§11.14.1τῆς δʼ Ἀρμενίας τὰ μὲν νότια προβέβληται τὸν Ταῦρον, διείργοντα αὐτὴν ἀφʼ ὅλης τῆς μεταξὺ Εὐφράτου καὶ τοῦ Τίγριος, ἣν Μεσοποταμίαν καλοῦσι, τὰ δὲ ἑωθινὰ τῇ Μηδίᾳ συνάπτει τῇ μεγάλῃ καὶ τῇ Ἀτροπατηνῇ·
アルメニアの南はタウロス山脈が遮っており、この山脈はアルメニアを、人々がメソポタミアと呼ぶユーフラテス川とティグリス川の間の全地域から隔てている。 東は、大メディアおよびアトロパテネに接している。
προσάρκτια δέ ἐστι τὰ ὑπερκείμενα τῆς Κασπίας θαλάττης ὄρη τὰ τοῦ Παραχοάθρα καὶ Ἀλβανοὶ καὶ Ἴβηρες καὶ ὁ Καύκασος ἐγκυκλούμενος τὰ ἔθνη ταῦτα καὶ συνάπτων τοῖς Ἀρμενίοις, συνάπτων δὲ καὶ τοῖς Μοσχικοῖς ὄρεσι καὶ Κολχικοῖς μέχρι τῶν καλουμένων Τιβαρανῶν·
北には、カスピ海の上方に位置するパラコアトラスの山々、ならびにアルバニア人、イベリア人、そしてこれらの民族を包み込んでアルメニア人に接し、さらにモスキカやコルキスの山々に至り、いわゆるティバラニ人の地にまで及んでいるカウカソス山脈がある。
ἀπὸ δὲ τῆς ἑσπέρας ταῦτά ἐστι τὰ ἔθνη καὶ ὁ Παρυάδρης καὶ ὁ Σκυδίσης μέχρι τῆς μικρᾶς Ἀρμενίας καὶ τῆς τοῦ Εὐφράτου ποταμίας, ἣ διείργει τὴν Ἀρμενίαν ἀπὸ τῆς Καππαδοκίας καὶ τῆς Κομμαγηνῆς.
西には、これらの民族や、パリュアドレス山脈、スクディセス山脈があり、これらは小アルメニア、およびアルメニアをカッパドキアやコンマゲネから隔てているユーフラテス川の沿岸地方へと至っている。
§11.14.2ὁ γὰρ Εὐφράτης ἀπὸ τῆς βορείου πλευρᾶς τοῦ Ταύρου τὰς ἀρχὰς ἔχων τὸ μὲν πρῶτον ῥεῖ πρὸς δύσιν διὰ τῆς Ἀρμενίας, εἶτʼ ἐπιστρέφει πρὸς νότον καὶ διακόπτει τὸν Ταῦρον μεταξὺ τῶν Ἀρμενίων τε καὶ Καππαδόκων καὶ Κομμαγηνῶν, ἐκπεσὼν δʼ ἔξω καὶ γενόμενος κατὰ τὴν Συρίαν ἐπιστρέφει πρὸς χειμερινὰς ἀνατολὰς μέχρι Βαβυλῶνος καὶ ποιεῖ τὴν Μεσοποταμίαν πρὸς τὸν Τίγριν·
なぜなら、ユーフラテス川はタウロス山脈の北側から源を発し、最初はアルメニアを通って西へと流れ、それから南へと向きを変えて、アルメニア人とカッパドキア人およびコンマゲネ人の間でタウロス山脈を切り裂き、外へと流れ出てシリアに至ると、冬の日の出の方向へと向きを変えてバビロンまで流れ、ティグリス川との間にメソポタミアを形成するからである。
ἀμφότεροι δὲ τελευτῶσιν εἰς τὸν Περσικὸν κόλπον.
そして、両方の川はペルシア湾へと注いでいる。
τὰ μὲν δὴ κύκλῳ τοιαῦτα, ὀρεινὰ σχεδόν τι πάντα καὶ τραχέα πλὴν τῶν πρὸς τὴν Μηδίαν κεκλιμένων ὀλίγων.
このように、周囲はメディアの方に傾斜している少数の地域を除いて、ほぼすべてが山がちで険しい。
πάλιν δὲ τοῦ λεχθέντος Ταύρου τὴν ἀρχὴν λαμβάνοντος ἀπὸ τῆς περαίας τῶν Κομμαγηνῶν καὶ τῶν Μελιτηνῶν ἣν ὁ Εὐφράτης ποιεῖ, Μάσιον μέν ἐστι τὸ ὑπερκείμενον ὄρος τῶν ἐν τῇ Μεσοποταμίᾳ Μυγδόνων ἐκ νότου, ἐν οἷς ἡ Νίσιβίς ἐστιν·
さて、先に述べたタウロス山脈が、ユーフラテス川の形成するコンマゲネとメリテネの対岸から再び始まるところでは、マシオン山が、その南にあるメソポタミアのミュグドネス人の地(その地にはニシビスがある)の上方にそびえている。
ἐκ δὲ τῶν πρὸς ἄρκτον μερῶν ἡ Σωφηνὴ κεῖται μεταξὺ τοῦ τε Μασίου καὶ τοῦ Ἀντιταύρου.
その北側には、マシオン山とアンティタウロス山脈の間にソフェネが位置している。
οὗτος δʼ ἀπὸ τοῦ Εὐφράτου καὶ τοῦ Ταύρου τὴν ἀρχὴν λαβὼν τελευτᾷ πρὸς τὰ ἑῷα τῆς Ἀρμενίας ἀπολαμβάνων μέσην τὴν Σωφηνήν, ἐκ θατέρου δὲ μέρους ἔχων τὴν Ἀκιλισηνὴν μεταξὺ ἱδρυμένην τοῦ Ταύρου τε καὶ τῆς τοῦ Εὐφράτου ποταμίας πρὶν ἢ κάμπτειν αὐτὴν ἐπὶ νότον.
このアンティタウロス山脈はユーフラテス川とタウロス山脈から始まって、アルメニアの東部へと至り、その中央にソフェネを挟み込んでおり、もう一方の側には、タウロス山脈と、ユーフラテス川が南へ曲がる前のその沿岸地方との間に位置するアキリセネを有している。
βασίλειον δὲ τῆς Σωφηνῆς Καρκαθιόκερτα.
ソフェネの王都はカルカティオケルタである。
τοῦ δὲ Μασίου ὑπέρκειται πρὸς ἕω πολὺ κατὰ τὴν Γορδυηνὴν ὁ Νιφάτης, εἶθʼ ὁ Ἄβος, ἀφʼ οὗ καὶ ὁ Εὐφράτης ῥεῖ καὶ ὁ Ἀράξης, ὁ μὲν πρὸς δύσιν ὁ δὲ πρὸς ἀνατολάς·
マシオン山の上方には、東に向かってはるかゴルデュエネの地の中にニファテス山があり、次にアボス山があって、ここからユーフラテス川とアラクセス川が流れ出ており、一方は西へ、他方は東へと向かっている。
εἶθʼ ὁ Νίβαρος μέχρι τῆς Μηδίας παρατείνει.
それからニバロス山がメディアまで延びている。
§11.14.3ὁ μὲν οὖν Εὐφράτης εἴρηται ὃν τρόπον ῥεῖ·
ユーフラテス川がどのように流れるかについては述べた通りである。
ὁ δὲ Ἀράξης πρὸς τὰς ἀνατολὰς ἐνεχθεὶς μέχρι τῆς Ἀτροπατηνῆς κάμπτει πρὸς δύσιν καὶ πρὸς ἄρκτους καὶ παραρρεῖ τὰ Ἄζαρα πρῶτον, εἶτʼ Ἀρτάξατα, πόλεις Ἀρμενίων· ἔπειτα διὰ τοῦ Ἀραξηνοῦ πεδίου πρὸς τὸ Κάσπιον ἐκδίδωσι πέλαγος.
一方、アラクセス川は、アトロパテネに至るまで東へと流れた後、西と北へと向きを変え、まずアザラを、次にアルタクサタというアルメニア人の都市の傍らを流れ、そののちアラクセネ平原を通ってカスピ海へと注いでいる。
§11.14.4ἐν αὐτῇ δὲ τῇ Ἀρμενίᾳ πολλὰ μὲν ὄρη πολλὰ δὲ ὀροπέδια, ἐν οἷς οὐδʼ ἄμπελος φύεται ῥᾳδίως, πολλοὶ δʼ αὐλῶνες οἱ μὲν μέσως οἱ δὲ καὶ σφόδρα εὐδαίμονες καθάπερ τὸ Ἀραξηνὸν πεδίον, διʼ οὗ ὁ Ἀράξης ποταμὸς ῥέων εἰς τὰ ἄκρα τῆς Ἀλβανίας καὶ τὴν Κασπίαν ἐκπίπτει θάλατταν, καὶ μετὰ ταῦτα ἡ Σακασηνὴ καὶ αὐτὴ τῇ Ἀλβανίᾳ πρόσχωρος καὶ τῷ Κύρῳ ποταμῷ, εἶθʼ ἡ Γωγαρηνή·
アルメニア自体には、多くの山々や多くの高原があり、そこではブドウさえ容易には育たないが、中程度に、あるいは非常に肥沃な多くの谷間もあり、それはアラクセネ平原のようであって、そこをアラクセス川が流れてアルバニアの端とカスピ海へと注いでいる。 そしてこれに次ぐのが、同じくアルバニアとキュロス川に隣接するサカセネであり、それからゴガレネである。
πᾶσα γὰρ ἡ χώρα αὕτη καρποῖς τε καὶ τοῖς ἡμέροις δένδρεσι καὶ τοῖς ἀειθαλέσι πληθύει, φέρει δὲ καὶ ἐλαίαν.
なぜなら、この地はすべて果実や栽培された樹木、常緑樹に満ちており、オリーブも実らせるからである。
ἔστι δὲ καὶ ἡ Φαυηνὴ τῆς Ἀρμενίας ἐπαρχία καὶ ἡ Κωμισηνὴ καὶ Ὀρχιστηνὴ πλείστην ἱππείαν παρέχουσα·
また、アルメニアの地方としてはファウエネがあり、コミセネ、そして最も多くの騎兵を提供するオルキステネがある。
ἡ δὲ Χορζηνὴ καὶ Καμβυσηνὴ προσβορρόταταί εἰσι καὶ νιφόβολοι μάλιστα, συνάπτουσαι τοῖς Καυκασίοις ὄρεσι καὶ τῇ Ἰβηρίᾳ καὶ τῇ Κολχίδι·
ホルゼネとカンブュセネは最も北に位置し、最も雪深く、カウカソス山脈やイベリア、コルキスに接している。
ὅπου φασὶ κατὰ τὰς ὑπερβολὰς τῶν ὀρῶν πολλάκις καὶ συνοδίας ὅλας ἐν τῇ χιόνι καταπίνεσθαι νιφετῶν γινομένων ἐπὶ πλέον·
そこでは、山脈を越える際に、しばしば激しい吹雪によってキャラバン全体が雪の中に飲み込まれると言われている。
ἔχειν δὲ καὶ βακτηρίας πρὸς τοὺς τοιούτους κινδύνους, παρεξαίροντας εἰς τὴν ἐπιφάνειαν ἀναπνοῆς τε χάριν καὶ τοῦ διαμηνύειν τοῖς ἐπιοῦσιν ὥστε βοηθείας τυγχάνειν, ἀνορύττεσθαι καὶ σώζεσθαι.
そして、彼らはそのような危険に対して杖を携えており、呼吸のため、また後から来る人々に知らせて救助を受け、掘り出されて助かるように、その杖を雪の表面へと突き出すのである。
ἐν δὲ τῇ χιόνι βώλους πήγνυσθαί φασι κοίλας περιεχούσας χρηστὸν ὕδωρ ὡς ἐν χιτῶνι, καὶ ζῷα δὲ ἐν αὐτῇ γεννᾶσθαι·
また、雪の中では、まるで被膜の中にあるかのように、良い水を含んだ中空の塊が凍り、その中に生物が発生すると言われている。
καλεῖ δὲ σκώληκας Ἀπολλωνίδης, Θεοφάνης δὲ θρῖπας·
アポロニデスはこれらを虫と呼び、テオファネスは木食い虫と呼んでいる。
κἀν τούτοις ἀπολαμβάνεσθαι χρηστὸν ὕδωρ, περισχισθέντων δὲ τῶν χιτώνων πίνεσθαι·
そしてこれらの中にも良い水が閉じ込められており、被膜が破られるとそれが飲まれる。
τὴν δὲ γένεσιν τῶν ζῴων τοιαύτην εἰκάζουσιν οἵαν τὴν τῶν κωνώπων ἐκ τῆς ἐν τοῖς μετάλλοις φλογὸς καὶ τοῦ φεψάλου.
この生物の発生は、鉱山の中の炎や火の粉から蚊が発生するようなものと推測されている。