Humanitext Reader

ストラボン · 地理誌 §11.13.8-11.13.11

メディアの貢納と風習および神話的起源

369 / 577 箇所 · ギリシア語

要旨

メディアの寸法と莫大な貢納額について述べ、ペルシア人が受容した衣服や宮廷儀礼がメディア起源であることを解説する。さらに、メディア・イアソンの神話的起源や、山岳部の婚姻の習慣および不毛な北部地域での過酷な食生活について言及する。

§11.13.8τοιαύτη μέν τις ἡ χώρα·
このようなものがこの地方である。
τὸ δὲ μέγεθος πάρισός πώς ἐστιν εἰς πλάτος καὶ μῆκος·
その大きさは幅と長さがほぼ等しい。
δοκεῖ δὲ μέγιστον εἶναι μῆκος τῆς Μηδίας τὸ ἀπὸ τῆς τοῦ Ζάγρου ὑπερθέσεως, ἥπερ καλεῖται Μηδικὴ πύλη, εἰς Κασπίους πύλας διὰ τῆς Σιγριανῆς σταδίων τετρακισχιλίων ἑκατόν.
メディアの最大の長さは、メディア門と呼ばれるザグロス山脈の峠から、シグリアネを経てカスピ海門に至る、四千百スタディオンであると思われる。
τῷ δὲ μεγέθει καὶ τῇ δυνάμει τῆς χώρας ὁμολογεῖ καὶ ἡ περὶ τῶν φόρων ἱστορία·
この地方の大きさと力には、貢納に関する記述も一致している。
τῆς γὰρ Καππαδοκίας παρεχούσης τοῖς Πέρσαις κατʼ ἐνιαυτὸν πρὸς τῷ ἀργυρικῷ τέλει ἵππους χιλίους καὶ πεντακοσίους, ἡμιόνους δὲ δισχιλίους, προβάτων δὲ πέντε μυριάδας, διπλάσια σχεδόν τι τούτων ἐτέλουν οἱ Μῆδοι.
すなわち、カッパドキアが毎年ペルシア人に対して、金銭の税に加えて、馬千五百頭、ラバ二千頭、羊五万頭を提供していたのに対し、メディア人はこれらのおよそ二倍を納めていたのである。
§11.13.9ἔθη δὲ τὰ πολλὰ μὲν τὰ αὐτὰ τούτοις τε καὶ τοῖς Ἀρμενίοις διὰ τὸ καὶ τὴν χώραν παραπλησίαν εἶναι.
習慣の大部分は、彼ら(メディア人)とアルメニア人とで同じである。 それは土地もまた類似しているからである。
τοὺς μέντοι Μήδους ἀρχηγέτας εἶναί φασι καὶ τούτοις καὶ ἔτι πρότερον Πέρσαις τοῖς ἔχουσιν αὐτοὺς καὶ διαδεξαμένοις τὴν τῆς Ἀσίας ἐξουσίαν.
しかしながら、メディア人がこれら(習慣)の創始者であり、彼ら(アルメニア人)にとっても、またそれ以前に彼らを支配下に置きアジアの支配権を継承したペルシア人にとってもそうであったと言われている。
ἡ γὰρ νῦν λεγομένη Περσικὴ στολὴ καὶ ὁ τῆς τοξικῆς καὶ ἱππικῆς ζῆλος καὶ ἡ περὶ τοὺς βασιλέας θεραπεία καὶ κόσμος καὶ σεβασμὸς θεοπρεπὴς παρὰ τῶν ἀρχομένων εἰς τοὺς Πέρσας παρὰ Μήδων ἀφῖκται.
なぜなら、現在ペルシア風と呼ばれる衣服や、弓術と馬術への熱意、王たちを取り巻く奉仕や装飾、および臣下たちからの神のごとき敬意は、メディア人からペルシア人へと伝わったからである。
καὶ ὅτι τοῦτʼ ἀληθὲς ἐκ τῆς ἐσθῆτος μάλιστα δῆλον·
そして、このことが真実であることは衣類から最もよく明らかになる。
τιάρα γάρ τις καὶ κίταρις καὶ πῖλος καὶ χειριδωτοὶ χιτῶνες καὶ ἀναξυρίδες ἐν μὲν τοῖς ψυχροῖς τόποις καὶ προσβόρροις ἐπιτήδειά ἐστι φορήματα, οἷοί εἰσιν οἱ Μηδικοί, ἐν δὲ τοῖς νοτίοις ἥκιστα·
すなわち、ティアラ、キタリス、ピロス(帽子)、袖付きのキトン、ズボン(アナクシュリデス)は、メディアのような寒冷な北部地方では身につけるのに適した衣類であるが、南部地方では最も適さない。
οἱ δὲ Πέρσαι τὴν πλείστην οἴκησιν ἐπὶ τῇ Ἐρυθρᾷ θαλάττῃ κέκτηνται, μεσημβρινώτεροι καὶ Βαβυλωνίων ὄντες καὶ Σουσίων·
しかし、ペルシア人は紅海沿いに大半の居所を所有しており、バビロニア人やスサ人よりも南に位置している。
μετὰ δὲ τὴν κατάλυσιν τὴν τῶν Μήδων προσεκτήσαντό τινα καὶ τῶν προσαπτομένων Μηδίᾳ.
そして、メディアの滅亡後に、メディアに隣接する地域をも一部領有するようになったのである。
ἀλλʼ οὕτως ἐφάνη σεμνὰ καὶ τοῦ βασιλικοῦ προσχήματος οἰκεῖα τὰ ἔθη τοῖς νικήσασι τὰ τῶν νικηθέντων, ὥστʼ ἀντὶ γυμνητῶν καὶ ψιλῶν θηλυστολεῖν ὑπέμειναν, καὶ κατηρεφεῖς εἶναι τοῖς σκεπάσμασι.
それにもかかわらず、征服された者の習慣が、征服した者(ペルシア人)にとってきわめて威厳があり、王としての風格にふさわしいものと思われたため、彼らは軽装や裸でいる代わりに、女性のような格好をし、衣服で身をすっぽり覆うことに耐えたのである。
§11.13.10τινὲς δὲ Μήδειαν καταδεῖξαι τὴν ἐσθῆτα ταύτην φασὶ δυναστεύσασαν ἐν τοῖς τόποις, καθάπερ καὶ Ἰάσονα, καὶ ἐπικρυπτομένην τὴν ὄψιν ὅτε ἀντὶ τοῦ βασιλέως ἐξίοι·
また、ある人々は、この地方を支配したメディアが、イアソンと同様にこの衣服を導入し、王の代わりに外へ出る際には顔を隠していたと言う。
τοῦ μὲν Ἰάσονος ὑπομνήματα εἶναι τὰ Ἰασόνια ἡρῷα τιμώμενα σφόδρα ὑπὸ τῶν βαρβάρων (ἔστι δὲ καὶ ὄρος μέγα ὑπὲρ τῶν Κασπίων πυλῶν ἐν ἀριστερᾷ καλούμενον Ἰασόνιον), τῆς δὲ Μηδείας τὴν ἐσθῆτα καὶ τοὔνομα τῆς χώρας.
すなわち、イアソンの記念碑としては蛮族たちによってきわめて敬われているイアソン廟があり(カスピ海門の上方の左側には、イアソニオンと呼ばれる大山もある)、メディアの記念としてはその衣服とこの地方の名がある。
λέγεται δὲ καὶ Μῆδος υἱὸς αὐτῆς διαδέξασθαι τὴν ἀρχὴν καὶ τὴν χώραν ἐπώνυμον αὑτοῦ καταλιπεῖν.
また、彼女の息子メドスが支配を継承し、自分の名を冠した地方を後に残したとも言われている。
ὁμολογεῖ δὲ τούτοις καὶ τὰ κατὰ τὴν Ἀρμενίαν Ἰασόνια καὶ τὸ τῆς χώρας ὄνομα καὶ ἄλλα πλείω περὶ ὧν ἐροῦμεν.
これには、アルメニアにあるイアソン廟や、その地方の名、そして私たちがこれから語る予定の、さらに多くの事柄が一致している。
§11.13.11καὶ τοῦτο δὲ Μηδικὸν τὸ βασιλέα αἱρεῖσθαι τὸν ἀνδρειότατον, ἀλλʼ οὐ πᾶσιν ἀλλὰ τοῖς ὀρείοις·
また、最も勇敢な男を王に選ぶということもメディアの習慣である。 ただし、すべての人々ではなく、山岳の民においてである。
μᾶλλον δὲ τὸ τοῖς βασιλεῦσιν πολλὰς εἶναι γυναῖκας·
さらにそれ以上の習慣は、王たちが多くの妻を持つことである。
τοῖς δʼ ὀρείοις τῶν Μήδων καὶ πᾶσιν ἔθος τοῦτο, ἐλάττους δὲ τῶν πέντε οὐκ ἔξεστιν·
メディアの山岳の民にとっては、これはすべての人における習慣であり、五人未満の妻を持つことは許されない。
ὡς δʼ αὕτως τὰς γυναῖκάς φασιν ἐν καλῷ τίθεσθαι ὅτι πλείστους νέμειν ἄνδρας, τῶν πέντε δὲ ἐλάττους συμφορὰν ἡγεῖσθαι.
同様に、女性たちにとっても、できるだけ多くの夫を持つことが名誉なこととされ、五人未満であることは不幸とみなされると言われている。
τῆς δʼ ἄλλης Μηδίας εὐδαιμονούσης τελέως λυπρά ἐστιν ἡ προσάρκτιος ὀρεινή·
メディアの他の地域が完全に豊かであるのに対し、北部の山岳地帯は不毛である。
σιτοῦνται γοῦν ἀπὸ ἀκροδρύων, ἔκ τε μήλων ξηρῶν κοπέντων ποιοῦνται μάζας, ἀπὸ δʼ ἀμυγδάλων φωχθέντων ἄρτους, ἐκ δὲ ῥιζῶν τινων οἶνον ἐκθλίβουσι, κρέασι δὲ χρῶνται θηρείοις, ἥμερα δὲ οὐ τρέφουσι θρέμματα.
ともかく、彼らは木の実を食べて暮らしており、乾燥させて刻んだリンゴから練り製品を作り、煎ったアーモンドからパンを作り、ある種の根からワインを搾り出し、野獣の肉を食べ、飼育された家畜は育てない。
τοσαῦτα καὶ περὶ Μήδων φαμέν·
メディア人についてはこれだけを述べる。
περὶ δὲ τῶν νομίμων κοινῇ τῆς συμπάσης Μηδίας, ἐπειδὴ ταὐτὰ τοῖς Περσικοῖς γεγένηται διὰ τὴν τῶν Περσῶν ἐπικράτειαν, ἐν τῷ περὶ ἐκείνων λόγῳ φήσομεν.
メディア全土に共通する習慣については、ペルシア人の覇権によってペルシアのそれと同じになっているため、彼ら(ペルシア人)に関する記述の中で述べることにする。

語釈・文法注

  1. 11.13.8ἥπερ καλεῖται Μηδικὴ πύλη — 女性単数関係代名詞 ἥπερ は、男性名詞の Ζάγρου(ザグロス山脈)ではなく、女性名詞の ὑπερθέσεως(峠、越え口)を先行詞としている。
  2. 11.13.9τοῖς ἔχουσιν αὐτοὺς καὶ διαδεξαμένοις τὴν τῆς Ἀσίας ἐξουσίαν — 分詞句 τοῖς ἔχουσιν... καὶ διαδεξαμένοις は与格の Πέρσαις を修飾する。代名詞 αὐτούς(対格複数)は直前の Μήδους を指しており、かつてメディア人を支配し、その後にアジアの支配権を継承したペルシア人を表す。
  3. 11.13.9ὥστʼ ἀντὶ γυμνητῶν καὶ ψιλῶν θηλυστολεῖν ὑπέμειναν — ὥστε(その結果〜)に導かれる結果節。主語は前の節から引き継がれる Πέρσαι(ペルシア人)。前置詞 ἀντί(〜の代わりに)が属格の γυμνητῶν καὶ ψιλῶν を支配し、それに続く不定詞 θηλυστολεῖν(女性のような格好をする)が動詞 ὑπέμειναν(甘んじて受け入れた)の補語となっている。
  4. 11.13.11ὡς δʼ αὕτως τὰς γυναῖκάς φασιν ἐν καλῷ τίθεσθαι ὅτι πλείστους νέμειν ἄνδρας — φασίν を主動詞とする対格不定詞(対格と不定詞)構文。対格の τὰς γυναῖκας は不定詞 τίθεσθαι(〜とみなす)の意味上の主語。ἐν καλῷ τίθεσθαι は「名誉なこと、良いこととみなす」という慣用表現。ὅτι πλείστους は最上級を修飾して「できるだけ多くの」を意味し、不定詞 νέμειν(持つ)の目的語 ἄνδρας にかかる。

この箇所を引用する

ストラボン, 地理誌 §11.13.8-11.13.11. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:11.13.8-11.13.11

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。