§11.2.11τῶν Μαιωτῶν δʼ εἰσὶν αὐτοί τε οἱ Σινδοὶ καὶ Δανδάριοι καὶ Τορέται καὶ Ἄγροι καὶ Ἀρρηχοί, ἔτι δὲ Τάρπητες Ὀβιδιακηνοὶ Σιττακηνοὶ Δόσκοι, ἄλλοι πλείους·
在迈奥泰人中,有西恩多伊人、丹达里奥伊人、特雷泰人、阿格罗伊人和阿尔雷科伊人,此外还有塔尔佩特斯人、奥比迪亚克诺伊人、西塔克诺伊人、多斯科伊人以及其他许多部落。
τούτων δʼ εἰσὶ καὶ οἱ Ἀσπουργιανοὶ μεταξὺ Φαναγορείας οἰκοῦντες καὶ Γοργιπίας ἐν πεντακοσίοις σταδίοις, οἷς ἐπιθέμενος Πολέμων ὁ βασιλεὺς ἐπὶ προσποιήσει φιλίας οὐ λαθὼν ἀντεστρατηγήθη καὶ ζωγρίᾳ ληφθεὶς ἀπέθανε.
在这些人中,还有生活在法纳戈里亚和戈尔吉皮亚之间、相距五百斯塔迪翁的阿斯普鲁吉亚诺伊人。 波勒蒙王曾假装友好去袭击他们,但未能隐瞒意图,反而落入对方圈套,被生擒并处死。
τῶν τε συμπάντων Μαιωτῶν τῶν Ἀσιανῶν οἱ μὲν ὑπήκουον τῶν τὸ ἐμπόριον ἐχόντων τὸ ἐν τῷ Τανάιδι οἱ δὲ τῶν Βοσπορανῶν·
在所有亚洲迈奥泰人中,一部分人臣服于在塔奈斯拥有贸易市场的人,另一部分人则臣服于博斯普鲁斯人。
τοτὲ δʼ ἀφίσταντο ἄλλοτʼ ἄλλοι.
但不同时期,不同的部落会发生叛乱。
πολλάκις δʼ οἱ τῶν Βοσπορανῶν ἡγεμόνες καὶ τὰ μέχρι τοῦ Τανάιδος κατεῖχον καὶ μάλιστα οἱ ὕστατοι, Φαρνάκης καὶ Ἄσανδρος καὶ Πολέμων.
博斯普鲁斯人的统治者经常控制着直到塔奈斯的地区,尤其是最后的几位统治者,即法尔纳克斯、阿桑德罗斯和波勒蒙。
Φαρνάκης δέ ποτε καὶ τὸν Ὕπανιν τοῖς Δανδαρίοις ἐπαγαγεῖν λέγεται διά τινος παλαιᾶς διώρυγος ἀνακαθάρας αὐτὴν κατακλύσαι τὴν χώραν.
据说,法尔纳克斯曾通过清理一条古老的运河,将休帕尼斯河的水引入丹达里奥伊人那里,淹没了他们的土地。
§11.2.12μετὰ δὲ τὴν Σινδικὴν καὶ τὴν Γοργιπίαν ἐπὶ τῇ θαλάττῃ ἡ τῶν Ἀχαιῶν καὶ Ζυγῶν καὶ Ἡνιόχων παραλία τὸ πλέον ἀλίμενος καὶ ὀρεινή, τοῦ Καυκάσου μέρος οὖσα.
在辛迪克地区和戈尔吉皮亚之后,沿海是阿开奥伊人、朱戈伊人和赫尼奥科伊人的海岸线,这里大部分无港口且多山,是高加索山脉的一部分。
ζῶσι δὲ ἀπὸ τῶν κατὰ θάλατταν λῃστηρίων, ἀκάτια ἔχοντες λεπτὰ στενὰ καὶ κοῦφα, ὅσον ἀνθρώπους πέντε καὶ εἴκοσι δεχόμενα, σπάνιον δὲ τριάκοντα δέξασθαι τοὺς πάντας δυνάμενα·
他们靠海上劫掠为生,拥有纤细、狭窄且轻便的小舟,大约可容纳二十五人,极少能容纳总共三十人。
καλοῦσι δʼ αὐτὰ οἱ Ἕλληνες καμάρας.
希腊人称这些小舟为“卡马莱”。
φασὶ δʼ ἀπὸ τῆς Ἰάσονος στρατιᾶς τοὺς μὲν Φθιώτας Ἀχαιοὺς τὴν ἐνθάδε Ἀχαΐαν οἰκίσαι, Λάκωνας δὲ τὴν Ἡνιοχίαν, ὧν ἦρχον Κρέκας καὶ Ἀμφίστρατος οἱ τῶν Διοσκούρων ἡνίοχοι, καὶ τοὺς Ἡνιόχους ἀπὸ τούτων εἰκὸς ὠνομάσθαι.
据说,在伊阿宋远征的队伍中,普提亚的阿开奥伊人在此建立了阿开亚,而拉科尼亚人则建立了赫尼奥科亚。 当时统率拉科尼亚人的是迪奥斯库洛伊的御者克雷卡斯和安菲斯特拉托斯,赫尼奥科伊人很可能就是因他们而得名的。
τῶν δʼ οὖν καμαρῶν στόλους κατασκευαζόμενοι καὶ ἐπιπλέοντες τοτὲ μὲν ταῖς ὁλκάσι τοτὲ δὲ χώρᾳ τινὶ ἢ καὶ πόλει θαλαττοκρατοῦσι.
总之,他们组建“卡马莱”舰队出海,时而袭击商船,时而袭击某些地区甚至城市,统治着这片海域。
προσλαμβάνουσι δʼ ἔσθʼ ὅτε καὶ οἱ τὸν Βόσπορον ἔχοντες ὑφόρμους χορηγοῦντες καὶ ἀγορὰν καὶ διάθεσιν τῶν ἁρπαζομένων·
有时,控制博斯普鲁斯的人也会协助他们,为他们提供停泊地、市场以及处理掠夺物的渠道。
ἐπανιόντες δὲ εἰς τὰ οἰκεῖα χωρία, ναυλοχεῖν οὐκ ἔχοντες, ἀναθέμενοι τοῖς ὤμοις τὰς καμάρας ἀναφέρουσιν ἐπὶ τοὺς δρυμοὺς ἐν οἷσπερ καὶ οἰκοῦσι, λυπρὰν ἀροῦντες γῆν·
当他们回到自己的地方时,由于没有可以停泊小舟的港口,他们就将“卡马莱”扛在肩上,抬到他们居住的森林里,在那里耕种贫瘠的土地。
καταφέρουσι δὲ πάλιν ὅταν ᾖ καιρὸς τοῦ πλεῖν.
当到了航海季节,他们又将小舟抬下来。
τὸ δʼ αὐτὸ ποιοῦσι καὶ ἐν τῇ ἀλλοτρίᾳ γνώριμα ἔχοντες ὑλώδη χωρία, ἐν οἷς ἀποκρύψαντες τὰς καμάρας αὐτοὶ πλανῶνται πεζῇ νύκτωρ καὶ μεθʼ ἡμέραν ἀνδραποδισμοῦ χάριν.
他们在别人的土地上也这样做,在他们熟悉的多林地带将“卡马莱”隐藏起来,自己则在夜间和白天步行四处游荡,以拐骗人口。
ἃ δʼ ἂν λάβωσιν ἐπίλυτρα ποιοῦσι ῥᾳδίως μετὰ τοὺς ἀνάπλους μηνύοντες τοῖς ἀπολέσασιν.
他们在出航后,会轻易地将捕获的人通知失主以索取赎金。
ἐν μὲν οὖν τοῖς δυναστευομένοις τόποις ἐστί τις βοήθεια ἐκ τῶν ἡγεμόνων τοῖς ἀδικουμένοις· ἀντεπιτίθενται γὰρ πολλάκις καὶ κατάγουσιν αὐτάνδρους τὰς καμάρας·
因此,在由地方首领统治的地区,受害者能够从统治者那里获得一些帮助;因为他们经常发起反击,连人带舟将“卡马莱”拦截回来。
ἡ δʼ ὑπὸ Ῥωμαίοις ἀβοηθητοτέρα ἐστὶ διὰ τὴν ὀλιγωρίαν τῶν πεμπομένων.
然而,在罗马人统治下的地方则更加孤立无援,因为被派遣来的人十分玩忽职守。
§11.2.13τοιοῦτος μὲν ὁ τούτων βίος· δυναστεύονται δὲ καὶ οὗτοι ὑπὸ τῶν καλουμένων Σκηπτούχων; καὶ αὐτοὶ δὲ οὗτοι ὑπὸ τυράννοις ἢ βασιλεῦσίν εἰσιν.
这些人的生活就是这样;他们也被称为“持杖者”的人统治着;而这些“持杖者”本身又在僭主或国王之下。
οἱ γοῦν Ἡνίοχοι τέτταρας εἶχον βασιλέας, ἡνίκα Μιθριδάτης ὁ Εὐπάτωρ φεύγων ἐκ τῆς προγονικῆς εἰς Βόσπορον διῄει τὴν χώραν αὐτῶν·
至少在米特里达特斯·欧帕托尔因逃避祖国而前往博斯普鲁斯、路过他们的领土时,赫尼奥科伊人拥有四位国王。
καὶ αὕτη μὲν ἦν πορεύσιμος αὐτῷ, τῆς δὲ τῶν Ζυγῶν ἀπογνοὺς διά τε δυσχερείας καὶ ἀγριότητας τῇ παραλίᾳ χαλεπῶς ᾔει, τὰ πολλὰ ἐμβαίνων ἐπὶ τὴν θάλατταν, ἕως ἐπὶ τὴν τῶν Ἀχαιῶν ἧκε·
这个地方对他来说是可以通行的,但由于朱戈伊人领地的艰难和野蛮,他放弃了通过那里的希望,而是艰难地沿着海岸前行,大部分时间都在海中涉水(或乘船),直到来到阿开奥伊人的领地。
καὶ προσλαβόντων τούτων ἐξετέλεσε τὴν ὁδὸν τὴν ἐκ Φάσιδος οὐ πολὺ τῶν τετρακισχιλίων λείπουσαν σταδίων.
在这些人的协助下,他完成了从法西斯出发、总长接近四千斯塔迪翁的旅程。