Humanitext Reader

ストラボン · 地理誌 §11.2.14-11.2.16

黒海東岸の地理と交易都市ディオスクリアス

347 / 577 箇所 · ギリシア語

要旨

コロコンダメからディオスクリアスに至る黒海東岸の地理的詳細とカウカソス山脈の特徴を記述し、交易地として多様な部族が集まるディオスクリアスの繁栄について説明している。

§11.2.14εὐθὺς δʼ οὖν ἀπὸ τῆς Κοροκονδάμης πρὸς ἕω μὲν ὁ πλοῦς ἐστιν.
かくして、コロコンダメからすぐ東へと航路が続いている。
ἐν δὲ σταδίοις ἑκατὸν ὀγδοήκοντα ὁ Σινδικός ἐστι λιμὴν καὶ πόλις, εἶτα ἐν τετρακοσίοις τὰ καλούμενα Βατὰ κώμη καὶ λιμήν, καθʼ ὃ μάλιστα ἀντικεῖσθαι δοκεῖ πρὸς νότον ἡ Σινώπη ταύτῃ τῇ παραλίᾳ, καθάπερ ἡ Κάραμβις εἴρηται τοῦ Κριοῦ μετώπῳ·
百八十スタディオンのところには、シンドスの港と町があり、次に四百スタディオンのところには、バタと呼ばれる村と港がある。 その位置において、シノペがこの沿岸に対して最も真南に位置するように思われる。 これはカランビスがクリウ・メトポンに対してそう言われているのと同様である。
ἀπὸ δὲ τῶν Βατῶν ὁ μὲν Ἀρτεμίδωρος τὴν Κερκετῶν λέγει παραλίαν ὑφόρμους ἔχουσαν καὶ κώμας ὅσον ἐπὶ σταδίους ὀκτακοσίους καὶ πεντήκοντα, εἶτα τὴν τῶν Ἀχαιῶν σταδίων πεντακοσίων, εἶτα τὴν τῶν Ἡνιόχων χιλίων, εἶτα τὸν Πιτυοῦντα τὸν μέγαν τριακοσίων ἑξήκοντα μέχρι Διοσκουριάδος·
バタから先については、アルテミドロスは、八百五十スタディオンにわたって避難港と村々があるケルケタイ人の沿岸があり、次に五百スタディオンのアカイオイ人の沿岸、次に千スタディオンのヘニオコイ人の沿岸、次にディオスクリアスに至るまでの三百六十スタディオンの大ピテュウスがあると言う。
οἱ δὲ τὰ Μιθριδατικὰ συγγράψαντες, οἷς μᾶλλον προσεκτέον, Ἀχαιοὺς λέγουσι πρώτους, εἶτα Ζυγούς, εἶτα Ἡνιόχους, εἶτα Κερκέτας καὶ Μόσχους καὶ Κόλχους καὶ τοὺς ὑπὲρ τούτων Φθειροφάγους καὶ Σοάνας καὶ ἄλλα μικρὰ ἔθνη τὰ περὶ τὸν Καύκασον.
一方、ミトリダテス戦争に関する歴史を記述した人々(彼らの方により注意を払うべきだが)は、まずアカイオイ人がおり、次にジュゴイ人が、次にヘニオコイ人が、次にケルケタイ人、モスコイ人、コルキス人、そして彼らの上方に住むプテイロパゴイ人、ソアネス人、その他カウカソス周辺の小さな諸部族がいると言う。
κατʼ ἀρχὰς μὲν οὖν ἡ παραλία, καθάπερ εἶπον, ἐπὶ τὴν ἕω τείνει καὶ βλέπει πρὸς νότον, ἀπὸ δὲ τῶν Βατῶν ἐπιστροφὴν λαμβάνει κατὰ μικρόν, εἶτʼ ἀντιπρόσωπος γίνεται τῇ δύσει καὶ τελευτᾷ πρὸς τὸν Πιτυοῦντα καὶ τὴν Διοσκουριάδα·
さて、当初この沿岸は、私が言ったように東へと伸びて南を向いているが、バタからは少しずつ向きを変え、やがて西に正対するようになり、ピテュウスとディオスクリアスに至って終わる。
ταῦτα γὰρ τὰ χωρία τῆς Κολχίδος συνάπτει τῇ λεχθείσῃ παραλίᾳ.
というのも、これらのコルキスの地は上述の沿岸に接しているからである。
μετὰ δὲ τὴν Διοσκουριάδα ἡ λοιπὴ τῆς Κολχίδος ἐστὶ παραλία καὶ ἡ συνεχὴς Τραπεζοῦς καμπὴν ἀξιόλογον ποιήσασα, εἶτα εἰς εὐθεῖαν ταθεῖσά πως πλευρὰν τὴν τὰ δεξιὰ τοῦ Πόντου ποιοῦσαν τὰ βλέποντα πρὸς ἄρκτον.
ディオスクリアスの後、コルキスの残りの沿岸と、それに続くトラペズスは、著しい湾曲を形成し、それからおよそ直線状に伸びて、ポントス海の右側、すなわち北を向く側を形成している。
ἅπασα δʼ ἡ τῶν Ἀχαιῶν καὶ τῶν ἄλλων παραλία μέχρι Διοσκουριάδος καὶ τῶν ἐπʼ εὐθείας πρὸς νότον ἐν τῇ μεσογαίᾳ τόπων ὑποπέπτωκε τῷ Καυκάσῳ.
アカイオイ人および他の人々の全沿岸は、ディオスクリアスに至るまで、また内陸部において真南に並ぶ地域に至るまで、カウカソス山脈の麓に位置している。
§11.2.15ἔστι δʼ ὄρος τοῦτο ὑπερκείμενον τοῦ πελάγους ἑκατέρου τοῦ τε Ποντικοῦ καὶ τοῦ Κασπίου, διατειχίζον τὸν ἰσθμὸν τὸν διείργοντα αὐτά.
この山は、ポントス海とカスピ海の両方の海の上にそびえ立ち、これらを隔てる地峡を遮断する壁となっている。
ἀφορίζει δὲ πρὸς νότον μὲν τήν τε Ἀλβανίαν καὶ τὴν Ἰβηρίαν, πρὸς ἄρκτον δὲ τὰ τῶν Σαρματῶν πεδία·
そして南はアルバニアとイベリアを、北はサルマタイ人の平野を画している。
εὔδενδρον δʼ ἐστὶν ὕλῃ παντοδαπῇ τῇ τε ἄλλῃ καὶ τῇ ναυπηγησίμῳ.
それはあらゆる種類の、とりわけ造船用の木材が豊富な森に覆われている。
φησὶ δʼ Ἐρατοσθένης ὑπὸ τῶν ἐπιχωρίων καλεῖσθαι Κάσπιον τὸν Καύκασον, ἴσως ἀπὸ τῶν Κασπίων παρονομασθέντα.
エラトステネスは、地元の人々によってカウカソスはカスピオスと呼ばれていると言っており、おそらくカスピ人から名付けられたのだろう。
ἀγκῶνες δέ τινες αὐτοῦ προπίπτουσιν ἐπὶ τὴν μεσημβρίαν, οἳ τήν τε Ἰβηρίαν περιλαμβάνουσι μέσην καὶ τοῖς Ἀρμενίων ὄρεσι συνάπτουσι καὶ τοῖς Μοσχικοῖς καλουμένοις, ἔτι δὲ τῷ Σκυδίσῃ καὶ τῷ Παρυάδρῃ·
その一部の尾根が南に突出しており、それらはイベリアの中央部を囲み、アルメニアの山々やモスコイ山脈と呼ばれる山々、さらにスクディセスやパリュアドレスに接続している。
ταῦτα δʼ ἐστὶ μέρη τοῦ Ταύρου πάντα τοῦ ποιοῦντος τὸ νότιον τῆς Ἀρμενίας πλευρόν, ἀπερρωγότα πως ἐκεῖθεν πρὸς ἄρκτον καὶ προσπίπτοντα μέχρι τοῦ Καυκάσου καὶ τῆς τοῦ Εὐξείνου παραλίας τῆς ἐπὶ Θεμίσκυραν διατεινούσης ἀπὸ τῆς Κολχίδος.
これらはすべて、アルメニアの南の側面を形成しているタウロス山脈の一部であり、そこから北へ引き裂かれたように伸び、カウカソスや、コルキスからテミスクュラにまで至るエウクセイノス海の沿岸にまで達している。
§11.2.16ἡ δʼ οὖν Διοσκουριὰς ἐν κόλπῳ τοιούτῳ κειμένη καὶ τὸ ἑωθινώτατον σημεῖον ἐπέχουσα τοῦ σύμπαντος πελάγους, μυχός τε τοῦ Εὐξείνου λέγεται καὶ ἔσχατος πλοῦς·
ともかくディオスクリアスは、そのような湾に位置し、海全体の最も東の地点を占めており、エウクセイノスの最深部、また「航路の最果て」と呼ばれている。
τό τε παροιμιακῶς λεχθὲν οὕτω δεῖ δέξασθαι " εἰς Φᾶσιν ἔνθα ναυσὶν ἔσχατος δρόμος, " οὐχ ὡς τὸν ποταμὸν λέγοντος τοῦ ποιήσαντος τὸ ἰαμβεῖον, οὐδὲ δὴ ὡς τὴν ὁμώνυμον αὐτῷ πόλιν κειμένην ἐπὶ τῷ ποταμῷ, ἀλλʼ ὡς τὴν Κολχίδα ἀπὸ μέρους, ἐπεὶ ἀπό γε τοῦ ποταμοῦ καὶ τῆς πόλεως οὐκ ἐλάττων ἑξακοσίων σταδίων λείπεται πλοῦς ἐπʼ εὐθείας εἰς τὸν μυχόν.
諺的に言われる、 "船の旅路の最果てたるファシスへ "という言葉も、このように理解すべきである。 つまり、このイアンボス詩を作った者が川そのものを言っているのではなく、ましてや川沿いにある同名の町を指しているのでもなく、部分によって全体を指すように、コルキス全体を指しているのである。 なぜなら、川や町から最深部までは、一直線に進んでも六百スタディオンを下らない航路が残されているからである。
ἡ δʼ αὐτὴ Διοσκουριάς ἐστι καὶ ἀρχὴ τοῦ ἰσθμοῦ τοῦ μεταξὺ τῆς Κασπίας καὶ τοῦ Πόντου καὶ ἐμπόριον τῶν ὑπερκειμένων καὶ σύνεγγυς ἐθνῶν κοινόν·
この同じディオスクリアスは、カスピ海とポントス海の間の地峡の起点でもあり、背後に住む隣接諸民族の共通の交易地でもある。
συνέρχεσθαι γοῦν εἰς αὐτὴν ἑβδομήκοντα, οἱ δὲ καὶ τριακόσια ἔθνη φασίν, οἷς οὐδὲν τῶν ὄντων μέλει, πάντα δὲ ἑτερόγλωττα διὰ τὸ σποράδην καὶ ἀμίκτως οἰκεῖν ὑπὸ αὐθαδείας καὶ ἀγριότητος·
実際、そこには七十、あるいはある人々によれば三百もの部族が集まるという。 彼らは現世の事には何も関心がなく、不遜さと野蛮さのために互いに孤立し、交わらずに暮らしているため、すべて異なる言語を話す。
Σαρμάται δʼ εἰσὶν οἱ πλείους, πάντες δὲ Καυκάσιοι.
彼らの大半はサルマタイ人であり、全員がカウカソス人である。
ταῦτα μὲν δὴ τὰ περὶ τὴν Διοσκουριάδα.
以上がディオスクリアスに関する事柄である。

語釈・文法注

  1. 11.2.14καθʼ ὃ — 関係代名詞 ὅ(中性単数対格)に前置詞 κατά が縮約されたもので、「その地点において」を意味する。ここでは直前のバタ(Bata)の位置を指し、その対面にシノペが位置することを説明している。
  2. 11.2.16οὐχ ὡς τὸν ποταμὸν λέγοντος τοῦ ποιήσαντος τὸ ἰαμβεῖον — 接続詞 ὡς を伴う属格独立分詞構文(genitive absolute)であり、分詞 λέγοντος の意味上の主語は τοῦ ποιήσαντος(詩を作った者)である。ὡς は主観的な理由や意図を示し、「~という意味で言っているのではない」という著者の解釈を表す。

この箇所を引用する

ストラボン, 地理誌 §11.2.14-11.2.16. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:11.2.14-11.2.16

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。