§11.14.1τῆς δʼ Ἀρμενίας τὰ μὲν νότια προβέβληται τὸν Ταῦρον, διείργοντα αὐτὴν ἀφʼ ὅλης τῆς μεταξὺ Εὐφράτου καὶ τοῦ Τίγριος, ἣν Μεσοποταμίαν καλοῦσι, τὰ δὲ ἑωθινὰ τῇ Μηδίᾳ συνάπτει τῇ μεγάλῃ καὶ τῇ Ἀτροπατηνῇ· προσάρκτια δέ ἐστι τὰ ὑπερκείμενα τῆς Κασπίας θαλάττης ὄρη τὰ τοῦ Παραχοάθρα καὶ Ἀλβανοὶ καὶ Ἴβηρες καὶ ὁ Καύκασος ἐγκυκλούμενος τὰ ἔθνη ταῦτα καὶ συνάπτων τοῖς Ἀρμενίοις, συνάπτων δὲ καὶ τοῖς Μοσχικοῖς ὄρεσι καὶ Κολχικοῖς μέχρι τῶν καλουμένων Τιβαρανῶν· ἀπὸ δὲ τῆς ἑσπέρας ταῦτά ἐστι τὰ ἔθνη καὶ ὁ Παρυάδρης καὶ ὁ Σκυδίσης μέχρι τῆς μικρᾶς Ἀρμενίας καὶ τῆς τοῦ Εὐφράτου ποταμίας, ἣ διείργει τὴν Ἀρμενίαν ἀπὸ τῆς Καππαδοκίας καὶ τῆς Κομμαγηνῆς.
亚美尼亚的南部被托罗斯山脉所阻隔,该山脉将它与人们称为美索不达米亚的幼发拉底河和底格里斯河之间的整个地区隔开;东部与大美地亚和阿特罗帕特内相邻;北部是位于里海之上的帕拉科阿特拉斯山脉,以及阿尔巴尼亚人、伊比利亚人,还有包围着这些民族并与亚美尼亚人接壤的高加索山脉,它还与莫斯希卡山脉和科尔基斯山脉相接,一直延伸到所谓的蒂巴拉尼人的土地;西部则是这些民族,以及帕里亚德雷斯山脉和斯库迪塞斯山脉,一直延伸到小亚美尼亚和幼发拉底河沿岸地方,该河将亚美尼亚与卡帕多西亚及科马格内隔开。
§11.14.2ὁ γὰρ Εὐφράτης ἀπὸ τῆς βορείου πλευρᾶς τοῦ Ταύρου τὰς ἀρχὰς ἔχων τὸ μὲν πρῶτον ῥεῖ πρὸς δύσιν διὰ τῆς Ἀρμενίας, εἶτʼ ἐπιστρέφει πρὸς νότον καὶ διακόπτει τὸν Ταῦρον μεταξὺ τῶν Ἀρμενίων τε καὶ Καππαδόκων καὶ Κομμαγηνῶν, ἐκπεσὼν δʼ ἔξω καὶ γενόμενος κατὰ τὴν Συρίαν ἐπιστρέφει πρὸς χειμερινὰς ἀνατολὰς μέχρι Βαβυλῶνος καὶ ποιεῖ τὴν Μεσοποταμίαν πρὸς τὸν Τίγριν· ἀμφότεροι δὲ τελευτῶσιν εἰς τὸν Περσικὸν κόλπον.
因为幼发拉底河源自托罗斯山脉的北侧,起初向西流经亚美尼亚,然后转向南方,在亚美尼亚人与卡帕多西亚人及科马格内人之间切穿托罗斯山脉,流出山外进入叙利亚后,转向冬至日出的方向一直流到巴比伦,并与底格里斯河一起构成美索不达米亚;两条河最终都注入波斯湾。
τὰ μὲν δὴ κύκλῳ τοιαῦτα, ὀρεινὰ σχεδόν τι πάντα καὶ τραχέα πλὴν τῶν πρὸς τὴν Μηδίαν κεκλιμένων ὀλίγων.
周围的环境大致如此,除了少数向美地亚倾斜的地区外,几乎全都是多山且崎岖的。
πάλιν δὲ τοῦ λεχθέντος Ταύρου τὴν ἀρχὴν λαμβάνοντος ἀπὸ τῆς περαίας τῶν Κομμαγηνῶν καὶ τῶν Μελιτηνῶν ἣν ὁ Εὐφράτης ποιεῖ, Μάσιον μέν ἐστι τὸ ὑπερκείμενον ὄρος τῶν ἐν τῇ Μεσοποταμίᾳ Μυγδόνων ἐκ νότου, ἐν οἷς ἡ Νίσιβίς ἐστιν· ἐκ δὲ τῶν πρὸς ἄρκτον μερῶν ἡ Σωφηνὴ κεῖται μεταξὺ τοῦ τε Μασίου καὶ τοῦ Ἀντιταύρου.
再说,在前面提到的托罗斯山脉从幼发拉底河所形成的科马格内和梅里特内的对岸重新开始的地方,马西翁山是在其南部的、美索不达米亚的米格多内斯人(尼西比斯即位于其领土内)之上的山脉;在其北部,索费内位于马西翁山与安提托罗斯山脉之间。
οὗτος δʼ ἀπὸ τοῦ Εὐφράτου καὶ τοῦ Ταύρου τὴν ἀρχὴν λαβὼν τελευτᾷ πρὸς τὰ ἑῷα τῆς Ἀρμενίας ἀπολαμβάνων μέσην τὴν Σωφηνήν, ἐκ θατέρου δὲ μέρους ἔχων τὴν Ἀκιλισηνὴν μεταξὺ ἱδρυμένην τοῦ Ταύρου τε καὶ τῆς τοῦ Εὐφράτου ποταμίας πρὶν ἢ κάμπτειν αὐτὴν ἐπὶ νότον.
后者起自幼发拉底河与托罗斯山脉,终点指向亚美尼亚的东部,将其中的索费内包围在中间,而另一侧则是阿基利塞内,位于托罗斯山脉与幼发拉底河在向南弯曲之前的沿岸地方之间。
βασίλειον δὲ τῆς Σωφηνῆς Καρκαθιόκερτα.
索费内的王都是卡尔卡蒂奥克塔。
τοῦ δὲ Μασίου ὑπέρκειται πρὸς ἕω πολὺ κατὰ τὴν Γορδυηνὴν ὁ Νιφάτης, εἶθʼ ὁ Ἄβος, ἀφʼ οὗ καὶ ὁ Εὐφράτης ῥεῖ καὶ ὁ Ἀράξης, ὁ μὲν πρὸς δύσιν ὁ δὲ πρὸς ἀνατολάς· εἶθʼ ὁ Νίβαρος μέχρι τῆς Μηδίας παρατείνει.
在马西翁山之上,向东在戈尔杜埃内地区有著名的尼法特斯山,接着是阿博斯山,幼发拉底河和阿拉克斯河均发源于此,前者向西流,后者向东流;然后尼巴罗斯山一直延伸到美地亚。
§11.14.3ὁ μὲν οὖν Εὐφράτης εἴρηται ὃν τρόπον ῥεῖ· ὁ δὲ Ἀράξης πρὸς τὰς ἀνατολὰς ἐνεχθεὶς μέχρι τῆς Ἀτροπατηνῆς κάμπτει πρὸς δύσιν καὶ πρὸς ἄρκτους καὶ παραρρεῖ τὰ Ἄζαρα πρῶτον, εἶτʼ Ἀρτάξατα, πόλεις Ἀρμενίων· ἔπειτα διὰ τοῦ Ἀραξηνοῦ πεδίου πρὸς τὸ Κάσπιον ἐκδίδωσι πέλαγος.
幼发拉底河的流向已如前述;而阿拉克斯河在向东流到阿特罗帕特内之后,转向西方和北方,首先流经阿扎拉,然后流经阿拉克萨塔;接着穿过阿拉克塞内平原注入里海。
§11.14.4ἐν αὐτῇ δὲ τῇ Ἀρμενίᾳ πολλὰ μὲν ὄρη πολλὰ δὲ ὀροπέδια, ἐν οἷς οὐδʼ ἄμπελος φύεται ῥᾳδίως, πολλοὶ δʼ αὐλῶνες οἱ μὲν μέσως οἱ δὲ καὶ σφόδρα εὐδαίμονες καθάπερ τὸ Ἀραξηνὸν πεδίον, διʼ οὗ ὁ Ἀράξης ποταμὸς ῥέων εἰς τὰ ἄκρα τῆς Ἀλβανίας καὶ τὴν Κασπίαν ἐκπίπτει θάλατταν, καὶ μετὰ ταῦτα ἡ Σακασηνὴ καὶ αὐτὴ τῇ Ἀλβανίᾳ πρόσχωρος καὶ τῷ Κύρῳ ποταμῷ, εἶθʼ ἡ Γωγαρηνή·
在亚美尼亚内部,有许多山脉和许多高原,在这些地方甚至连葡萄都难以生长,但也有许多河谷,有的中等肥沃,有的则极其富庶,就像阿拉克塞内平原一样,阿拉克斯河穿过该平原,流向阿尔巴尼亚的边缘并注入里海;此后是萨卡塞内,它同样与阿尔巴尼亚和库鲁斯河相邻,然后是戈加雷内。
πᾶσα γὰρ ἡ χώρα αὕτη καρποῖς τε καὶ τοῖς ἡμέροις δένδρεσι καὶ τοῖς ἀειθαλέσι πληθύει, φέρει δὲ καὶ ἐλαίαν.
因为这片土地全都富产果实、栽培树木和常绿植物,也产橄榄。
ἔστι δὲ καὶ ἡ Φαυηνὴ τῆς Ἀρμενίας ἐπαρχία καὶ ἡ Κωμισηνὴ καὶ Ὀρχιστηνὴ πλείστην ἱππείαν παρέχουσα· ἡ δὲ Χορζηνὴ καὶ Καμβυσηνὴ προσβορρόταταί εἰσι καὶ νιφόβολοι μάλιστα, συνάπτουσαι τοῖς Καυκασίοις ὄρεσι καὶ τῇ Ἰβηρίᾳ καὶ τῇ Κολχίδι·
亚美尼亚的行省还有法乌埃内、科米塞内和提供最多骑兵的奥尔希斯泰内;而霍尔泽内和坎比塞内则是最靠北且多雪的地区,与高加索山脉、伊比利亚和科尔基斯接壤。
ὅπου φασὶ κατὰ τὰς ὑπερβολὰς τῶν ὀρῶν πολλάκις καὶ συνοδίας ὅλας ἐν τῇ χιόνι καταπίνεσθαι νιφετῶν γινομένων ἐπὶ πλέον· ἔχειν δὲ καὶ βακτηρίας πρὸς τοὺς τοιούτους κινδύνους, παρεξαίροντας εἰς τὴν ἐπιφάνειαν ἀναπνοῆς τε χάριν καὶ τοῦ διαμηνύειν τοῖς ἐπιοῦσιν ὥστε βοηθείας τυγχάνειν, ἀνορύττεσθαι καὶ σώζεσθαι.
据说,在翻越这些山脉时,由于降雪极其严重,整个商队经常会被吞没在雪中;面对这种危险,他们携带着杖,将其伸出到雪表面,既为了呼吸,也为了向后来的人示意,以便获得救援、被挖掘出来并获救。
ἐν δὲ τῇ χιόνι βώλους πήγνυσθαί φασι κοίλας περιεχούσας χρηστὸν ὕδωρ ὡς ἐν χιτῶνι, καὶ ζῷα δὲ ἐν αὐτῇ γεννᾶσθαι· καλεῖ δὲ σκώληκας Ἀπολλωνίδης, Θεοφάνης δὲ θρῖπας· κἀν τούτοις ἀπολαμβάνεσθαι χρηστὸν ὕδωρ, περισχισθέντων δὲ τῶν χιτώνων πίνεσθαι· τὴν δὲ γένεσιν τῶν ζῴων τοιαύτην εἰκάζουσιν οἵαν τὴν τῶν κωνώπων ἐκ τῆς ἐν τοῖς μετάλλοις φλογὸς καὶ τοῦ φεψάλου.
据说,在雪中会冻结出中空的块状物,里面含有优质的水,就像包裹在衣袍中一样,并且其中还会产生生物;阿波罗尼德斯称其为蠕虫,而提奥法尼斯则称其为木蠹;在这些块状物中也包含着优质的水,剖开衣袍即可饮用;人们推测这种生物的产生就像矿井中的火焰和火星产生蚊蚋一样。