、凯波伊、赫尔莫纳萨,以及阿芙罗狄蒂的神庙阿帕图隆;在这些地方中,法纳戈里亚和凯波伊坐落在上述岛屿上,位于乘船进入时的左侧,而其余城市则在右侧、休帕尼斯河对岸的辛迪克地区。
ἔστι δὲ καὶ Γοργιπία ἐν τῇ Σινδικῇ, τὸ βασίλειον τῶν Σινδῶν πλησίον θαλάττης, καὶ Ἀβοράκη.
辛迪克地区还有靠近海边的戈尔吉皮亚(西恩多伊人的王宫)和阿博拉凯。
τοῖς δὲ τοῦ Βοσπόρου δυνάσταις ὑπήκοοι ὄντες ἅπαντες Βοσπορανοὶ καλοῦνται· καὶ ἔστι τῶν μὲν Εὐρωπαίων Βοσπορανῶν μητρόπολις τὸ Παντικάπαιον, τῶν δʼ Ἀσιανῶν τὸ Φαναγόρειον (καλεῖται γὰρ καὶ οὕτως ἡ πόλις), καὶ δοκεῖ τῶν μὲν ἐκ τῆς Μαιώτιδος καὶ τῆς ὑπερκειμένης βαρβάρου κατακομιζομένων ἐμπόριον εἶναι τὰ Φαναγόρεια, τῶν δʼ ἐκ τῆς θαλάττης ἀναφερομένων ἐκεῖσε τὸ Παντικάπαιον.
由于他们都是博斯普鲁斯统治者的臣民,因此都被称为博斯普鲁斯人;欧洲博斯普鲁斯人的首府是潘蒂卡派翁,而亚洲博斯普鲁斯人的首府是法纳戈里翁(因为该城也以此命名);法纳戈里亚被认为是运下自迈奥蒂斯湖及上方野蛮人地区之货物的贸易市场,而潘蒂卡派翁则是运往那里的来自海上之货物的贸易市场。
ἔστι δὲ καὶ ἐν τῇ Φαναγορείᾳ τῆς Ἀφροδίτης ἱερὸν ἐπίσημον τῆς Ἀπατούρου· ἐτυμολογοῦσι δὲ τὸ ἐπίθετον τῆς θεοῦ μῦθόν τινα προστησάμενοι, ὡς ἐπιθεμένων ἐνταῦθα τῇ θεῷ τῶν γιγάντων ἐπικαλεσαμένη τὸν Ἡρακλέα κρύψειεν ἐν κευθμῶνί τινι, εἶτα τῶν γιγάντων ἕκαστον δεχομένη καθʼ ἕνα τῷ Ἡρακλεῖ παραδιδοίη δολοφονεῖν ἐξ ἀπάτης.
法纳戈里亚还有一座著名的阿帕图罗斯阿芙罗狄蒂神庙;他们通过提出一个神话来对女神的这个别名进行语源学解释:当巨人们在这里袭击女神时,她召唤了赫拉克勒斯并将其藏在一个洞穴中,然后,她逐一接纳巨人们,并把他们交个赫拉克勒斯,通过欺骗用计谋加以杀害。

词汇与语法注释

  1. 11.2.5τοὺς τὴν μεσόγαιαν οἰκοῦντας ἐν τοῖς δεξιοῖς μέρεσι τοῦ Πόντου μέχρι Ἰωνίας ἐπιδραμόντες — 介词短语“ἐν τοῖς δεξιοῖς μέρεσι τοῦ Πόντου”(在蓬托斯[黑海]的右侧[南侧])修饰名词化的分词短语“τοὺς τὴν μεσόγαιαν οἰκοῦντας”(居住在内陆的人们),说明其地理位置。分词“ἐπιδραμόντες”(袭击)以这一整句作为其宾格宾语,并伴有副词短语“μέχρι Ἰωνίας”(直到伊奥尼亚)以表示袭击范围。
  2. 11.2.8καλεῖται δὲ οὕτως ὁ στενωπὸς ... ἑβδομήκοντα σταδίων διειργόμενον πορθμῷ — 主句的主语是“ὁ στενωπὸς”(狭水道),由伴随分词“διατείνων”(延伸)修饰,表示从阿基雷翁到科罗康达梅及对岸小村阿克拉的范围。最后的中性分词“διειργόμενον”(被隔开)在性、数、格上与中性名词“κώμιον”(小村庄)一致,补充说明了科罗康达梅与阿克拉之间的距离和地理关系。
  3. 11.2.10εἰσπλεύσαντι δʼ εἰς τὴν Κοροκονδαμῖτιν — 此为“关系与格(视角与格)”,呈现出地理引导的视角,意为“对于乘船进入科罗康达米蒂斯湖的人来说(有……)”。这是一种不需要特定语法主语的非人称表达方式。

引用这一段

斯特拉波, 地理学 §11.2.5-11.2.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:11.2.5-11.2.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。