Humanitext Reader

斯特拉波 · 地理学 §11.2.17-11.2.19

帕西斯河流域的科尔基斯与金羊毛传说

第 348 段,共 577 段 · 希腊语

内容简介

概述了流经科尔基斯地区的帕西斯河的地理特征、自然资源,以及该地区的希腊神话历史与历代统治者的变迁。此外,还描述了邻近的索阿内斯人等强悍部落的特征以及金羊毛传说的起源。

§11.2.17καὶ ἡ λοιπὴ δὲ Κολχὶς ἐπὶ τῇ θαλάττῃ ἡ πλείων ἐστί·
科尔基斯的其余大部分地区也临海。
διαρρεῖ δʼ αὐτὴν ὁ Φᾶσις, μέγας ποταμὸς ἐξ Ἀρμενίας τὰς ἀρχὰς ἔχων, δεχόμενος τόν τε Γλαῦκον καὶ τὸν Ἵππον ἐκ τῶν πλησίον ὀρῶν ἐκπίπτοντας·
帕西斯河流经该地,这是一条发源于亚美尼亚的大河,接纳了从附近山脉奔流而下的格劳科斯河和伊波斯河。
ἀναπλεῖται δὲ μέχρι Σαραπανῶν ἐρύματος δυναμένου δέξασθαι καὶ πόλεως συνοικισμόν, ὅθεν πεζεύουσιν ἐπὶ τὸν Κῦρον ἡμέραις τέτταρσι διʼ ἁμαξιτοῦ.
该河可通航至萨拉帕纳要塞,该要塞规模巨大,甚至能容纳一个城市的居民定居;从那里出发,沿着可通马车的道路步行四天即可到达库鲁斯河。
ἐπίκειται δὲ τῷ Φάσιδι ὁμώνυμος πόλις, ἐμπόριον τῶν Κόλχων, τῇ μὲν προβεβλημένη τὸν ποταμὸν τῇ δὲ λίμνην τῇ δὲ τὴν θάλατταν.
帕西斯河畔坐落着同名城市,它是科尔基斯人的贸易市场,其一侧由河流、一侧由湖泊、另一侧由大海所屏蔽。
ἐντεῦθεν δὲ πλοῦς ἐπʼ Ἀμισοῦ καὶ Σινώπης τριῶν ἡμερῶν ἢ δύο διὰ τὸ τοὺς αἰγιαλοὺς μαλακοὺς εἶναι καὶ τὰς τῶν ποταμῶν ἐκβολάς.
由于海岸平缓且有河口,从那里航行到阿米苏斯和西诺皮只需两到三天。
ἀγαθὴ δʼ ἐστὶν ἡ χώρα καὶ καρποῖς πλὴν τοῦ μέλιτος (πικρίζει γὰρ τὸ πλέον) καὶ τοῖς πρὸς ναυπηγίαν πᾶσιν· ὕλην τε γὰρ καὶ φύει καὶ ποταμοῖς κατακομίζει, λίνον τε ποιεῖ πολὺ καὶ κάνναβιν καὶ κηρὸν καὶ πίτταν.
该地区物产丰富(除蜂蜜外,因为其大部分带有苦味),并且拥有造船所需的一切原料;因为这里不仅产出木材并可通过河流运下,还生产大量的亚麻、大麻、蜂蜡和沥青。
ἡ δὲ λινουργία καὶ τεθρύληται· καὶ γὰρ εἰς τοὺς ἔξω τόπους ἐξεκόμιζον, καί τινες βουλόμενοι συγγένειάν τινα τοῖς Κόλχοις πρὸς τοὺς Αἰγυπτίους ἐμφανίζειν ἀπὸ τούτων πιστοῦνται.
其亚麻纺织业甚至名扬四海,因为他们过去常将其出口到国外,而一些试图证明科尔基斯人与埃及人有某种亲缘关系的人,便以此作为证据。
ὑπέρκειται δὲ τῶν λεχθέντων ποταμῶν ἐν τῇ Μοσχικῇ τὸ τῆς Λευκοθέας ἱερὸν Φρίξου ἵδρυμα, καὶ μαντεῖον ἐκείνου, ὅπου κριὸς οὐ θύεται, πλούσιόν ποτε ὑπάρξαν, συληθὲν δὲ ὑπὸ Φαρνάκου καθʼ ἡμᾶς καὶ μικρὸν ὕστερον ὑπὸ Μιθριδάτου τοῦ Περγαμηνοῦ.
在上述河流之上,莫斯希克地方坐落着勒乌科泰娅的神殿,这是弗里克索斯所建,并有他的神谕所,在那里不以公羊祭祀。
κακωθείσης γὰρ χώρας " νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει, " φησὶν Εὐριπίδης.
此处曾十分富庶,但在我们的时代被法尔纳克斯掠夺,不久后又被帕加马的米特里达特斯掠夺;因为正如欧里庇得斯所说:“国家既废,神事亦衰,不欲受人崇奉。
§11.2.18τὸ μὲν γὰρ παλαιὸν ὅσην ἐπιφάνειαν ἔσχεν ἡ χώρα αὕτη δηλοῦσιν οἱ μῦθοι, τὴν Ἰάσονος στρατείαν αἰνιττόμενοι προελθόντος μέχρι καὶ Μηδίας, ἔτι δὲ πρότερον τὴν Φρίξου.
” 神话表明了该地区在古代所享有的巨大声望,它们暗示了伊阿松的远征(他甚至推进到了米底亚),以及更早的弗里克索斯的远征。
μετὰ δὲ ταῦτα διαδεξάμενοι βασιλεῖς εἰς σκηπτουχίας διῃρημένην ἔχοντες τὴν χώραν μέσως ἔπραττον· αὐξηθέντος δὲ ἐπὶ πολὺ Μιθριδάτου τοῦ Εὐπάτορος, εἰς ἐκεῖνον ἡ χώρα περιέστη· ἐπέμπετο δʼ ἀεί τις τῶν φίλων ὕπαρχος καὶ διοικητὴς τῆς χώρας.
此后,继位的国王们将该国划分为数个诸侯领地进行统治,其状况平庸;但当米特里达特斯·尤帕托尔势力大增时,该国便落入他的手中,并且他的一位“朋友”总是被派来作为该国的总督 and 管理者。
τούτων δὲ ἦν καὶ Μοαφέρνης, ὁ τῆς μητρὸς ἡμῶν θεῖος πρὸς πατρός· ἦν δʼ ἔνθεν ἡ πλείστη τῷ βασιλεῖ πρὸς τὰς ναυτικὰς δυνάμεις ὑπουργία.
在这些人中也有莫阿费尼斯,即我母亲的父系叔父;而国王海军力量的最大支持便来自这里。
καταλυθέντος δὲ Μιθριδάτου συγκατελύθη καὶ ἡ ὑπʼ αὐτῷ πᾶσα καὶ διενεμήθη πολλοῖς· ὕστατα δὲ Πολέμων ἔσχε τὴν Κολχίδα, κἀκείνου τελευτήσαντος ἡ γυνὴ Πυθοδωρὶς κρατεῖ, βασιλεύουσα καὶ Κόλχων καὶ Τραπεζοῦντος καὶ Φαρνακίας καὶ τῶν ὑπερκειμένων βαρβάρων, περὶ ὧν ἐροῦμεν ἐν τοῖς ὕστερον.
当米特里达特斯被推翻后,其治下的所有领土也随之解体并分给众人;最后由波莱蒙占有科尔基斯,在他去世后,其妻皮托多里斯进行统治,她不仅统治着科尔基斯人,还统治着特拉佩祖斯、法尔纳基亚以及在他们上方的野蛮人,关于这些人我们将在后面谈到。
ἡ δʼ οὖν Μοσχική, ἐν ᾗ τὸ ἱερόν, τριμερής ἐστι· τὸ μὲν γὰρ ἔχουσιν αὐτῆς Κόλχοι τὸ δὲ Ἴβηρες τὸ δὲ Ἀρμένιοι.
总之,那座神殿所在的莫斯希克地方被分为三部分:一部分由科尔基斯人占有,另一部分由伊比利亚人占有,最后一部分由亚美尼亚人占有。
ἔστι δὲ καὶ πολίχνιον ἐν τῇ Ἰβηρίᾳ Φρίξου πόλις ἡ νῦν Ἰδήεσσα, εὐερκὲς χωρίον ἐν μεθορίοις τῆς Κολχίδος.
此外,在伊比利亚境内还有一座名为弗里克索斯城的小城镇,即现在的伊德埃萨,是科尔基斯边境上一处防御稳固的地方。
§11.2.19τῶν δὲ συνερχομένων ἐθνῶν εἰς τὴν Διοσκουριάδα καὶ οἱ Φθειροφάγοι εἰσίν, ἀπὸ τοῦ αὐχμοῦ καὶ τοῦ πίνου λαβόντες τοὔνομα.
在聚集到迪奥斯库里亚斯的部落中,也有普提罗帕戈伊人,他们因其肮脏和污垢而得名。
πλησίον δὲ καὶ οἱ Σοάνες, οὐδὲν βελτίους τούτων τῷ πίνῳ δυνάμει δὲ βελτίους, σχεδὸν δέ τι καὶ κράτιστοι κατὰ ἀλκὴν καὶ δύναμιν· δυναστεύουσι γοῦν τῶν κύκλῳ τὰ ἄκρα τοῦ Καυκάσου κατέχοντες τὰ ὑπὲρ τῆς Διοσκουριάδος·
其附近还有索阿内斯人,他们在污垢方面并不比前者好,但在力量上却更胜一筹,在英勇和武力上几乎是最强大的;总之,他们占领着迪奥斯库里亚斯上方的高加索山顶,统治着周围的人。
βασιλέα δʼ ἔχουσι καὶ συνέδριον ἀνδρῶν τριακοσίων, συνάγουσι δʼ ὥς φασι στρατιὰν καὶ εἴκοσι μυριάδων· ἅπαν γάρ ἐστι τὸ πλῆθος μάχιμον, οὐ συντεταγμένον.
他们拥有一位国王和一个由三百人组成的议会,据人们说,他们能集结多达二十万的军队,因为其所有人口都是战斗人员,尽管并未严密组织。
παρὰ τούτοις δὲ λέγεται καὶ χρυσὸν καταφέρειν τοὺς χειμάρρους, ὑποδέχεσθαι δʼ αὐτὸν τοὺς βαρβάρους φάτναις κατατετρημέναις καὶ μαλλωταῖς δοραῖς· ἀφʼ οὗ δὴ μεμυθεῦσθαι καὶ τὸ χρυσόμαλλον δέρος· εἰ μὴ καὶ Ἴβηρας ὁμωνύμως τοῖς ἑσπερίοις καλοῦσιν ἀπὸ τῶν ἑκατέρωθι χρυσείων.
在他们那里,据说急流会冲刷下黄金,而野蛮人用带孔的槽和毛茸茸的兽皮来收集它;正是由此,金羊毛的传说被虚构了出来;除非由于两地都有金矿,他们也将此地的伊比利亚人与西方的伊比利亚人同名相称。
χρῶνται δʼ οἱ Σοάνες φαρμάκοις πρὸς τὰς ἀκίδας θαυμαστοῖς καὶ τοὺς ἀφαρμάκτοις τετρωμένους βέλεσι λυπεῖ κατὰ τὴν ὀσμήν.
索阿内斯人在箭头上使用令人惊异的毒药,即使被未涂毒的箭刺伤的人,也会因其气味而感到痛苦。
τὰ μὲν οὖν ἄλλα ἔθνη τὰ πλησίον τὰ περὶ τὸν Καύκασον λυπρὰ καὶ μικρόχωρα, τὸ δὲ τῶν Ἀλβανῶν ἔθνος καὶ τὸ τῶν Ἰβήρων, ἃ δὴ πληροῖ μάλιστα τὸν λεχθέντα ἰσθμόν, Καυκάσια καὶ αὐτὰ λέγοιτʼ ἄν, εὐδαίμονα δὲ χώραν ἔχει καὶ σφόδρα καλῶς οἰκεῖσθαι δυναμένην.
总之,高加索附近的其他邻近部落都贫瘠且领土狭小,而最能填满上述地峡的阿尔巴尼亚人和伊比利亚人部落,他们自己也可以被称为高加索人,并且拥有富庶的土地,完全可以建设成极佳的居住地。

词汇与语法注释

  1. 11.2.17προβεβλημένη τὸν ποταμὸν — 动词 προβάλλω 的中被动分词,支配宾格 τὸν ποταμὸν 作为直接宾语,意为“将河流置于前方作为屏障(盾牌)”。这是能动语态下双宾格结构在中动语态中的变形。
  2. 11.2.17κακωθείσης γὰρ χώρας — 属格独立结构(Genitive Absolute),在此充当表示条件或时间的状语从句,用以引入所引用的欧里庇得斯《特洛伊妇女》(第1010行)的诗句。
  3. 11.2.19εἰ μὴ καὶ Ἴβηρας — 由 εἰ μή(除非、要不是)引导的条件从句。在上下文里,作者在提出了金羊毛传说合理化解释(砂金收集)之后,用此句提出保留意见或替代假说:“除非因为两地都有金矿,他们也将此地的伊比利亚人与西方的伊比利亚人同名相称(否则便是金羊毛神话起到了主要作用)”。
  4. 11.2.19ἀφαρμάκτοις — 形容词 ἀφάρμακος(未涂毒的、未经治疗的)的与格复数形式,修饰名词 βέλεσι(箭、飞弹)。用以强调该毒药威力之强,意为“即便被未涂毒的箭所伤的人,也会因(其他武器上所涂毒药的)气味而感到痛苦”。

引用这一段

斯特拉波, 地理学 §11.2.17-11.2.19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:11.2.17-11.2.19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。