Humanitext Reader

ストラボン · 地理誌 §11.14.10-11.14.14

アルメニアの国力と規模および民族の起源伝承

372 / 577 箇所 · ギリシア語

要旨

アルメニアの富の証明となるエピソードや地理的規模を説明したのち、テッサリアのアルメノス、イアソン、メデイアにまつわる民族の起源伝承および地名の由来を論じる。

§11.14.10τοῦ δὲ πλούτου καὶ τῆς δυνάμεως τῆς χώρας σημεῖον οὐ μικρὸν ὅτι Πομπηίου Τιγράνῃ τῷ πατρὶ τῷ Ἀρταουάσδου τάλαντα ἐπιγράψαντος ἑξακισχίλια ἀργυρίου, διένειμεν αὐτίκα ταῖς δυνάμεσι τῶν Ῥωμαίων, στρατιώτῃ μὲν κατʼ ἄνδρα πεντήκοντα δραχμὰς ἑκατοντάρχῃ δὲ χιλίας ἱππάρχῳ δὲ καὶ χιλιάρχῳ τάλαντον.
この地方の富と実力の少なからぬ証拠として、ポンペイウスがアルタウァスデスの父ティグラネスに銀六千タラントンの支払いを課した際、彼が直ちにそれをローマの諸軍に分け与え、兵士には一人あたり五十ドラクマ、百人隊長には千ドラクマ、騎兵隊長および千人隊長には一タラントンを支給したことが挙げられる。
§11.14.11μέγεθος δὲ τῆς χώρας Θεοφάνης ἀποδίδωσιν εὖρος μὲν σχοίνων ἑκατὸν μῆκος δὲ διπλάσιον, τιθεὶς τὴν σχοῖνον τετταράκοντα σταδίων·
この地方の大きさについて、テオファネスは一スコイノスを四十スタディオンと換算した上で、幅を百スコイノス、長さをその二倍と見積もっている。
πρὸς ὑπερβολὴν δʼ εἴρηκεν·
しかしこれは誇張して言われたものである。
ἐγγυτέρω δʼ ἐστὶ τῆς ἀληθείας μῆκος μὲν θέσθαι τὸ ὑπʼ ἐκείνου λεχθὲν, εὖρος δὲ τὸ ἥμισυ ἢ μικρῷ πλεῖον.
長さは彼が述べた通りとし、幅はその半分か、あるいはそれよりわずかに広い程度とする方が真実に近い。
ἡ μὲν δὴ φύσις τῆς Ἀρμενίας καὶ δύναμις τοιαύτη.
さて、アルメニアの自然と実力については以上の通りである。
§11.14.12ἀρχαιολογία δέ τίς ἐστι περὶ τοῦ ἔθνους τοῦδε τοιαύτη·
この民族に関する古代の伝承は次のようなものである。
ἄρμενος ἐξ Ἀρμενίου πόλεως Θετταλικῆς, ἣ κεῖται μεταξὺ Φερῶν καὶ Λαρίσης ἐπὶ τῇ Βοίβῃ, καθάπερ εἴρηται, συνεστράτευσεν Ἰάσονι εἰς τὴν Ἀρμενίαν·
すなわち、すでに述べた通りペライとラリサの間のボイベ湖畔に位置するテッサリアの都市アルメニオン出身のアルメノスが、イアソンとともにアルメニアへの遠征に加わった。
τούτου φασὶν ἐπώνυμον τὴν Ἀρμενίαν οἱ περὶ Κυρσίλον τὸν Φαρσάλιον καὶ Μήδιον τὸν Λαρισαῖον, ἄνδρες συνεστρατευκότες Ἀλεξάνδρῳ·
ファルサロスのキュルシロスやラリサのメディアスといった、アレクサンドロスに随行して遠征した人々は、アルメニアの名はこのアルメノスに由来すると言っている。
τῶν δὲ μετὰ τοῦ Ἀρμένου τοὺς μὲν τὴν Ἀκιλισηνὴν οἰκῆσαι τὴν ὑπὸ τοῖς Σωφηνοῖς πρότερον οὖσαν, τοὺς δὲ ἐν τῇ Συσπιρίτιδι ἕως τῆς Καλαχηνῆς καὶ τῆς Ἀδιαβηνῆς ἔξω τῶν Ἀρμενιακῶν ὅρων.
また、彼に同行した人々のうち、ある者はかつてソフェネ人の支配下にあったアキリセネに入植し、他の者はアルメニアの国境を越えてカラケネやアディアベネに至るシュスピリティスに入植した。
καὶ τὴν ἐσθῆτα δὲ τὴν Ἀρμενιακὴν Θετταλικήν φασιν, οἷον τοὺς βαθεῖς χιτῶνας οὓς καλοῦσιν Θετταλικοὺς ἐν ταῖς τραγῳδίαις, καὶ ζωννύουσι περὶ τὰ στήθη καὶ ἐφαπτίδας, ὡς καὶ τῶν τραγῳδῶν μιμησαμένων τοὺς Θετταλούς·
さらに、アルメニアの衣服もテッサリア風であると言われている。 例えば、悲劇の中で「テッサリア風」と呼ばれ、胸のあたりで帯を締め、外套を羽織る丈の長いキトンのようであり、劇作家たちもテッサリア人を模倣したかのようである。
ἔδει μὲν γὰρ αὐτοῖς ἐπιθέτου κόσμου τοιούτου τινός, οἱ δὲ Θετταλοὶ μάλιστα βαθυστολοῦντες, ὡς εἰκός, διὰ τὸ πάντων εἶναι Ἑλλήνων βορειοτάτους καὶ ψυχροτάτους νέμεσθαι τόπους ἐπιτηδειοτάτην παρέσχοντο μίμησιν τῇ τῶν ὑποκριτῶν διασκευῇ ἐν τοῖς ἀναπλάσμασιν·
というのも、劇作家たちにはそのような追加の衣装が必要であったが、テッサリア人はギリシア人の中で最も北方に位置する非常に冷涼な地域に住んでいたために、当然ながら極めて丈の長い衣服をまとっており、俳優たちのフィクションにおける装いのために模倣するのに最も適した素材を提供したからである。
καὶ τὸν τῆς ἱππικῆς ζῆλόν φασιν εἶναι Θετταλικὸν καὶ τούτοις ὁμοίως καὶ Μήδοις.
また、乗馬への熱意も、アルメニア人とメディア人の双方において同様にテッサリア由来のものであると言われる。
τὴν δὲ Ἰάσονος στρατείαν καὶ τὰ Ἰασόνια μαρτυρεῖ, ὧν τινα οἱ δυνάσται κατεσκεύασαν παραπλησίως ὥσπερ τὸν ἐν Ἀβδήροις νεὼν τοῦ Ἰάσονος Παρμενίων.
さらに、イアソンの遠征は「イアソンの神殿」によっても証明されており、それらのうちのいくつかは、パルメニオンがアブデラにイアソンの神殿を建てたのと同様に、現地の支配者たちによって建立された。
§11.14.13τὸν δὲ Ἀράξην κληθῆναι νομίζουσι κατὰ τὴν ὁμοιότητα τὴν πρὸς τὸν Πηνειὸν ὑπὸ τῶν περὶ τὸν Ἄρμενον ὁμωνύμως ἐκείνῳ·
また、アラクセス川の名は、ペネイオス川との類似性から、アルメノスの一党によってそれと同名で呼ばれたと考えられている。
καλεῖσθαι γὰρ Ἀράξην κἀκεῖνον διὰ τὸ ἀπαράξαι τὴν Ὄσσαν ἀπὸ τοῦ Ὀλύμπου ῥήξαντα τὰ Τέμπη·
すなわち、ペネイオス川もまた、テンペの渓谷を切り開いてオッサ山をオリンポス山から引き裂いた(アパラクサイ)ことによってアラクセスと呼ばれていたからである。
καὶ τὸν ἐν Ἀρμενίᾳ δὲ ἀπὸ τῶν ὀρῶν καταβάντα πλατύνεσθαί φασι τὸ παλαιόν, καὶ πελαγίζειν ἐν τοῖς ὑποκειμένοις πεδίοις οὐκ ἔχοντα διέξοδον, Ἰάσονα δὲ μιμησάμενον τὰ Τέμπη ποιῆσαι τὴν διασφάγα, διʼ ἧς καταράττει νυνὶ τὸ ὕδωρ εἰς τὴν Κασπίαν θάλατταν·
アルメニアのアラクセス川も、山々から下って昔は広がり、流出口がないために眼下の平野で湖のようになっていたが、イアソンがテンペを模倣して切り通しを作り、それによって現在その水がカスピ海へと流れ落ちているのだと言われる。
ἐκ δὲ τούτου γυμνωθῆναι τὸ Ἀραξηνὸν πεδίον, διʼ οὗ τυγχάνει ῥέων ἐπὶ τὸν καταράκτην ὁ ποταμός.
そしてこのことによってアラクセネ平原が露出し、そこを川が現在は滝に向かって流れているのである。
οὗτος μὲν οὖν ὁ λόγος περὶ τοῦ Ἀράξου ποταμοῦ λεγόμενος ἔχει τι πιθανόν, ὁ δὲ Ἡροδότειος οὐ πάνυ·
アラクセス川について語られるこの説には一定の説得力があるが、ヘロドトスの説は全くそうではない。
φησὶ γὰρ ἐκ Ματιηνῶν αὐτὸν ῥέοντα εἰς τετταράκοντα ποταμοὺς σχίζεσθαι, μερίζειν δὲ Σκύθας καὶ Βακτριανούς·
彼は、この川がマティエノイ人の地から流れて四十の川に分かれ、スキタイ人とバクトリア人を分けていると言っているからである。
καὶ Καλλισθένης δὲ ἠκολούθησεν αὐτῷ.
そしてカリスティネスもまたヘロドトスに従った。
§11.14.14λέγονται δὲ καὶ τῶν Αἰνιάνων τινὲς οἱ μὲν τὴν Οὐιτίαν οἰκῆσαι οἱ δʼ ὕπερθε τῶν Ἀρμενίων ὑπὲρ τὸν Ἄβον καὶ τὸν Νίβαρον (μέρη δʼ ἐστὶ τοῦ Ταύρου ταῦτα), ὧν ὁ Ἄβος ἐγγύς ἐστι τῆς ὁδοῦ τῆς εἰς Ἐκβάτανα φερούσης παρὰ τὸν τῆς Βάριδος νεών.
また、アイニアネス人の一部はウイティアに入植し、他の者はアルメニア人の上方のアボス山とニバロス山(これらはタウロス山脈の一部である)の上方に入植したと言われている。 これらのうち、アボス山はバリスの神殿の傍を通ってエクバタナへと通じる道の近くにある。
φασὶ δὲ καὶ Θρᾳκῶν τινας, τοὺς προσαγορευομένους Σαραπάρας οἷον κεφαλοτόμους, οἰκῆσαι ὑπὲρ τῆς Ἀρμενίας πλησίον Γουρανίων καὶ Μήδων, θηριώδεις ἀνθρώπους καὶ ἀπειθεῖς ὀρεινοὺς περισκυθιστάς τε καὶ ἀποκεφαλιστάς·
さらに、サラパライ(「頭を切り落とす者たち」のような意味)と呼ばれるトラキア人の一部が、アルメニアの上方のグラニオイ人とメディア人の近くに入植したとも言われる。 彼らは野蛮で不従順な山岳民族であり、頭の皮を剥ぎ、首をはねる者たちである。
τοῦτο γὰρ δηλοῦσιν οἱ Σαραπάραι.
サラパライという名はまさにそのことを意味しているからである。
εἴρηται δὲ καὶ τὰ περὶ τῆς Μηδείας ἐν τοῖς Μηδικοῖς·
また、メデイアに関する事柄については、メディアに関する記述の中ですでに述べた。
ὥστʼ ἐκ πάντων τούτων εἰκάζουσι καὶ τοὺς Μήδους καὶ Ἀρμενίους συγγενεῖς πως τοῖς Θετταλοῖς εἶναι καὶ τοῖς ἀπὸ Ἰάσονος καὶ Μηδείας.
したがって、これらすべてのことから、人々はメディア人とアルメニア人がテッサリア人、およびイアソンとメデイアの子孫たちと何らかの親族関係にあると推測している。

語釈・文法注

  1. 11.14.10τάλαντα ἐπιγράψαντος ἑξακισχίλια ἀργυρίου — 主節の主語(ティグラネス)と異なる「ポンペイウスが(課した際)」を表す名詞+分詞による属格絶対。直後の「διένειμεν」の主語は、属格絶対の文脈からティグラネスであることが明らかである。
  2. 11.14.11μῆκος μὲν θέσθαι τὸ ὑπʼ ἐκείνου λεχθέν — 非人称動詞句「ἐγγυτέρω δʼ ἐστὶ τῆς ἀληθείας」(より真実に近い)に続く不定詞句。対格「μῆκος」は不定詞「θέσθαι」の目的語(あるいは「〜とするのが」という意味上の主語を伴う構造)である。
  3. 11.14.12οἱ περὶ Κυρσίλον τὸν Φαρσάλιον — 「人名+οἱ περί」の表現は、古典期以降「その人自身とその一派」または単に「その人自身」を指す慣用表現として多用される。ここではアレクサンドロスの遠征に従軍した特定の歴史家・知識人を指している。
  4. 11.14.12ὡς καὶ τῶν τραγῳδῶν μιμησαμένων τοὺς Θετταλούς — 接続詞「ὡς」に属格絶対(τῶν τραγῳδῶν μιμησαμένων)が伴うことで、話者の主観的な推量やあたかもそうであるかのような見做し(「劇作家たちもテッサリア人を模倣したかのようである」)を表す。
  5. 11.14.13διὰ τὸ ἀπαράξαι τὴν Ὄσσαν ἀπὸ τοῦ Ὀλύμπου ῥήξαντα τὰ Τέμπη — 前置詞「διά」が冠詞付き不定詞「τὸ ἀπαράξαι」を伴い、その不定詞の意味上の主語として対格分詞「ῥήξαντα」が置かれている。ペネイオス川(κἀκεῖνον)がテンペを切り裂いたことが、アパラクサイ(切り離す)という動詞の語源解釈と結びついている。
  6. 11.14.14ὧν ὁ Ἄβος ἐγγύς ἐστι τῆς ὁδοῦ — 関係代名詞の属格「ὧν」は、直前の「Ἄβος」と「Νίβαρος」の二つの山を先行詞とし、そのうちアボス山を特定して説明を続けている。属格は全体属格(partitive genitive)の機能を持つ。

この箇所を引用する

ストラボン, 地理誌 §11.14.10-11.14.14. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:11.14.10-11.14.14

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。