Humanitext Reader

斯特拉波 · 地理学 §11.14.10-11.14.14

亚美尼亚的富庶规模与民族起源传说

第 372 段,共 577 段 · 希腊语

内容简介

在阐述亚美尼亚富庶的证据及其地理规模之后,作者探讨了该民族及地名的神话起源,并将其与帖撒利的阿美诺斯、伊阿松及美狄亚联系起来。

§11.14.10τοῦ δὲ πλούτου καὶ τῆς δυνάμεως τῆς χώρας σημεῖον οὐ μικρὸν ὅτι Πομπηίου Τιγράνῃ τῷ πατρὶ τῷ Ἀρταουάσδου τάλαντα ἐπιγράψαντος ἑξακισχίλια ἀργυρίου, διένειμεν αὐτίκα ταῖς δυνάμεσι τῶν Ῥωμαίων, στρατιώτῃ μὲν κατʼ ἄνδρα πεντήκοντα δραχμὰς ἑκατοντάρχῃ δὲ χιλίας ἱππάρχῳ δὲ καὶ χιλιάρχῳ τάλαντον.
该国富庶与强盛的一个不小的证据是:当庞培向阿尔塔瓦斯德斯的父亲提格兰勒索六千银塔兰顿时,提格兰立即将其分发给罗马军队,给每名士兵五十德拉克马,每名百夫长一千德拉克马,给每名骑兵指挥官和军团司令一塔兰顿。
§11.14.11μέγεθος δὲ τῆς χώρας Θεοφάνης ἀποδίδωσιν εὖρος μὲν σχοίνων ἑκατὸν μῆκος δὲ διπλάσιον, τιθεὶς τὴν σχοῖνον τετταράκοντα σταδίων· πρὸς ὑπερβολὴν δʼ εἴρηκεν·
关于该国的面积,狄奥法内斯认为其宽度为一百斯霍伊诺斯,长度为其两倍,并将一斯霍伊诺斯算作四十斯塔迪翁;但他这话显然言过其实。
ἐγγυτέρω δʼ ἐστὶ τῆς ἀληθείας μῆκος μὲν θέσθαι τὸ ὑπʼ ἐκείνου λεχθὲν, εὖρος δὲ τὸ ἥμισυ ἢ μικρῷ πλεῖον.
更接近事实的做法是,将长度定为他所说的数值,而宽度则定为其一半或稍微多一点。
ἡ μὲν δὴ φύσις τῆς Ἀρμενίας καὶ δύναμις τοιαύτη.
亚美尼亚的地理自然和实力大体如此。
§11.14.12ἀρχαιολογία δέ τίς ἐστι περὶ τοῦ ἔθνους τοῦδε τοιαύτη· ἄρμενος ἐξ Ἀρμενίου πόλεως Θετταλικῆς, ἣ κεῖται μεταξὺ Φερῶν καὶ Λαρίσης ἐπὶ τῇ Βοίβῃ, καθάπερ εἴρηται, συνεστράτευσεν Ἰάσονι εἰς τὴν Ἀρμενίαν·
关于这个民族,有如下的古老传说:阿美诺斯来自帖撒罗尼迦的帖撒利城市阿美尼翁(如前所述,该城位于费赖和拉里萨之间的博伊贝湖畔),他曾随同伊阿松远征亚美尼亚。
τούτου φασὶν ἐπώνυμον τὴν Ἀρμενίαν οἱ περὶ Κυρσίλον τὸν Φαρσάλιον καὶ Μήδιον τὸν Λαρισαῖον, ἄνδρες συνεστρατευκότες Ἀλεξάνδρῳ· τῶν δὲ μετὰ τοῦ Ἀρμένου τοὺς μὲν τὴν Ἀκιλισηνὴν οἰκῆσαι τὴν ὑπὸ τοῖς Σωφηνοῖς πρότερον οὖσαν, τοὺς δὲ ἐν τῇ Συσπιρίτιδι ἕως τῆς Καλαχηνῆς καὶ τῆς Ἀδιαβηνῆς ἔξω τῶν Ἀρμενιακῶν ὅρων.
法萨卢斯的基尔西卢斯和拉里萨的梅狄乌斯(这些人曾随同亚历山大远征)说,亚美尼亚就是以他的名字命名的;他们还说,在跟随阿美诺斯的人当中,一部分人定居在曾属于索斐尼人统治下的阿基利塞内,另一部分人则定居在叙斯皮里蒂斯,一直延伸到亚美尼亚国境之外的卡拉凯内和阿迪亚贝内。
καὶ τὴν ἐσθῆτα δὲ τὴν Ἀρμενιακὴν Θετταλικήν φασιν, οἷον τοὺς βαθεῖς χιτῶνας οὓς καλοῦσιν Θετταλικοὺς ἐν ταῖς τραγῳδίαις, καὶ ζωννύουσι περὶ τὰ στήθη καὶ ἐφαπτίδας, ὡς καὶ τῶν τραγῳδῶν μιμησαμένων τοὺς Θετταλούς·
他们还说亚美尼亚的服饰是帖撒利风格的,例如悲剧中被称为“帖撒利式”的长袍,他们在胸前束带,并披着斗篷,仿佛悲剧诗人模仿了帖撒利人一样。
ἔδει μὲν γὰρ αὐτοῖς ἐπιθέτου κόσμου τοιούτου τινός, οἱ δὲ Θετταλοὶ μάλιστα βαθυστολοῦντες, ὡς εἰκός, διὰ τὸ πάντων εἶναι Ἑλλήνων βορειοτάτους καὶ ψυχροτάτους νέμεσθαι τόπους ἐπιτηδειοτάτην παρέσχοντο μίμησιν τῇ τῶν ὑποκριτῶν διασκευῇ ἐν τοῖς ἀναπλάσμασιν·
因为剧作家们确实需要某种诸如此类的附加装装束,而帖撒利人穿着极长的袍子,这很自然,因为他们在所有希腊人中居住在最北端、最寒冷的地方,因而为演员们在虚构作品中的装扮提供了最合适的模仿范本。
καὶ τὸν τῆς ἱππικῆς ζῆλόν φασιν εἶναι Θετταλικὸν καὶ τούτοις ὁμοίως καὶ Μήδοις.
他们还说,对骑术的热爱是帖撒利式的,对亚美尼亚人和美地亚人来说也是如此。
τὴν δὲ Ἰάσονος στρατείαν καὶ τὰ Ἰασόνια μαρτυρεῖ, ὧν τινα οἱ δυνάσται κατεσκεύασαν παραπλησίως ὥσπερ τὸν ἐν Ἀβδήροις νεὼν τοῦ Ἰάσονος Παρμενίων.
伊阿松的远征也由“伊阿松神殿”所证实,其中一些神殿是当地统治者建造的,其方式类似于帕曼纽在阿布德拉建造伊阿松神殿。
§11.14.13τὸν δὲ Ἀράξην κληθῆναι νομίζουσι κατὰ τὴν ὁμοιότητα τὴν πρὸς τὸν Πηνειὸν ὑπὸ τῶν περὶ τὸν Ἄρμενον ὁμωνύμως ἐκείνῳ· καλεῖσθαι γὰρ Ἀράξην κἀκεῖνον διὰ τὸ ἀπαράξαι τὴν Ὄσσαν ἀπὸ τοῦ Ὀλύμπου ῥήξαντα τὰ Τέμπη·
他们认为,由于阿拉克斯河与佩涅奥斯河相似,阿美诺斯周围的人便用与其相同的名字来命名它;因为他们说,佩涅奥斯河之所以也被称为阿拉克斯河,是因为它在冲破坦佩峡谷时将奥萨山从奥林匹斯山上“冲开”(apharaxai)。
καὶ τὸν ἐν Ἀρμενίᾳ δὲ ἀπὸ τῶν ὀρῶν καταβάντα πλατύνεσθαί φασι τὸ παλαιόν, καὶ πελαγίζειν ἐν τοῖς ὑποκειμένοις πεδίοις οὐκ ἔχοντα διέξοδον, Ἰάσονα δὲ μιμησάμενον τὰ Τέμπη ποιῆσαι τὴν διασφάγα, διʼ ἧς καταράττει νυνὶ τὸ ὕδωρ εἰς τὴν Κασπίαν θάλατταν· ἐκ δὲ τούτου γυμνωθῆναι τὸ Ἀραξηνὸν πεδίον, διʼ οὗ τυγχάνει ῥέων ἐπὶ τὸν καταράκτην ὁ ποταμός.
他们还说,亚美尼亚的阿拉克斯河在古代从山上流下时也会变宽,由于没有出口而在下方的平原上泛滥成海,但伊阿松模仿坦佩峡谷开辟了裂口,如今河水正是通过这个裂口流入里海;由此,阿拉克斯平原得以显露出来,而该河现在正好流向瀑布。
οὗτος μὲν οὖν ὁ λόγος περὶ τοῦ Ἀράξου ποταμοῦ λεγόμενος ἔχει τι πιθανόν, ὁ δὲ Ἡροδότειος οὐ πάνυ· φησὶ γὰρ ἐκ Ματιηνῶν αὐτὸν ῥέοντα εἰς τετταράκοντα ποταμοὺς σχίζεσθαι, μερίζειν δὲ Σκύθας καὶ Βακτριανούς· καὶ Καλλισθένης δὲ ἠκολούθησεν αὐτῷ.
因此,关于阿拉克斯河的这种说法有其合理之处,而希罗多德的说法则完全不合理;因为他说该河发源于马蒂亚尼亚人之地,分裂为四十条河流,分隔了塞人与巴克特里亚人;而卡利斯提尼也随从了他的说法。
§11.14.14λέγονται δὲ καὶ τῶν Αἰνιάνων τινὲς οἱ μὲν τὴν Οὐιτίαν οἰκῆσαι οἱ δʼ ὕπερθε τῶν Ἀρμενίων ὑπὲρ τὸν Ἄβον καὶ τὸν Νίβαρον (μέρη δʼ ἐστὶ τοῦ Ταύρου ταῦτα), ὧν ὁ Ἄβος ἐγγύς ἐστι τῆς ὁδοῦ τῆς εἰς Ἐκβάτανα φερούσης παρὰ τὸν τῆς Βάριδος νεών.
据说,艾尼亚尼亚人的一部分定居在维蒂亚,另一部分定居在亚美尼亚人上方,在阿博斯山和尼巴罗斯山(这些是托罗斯山脉的一部分)上方,其中阿博斯山靠近经过巴里斯神殿通往埃克巴坦那的道路。
φασὶ δὲ καὶ Θρᾳκῶν τινας, τοὺς προσαγορευομένους Σαραπάρας οἷον κεφαλοτόμους, οἰκῆσαι ὑπὲρ τῆς Ἀρμενίας πλησίον Γουρανίων καὶ Μήδων, θηριώδεις ἀνθρώπους καὶ ἀπειθεῖς ὀρεινοὺς περισκυθιστάς τε καὶ ἀποκεφαλιστάς· τοῦτο γὰρ δηλοῦσιν οἱ Σαραπάραι.
他们还说,一部分被称为萨拉帕莱(意为“斩首者”)的色雷斯人,定居在亚美尼亚上方,靠近古拉尼亚人和美地亚人,他们是凶悍、不驯服的山民,既剥头皮又斩首;因为“萨拉帕莱”正是这个意思。
εἴρηται δὲ καὶ τὰ περὶ τῆς Μηδείας ἐν τοῖς Μηδικοῖς· ὥστʼ ἐκ πάντων τούτων εἰκάζουσι καὶ τοὺς Μήδους καὶ Ἀρμενίους συγγενεῖς πως τοῖς Θετταλοῖς εἶναι καὶ τοῖς ἀπὸ Ἰάσονος καὶ Μηδείας.
关于美狄亚的故事也已在美地亚的篇章中讲述过;因此,从所有这些情况中,他们推测美地亚人和亚美尼亚人在某种程度上与帖撒利人以及伊阿松和美狄亚的后代有亲缘关系。

词汇与语法注释

  1. 11.14.10τάλαντα ἐπιγράψαντος ἑξακισχίλια ἀργυρίου — 由名词与分词构成的属格绝对结构,表示“当庞培(课税时)”,其主语与主句主语(提克兰)不同。紧接着的“διένειμεν”的主语根据上下文显然是提克兰。
  2. 11.14.11μῆκος μὲν θέσθαι τὸ ὑπʼ ἐκείνου λεχθέν — 承接非人称动词短语“ἐγγυτέρω δʼ ἐστὶ τῆς ἀληθείας”(更接近真实)的不定式结构。宾格“μῆκος”作中动不定式“θέσθαι”的宾语。
  3. 11.14.12οἱ περὶ Κυρσίλον τὸν Φαρσάλιον — “οἱ περί + 人名宾格”的表达方式,在希腊化时期及以后常作为惯用语,指代“该人及其随从”或单纯指“该人本身”。此处指随同亚历山大远征的特定历史学家或知识分子。
  4. 11.14.12ὡς καὶ τῶν τραγῳδῶν μιμησαμένων τοὺς Θετταλούς — 连词“ὡς”与属格绝对结构(τῶν τραγῳδῶν μιμησαμένων)相结合,表示说话者的主观推测或仿佛如此的设定(“仿佛悲剧诗人模仿了帖撒利人一般”)。
  5. 11.14.13διὰ τὸ ἀπαράξαι τὴν Ὄσσαν ἀπὸ τοῦ Ὀλύμπου ῥήξαντα τὰ Τέμπη — 介词“διά”接带冠词不定式“τὸ ἀπαράξαι”,宾格分词“ῥήξαντα”(冲破)作为该不定式的逻辑主语,指代佩涅奥斯河。这解释了通过“apharaxai”(冲开)与“Araxes”产生的词源关联。
  6. 11.14.14ὧν ὁ Ἄβος ἐγγύς ἐστι τῆς ὁδοῦ — 关系代名词属格“ὧν”指代前述的阿博斯山和尼巴罗斯山两座山,起部分属格(partitive genitive)的作用,用以引出“在这些山当中,阿博斯山靠近……”。

引用这一段

斯特拉波, 地理学 §11.14.10-11.14.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:11.14.10-11.14.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。